Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Παχώμιος ὁ Μέγας – Βίος Παχωμίου (τέταρτος)

Παχώμιος ὁ Μέγας

Ασκητική μαθητεία κοντά στον γέροντα Παλάμωνα

Η έναρξη της ασκητικής ζωής του Παχωμίου ως υποτακτικού του Παλάμωνος, η δοκιμασία της αυστηρής άσκησης και τα πνευματικά διδάγματα από την πτώση ενός υπερήφανου μοναχού.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Παχώμιος ὁ Μέγας

—

Κεφάλαιο 3 από 11

Ὁ οὖν Παλάμων (καὶ γὰρ ἦν σοφὸς ψυχῆς ἔνστασιν βασανίσαι καὶ διελέγξαι) οὐδὲ προσήκατο τὸν πρόσφυγα τὴν ἀρχήν, ἀλλ’ εὐθὺς ἀποχωρεῖν ἐκέλευεν, ὡς οὐκ ἄν ποτε ὑπομενοῦντα τῆς σὺν αὐτῷ διαίτης τὸ σκληρὸν καὶ ἐπίπονον. Καὶ γὰρ δὴ καὶ ἄλλους οὐκ ὀλίγους ἔλεγε προσελθόντας αὐτῷ ὁμοίως ἐπαγγείλασθαι τὴν εἰς τὸ διηνεκὲς παρ’ αὐτῷ προσεδρείαν, ταχὺ δὲ πρὸς τοὺς τῆς ἀσκήσεως πόνους ἀπαγορεύσαντας οἴχεσθαι. Οὐ μὴν τὸν Παχώμιον ἀπέτρεπε ταῦτα τῆς θερμοτάτης προθέσεως· ἀλλ’ ἐδεῖτο ἐπιμόνως τοῦ γέροντος παραδέξασθαι τοῦτον καὶ πεῖραν αὐτοῦ τῆς καρτερίας λαβεῖν. Ὁ μέντοι Παλάμων καὶ ἔτι ἀποπειρώμενος τοῦ ἱκέτου κατέλεγε πρὸς αὐτὸν καὶ αὐτὰ τὰ τῆς ἐγκρατείας καὶ τὰ τῆς κακοπαθείας εἴδη κατὰ λεπτόν, ἐμφαίνων τὸ τραχὺ καὶ σκληρὸν τῆς κατ’ αὐτὸν ἀγωγῆς καὶ ἀφόρητον τοῖς πολλοῖς· «Ἐγὼ γάρ, φησί, θέρους μὲν δι’ ὅλης νηστεύειν εἴωθα τῆς ἡμέρας, χειμῶνος δὲ αὖ δι’ ἡμερῶν δυοῖν προσίεμαι τροφήν· ἡ δέ μοι ἄρτος ἐστὶ καὶ ἅλες καὶ πλέον οὐδέν· ἐλαίου γὰρ καὶ οἴνου ἄγευστος πάντῃ διατελῶ. Ἀγρυπνῶ δὲ τὸ ἥμισυ τῆς νυκτός, εἰς εὐχήν τε καὶ μελέτην τῶν θείων λογίων τοῦτο παραναλίσκων· πολλάκις δὲ καὶ τὴν νύκτα ὅλην ἄϋπνος διαγίνομαι. Ἄπελθε οὖν τό γε νῦν ἔχον ἐντεῦθεν καὶ δοκίμασον κατὰ σεαυτὸν πρῶτον εἰ δύνασαι φέρειν τὰ τοιαῦτα, καὶ οὕτως ἐπάνηκε πρὸς ἡμᾶς.»

Ταῦτα μὲν εἶπεν ὁ γέρων ἀμφιβάλλων ἔτι περὶ τῆς τοῦ Παχωμίου προθυμίας καὶ διὰ τοῦτο δεδιττόμενος τοῦτον, μή ποτε ἐνδώσῃ τοῦ σκοποῦ καὶ ἀπὸ μόνης τῆς ἀκοῆς καὶ οἷον ἀποναρκήσῃ πρὸς τὸ ἐπίπονον τῆς ἀσκήσεως· ἠγνόει δὲ εἰς πεδίον τὸν ἵππον προκαλούμενος καὶ τὸν ξυρὸν τῇ ἀκόνῃ προσάγων· ταῦτα δὴ τὰ τῆς παροιμίας. Παχωμίῳ γὰρ τὰ παρὰ τοῦ Παλάμωνος εἰρημένα οὐχ ὅπως ἤμβλυνε τὴν τῆς προθυμίας ἀκμήν, ἀλλὰ καὶ μᾶλλον ἐστόμωσεν, οἷον σιδήρῳ βαφὴ τῇ ἐκείνου γεγενημένα ψυχῇ. Διὰ τοῦτο καὶ ἐνστατικώτερον πάλιν φησὶ πρὸς τὸν γέροντα· «Τῷ Θεῷ πεποιθώς, ὦ πάτερ, εὐχαῖς τε ταῖς σαῖς ἐπαγγέλλομαι ὑπομένειν πάντα μάλα προθύμως ὁπόσα κατέλεξας.» 9. Καὶ τότε λοιπὸν ὁ γέρων εἴσω τε τῆς στέγης αὐτὸν παραδέχεται καὶ κοινωνὸν διαίτης καὶ ἀσκήσεως προσλαμβάνεται. Ἦν δὲ αὐτοῖς τὸ μὲν ἔργον νήφειν ἀεὶ καὶ σχολάζειν τῇ προσευχῇ· σάκκους δὲ τριχίνους ὑφαίνειν τὸ πάρεργον, καὶ τούτους οὐκ εἰς τὴν αὐτῶν ἀπόλαυσιν, ἀλλ’ εἰς τὴν τῶν δεομένων χρείαν εἰωθότας χωρεῖν. Πρὸς μέντοι τὴν τοῦ ὕπνου βίαν, ἀγρυπνοῦσι πολλάκις ἐπεισπίπτουσαν, διαπυκτεύων ὁ ἀθλητὴς Παλάμων καὶ ὑπὲρ ἀμφοῖν ἀνθιστάμενος, τί μηχανᾶται;

Σπυρίδα λαμβάνων μίαν μὲν αὐτός, ἑτέραν δὲ τῷ Παχωμίῳ διδούς, ἐπὶ τὴν τοῦ ὄρους ἄμμον ἐβάδιζε σὺν ἐκείνῳ καὶ ταύτην συνάγοντες καὶ ταῖς σπυρίσιν ἐμβάλλοντες, ἀπὸ τόπου εἰς τόπον καὶ ἄμφω μετέφερον· καὶ οὕτως τὸ τοῦ ὕπνου βάρος ἀπετινάσσοντο καὶ πρὸς τὸ ἀγρυπνεῖν πάλιν ἀνενεοῦντο. Εἰώθει δὲ ὁ γέρων συνεχῶς τῷ Παχωμίῳ ἐπιφωνεῖν· «Νῆφε, Παχώμιε, μή σε καταλαβὼν ὑπνώττοντά ποτε ὁ πολέμιος καὶ ἀφύλακτον εὑρηκὼς τραυματίσῃ λάθρα καὶ κινδυνεύσῃς περὶ τὰ καίρια καὶ εἰς κενὸν ὁ κόπος ἡμῶν ἀποβῇ.» Οὐ μὴν ἀλλ’ ὁρῶν αὐτοῦ τὴν ἄκραν ὑπακοὴν καὶ τὴν ἐπ’ ἐλπίδι τῆς σωτηρίας ὑπομονὴν ἥδετο σφόδρα καὶ ἐδόξαζε τὸν Θεόν.

10. Τῆς ἑορτῆς δέ ποτε τοῦ πάσχα ἐπιστάσης, λέγει ὁ γέρων πρὸς τὸν Παχώμιον· «Ἐπειδὴ ἑορτὴ σήμερον λαμπρὰ τῆς τοῦ Χριστοῦ ἀναστάσεως, ἑτοίμασον ἡμῖν, τέκνον, τὸ ἄριστον.» Καὶ ὁ Παχώμιος ἔλαιον ἀπὸ τοῦ ταῖς λαμπάσιν ἡτοιμασμένου λαβών, τῷ τετριμμένῳ ἐπικατέχεεν ἅλατι· ἅλες γὰρ ἦν ἡ τροφὴ τῷ Παλάμωνι ἐνίοτε δὲ καὶ λαμψάκιον χωρὶς ἐλαίου καὶ ὄξους· πολλάκις δὲ καὶ σποδῷ μιγνύων τοὺς ἅλας οὕτως αὐτῶν μετελάμβανεν.

Ὡς οὖν τότε, τῆς τροφῆς αὐτῷ ὑπὸ τοῦ Παχωμίου παρατεθείσης, τὸ ἔλαιον ἐθεάσατο, τύψας τὸ πρόσωπον καὶ δακρύων πλησθείς· «Ὁ Κύριός μου, εἶπε, χθὲς ἐσταυρώθη τὰ ἔσχατα ὑβρισθείς, κἀγὼ τρυφήσω σήμερον ἐλαίου μεταλαβών;» Καὶ οὐ πρὶν ἠνέσχετο ἅψασθαι τῶν ἁλῶν, καίτοι πολλὰ τοῦ Παχωμίου παρακαλοῦντος αὐτὸν διακριθῆναι πρὸς τὴν ἑόρτιον ἡμέραν, ἕως οὗ ἀρθέντων τῶν τῷ ἐλαίῳ ἠρτυμένων, ἀνέλαιοι ἕτεροι παρετέθησαν ἅλες· καὶ τότε τὸ σημεῖον τοῦ σταυροῦ ὡς ἔθος τούτοις ἐπιβαλὼν προσήκατο τὴν τροφήν. Οὕτω τῆς δεσποτικῆς ἐντολῆς ὁλοσχερῶς περιείχετο καὶ καθάπαξ ἑαυτὸν ἀνεπίστροφον πρὸς τὴν τοῦ σώματος θεραπείαν διετήρει. Ὅπως δὲ καὶ ταπεινώσεως εἶχε καὶ διακρίνειν οἷός τε ἦν τὰ τοῦ δαίμονος τῆς ὑπερηφανίας βουλεύματα καὶ τεχνάσματα, δηλώσει καὶ τοῦτο ὁ λόγος.

11. Μιᾷ γάρ ποτε τῶν νυκτῶν ἀγρυπνίαν πάννυχον ἐκτελούντων αὐτῶν καὶ πῦρ ἀναψάντων, παρέβαλέ τις πρὸς αὐτοὺς μοναχὸς καὶ ἰδὼν ὑποκειμένην ἀνθρακιὰν ἔφη πρὸς τὸν Παλάμωνα· «Εἴ τις ὑμῶν πίστιν λέγει κεκτῆσθαι, τῶν ἀνθράκων τούτων ἐπιβὰς ἐκτελεσάτω τὴν προσευχὴν ἣν ἐν τοῖς εὐαγγελίοις ὁ Χριστὸς παρέδωκε.» Συνῆκεν ὁ γέρων ὑπερηφανίας δαιμονικῆς εἶναι ταῦτα τὰ ῥήματα· καὶ παραχρῆμα ἐπιτιμᾷ τούτῳ καὶ ἀποσχέσθαι τῶν τοιούτων παρεγγυᾷ λογισμῶν· πεπλανῆσθαι γὰρ αὐτὸν ὑπὸ τοῦ διαβόλου καὶ συνόλως ἀπονενοῆσθαι, τοιαῦτα καὶ φρονοῦντα καὶ λέγοντα. Ὁ δὲ μηδὲν τῆς πρεσβυτικῆς νουθεσίας ἐπιστραφεὶς ἥλατο κατὰ τοῦ πυρὸς γυμνοῖς τοῖς ποσὶ καὶ τὴν προσευχὴν ἅπασαν ἀπεστομάτισεν ἐπιβεβηκὼς τῆς ἀνθρακιᾶς· καὶ ἀπαθὴς τὸ καθόλου ἐκ δαιμονικῆς πάντως ἐνεργείας διέμεινε κατὰ παραχώρησιν Θεοῦ· πρὸς γὰρ τοὺς σκολιοὺς σκολιὰς ὁδούς, κατὰ τὸ γεγραμμένον, ἀποστέλλει ὁ Θεός. Ἔδοξε μὲν οὖν ὁ ἄθλιος μέγα τι ποιῆσαι ὡς τάχα τῆς φλογὸς ὑπεράνω γενόμενος, μὴ συνιεὶς ὅτι ἕτερον αὐτὸν πῦρ τὸ τῆς ὑπερηφανίας δεινῶς κατενέμετο.

Καὶ μέλλων αὖθις ἕωθεν ἀναχωρεῖν ἐκεῖθεν, κατειρωνεύετο τῶν τιμίων ἀνδρῶν καὶ ὀνειδιστικῶς ἤλεγχεν οἱονεὶ τὸ τῆς ἀρετῆς ἀτελές, λέγων· «Ποῦ ἡ πίστις ὑμῶν;» Ὡς δὲ ἔγνω τὸν ἄνθρωπον ὁ πονηρὸς καὶ χαιρέκακος δαίμων τελείως αἰχμαλωτισθέντα τὴν διάνοιαν καὶ τῇ ἐκ τοῦ τύφου ἀχλύι σκοτισθέντα, ἐπιτίθεται κατὰ τὸ φανερὸν αὐτῷ ὁ ἐχθρὸς ὡς εὐαλώτῳ ἤδη καθεστηκότι· καὶ σχηματίσας ἑαυτὸν εἰς γυναῖκα εὐπρεπεστάτην τὸ εἶδος, προσῆλθε τῷ οἰκίσκῳ τοῦ μοναχοῦ διάγοντι καθ’ ἑαυτόν.

Καὶ κρούσαντι τούτῳ τὴν θύραν ἀνοίγει ὁ ἡσυχαστής· καὶ λέγει πρὸς αὐτὸν ἡ εἰσελθοῦσα· «Δανειστάς, ὦ πάτερ, ἐπικειμένους μοι καὶ διοχλοῦντας φεύγουσα πάρειμι· ἀλλὰ δέομαι, κρύψον με ὑπὸ τὴν στέγην τὴν σήν, μέχρις ἂν ἐκεῖνοι παρέλθοιεν.» Πείθεται τοῖς λόγοις τούτοις τοῖς ἀπατηλοῖς ὁ κακοδαίμων, καὶ σύνοικον ἑαυτῷ οἴμοι προσλαμβάνει τὸν τῆς ἀσελγείας ἔξαρχον δαίμονα, μὴ πολυπραγμονήσας, μὴ διακρίνας εἰ πιθανὰ ταῦτα καὶ λόγου ἐχόμενα, μηδὲ ἐν νῷ λαβὼν τὰς ἐπιβουλὰς καὶ ἐνέδρας τοῦ διαβόλου, ἃς τοῖς μοναχοῖς μάλιστα συσκευάζειν ἐπιτηδεύει· τοιοῦτον γὰρ τὸ τῆς πωρώσεως πάθος, ἥτις οὐ τοσοῦτον ἄλλοθεν ὅσον ἐκ τῆς ὑπερηφανίας ἐπιγίνεσθαι εἴωθε. Τί τὸ ἐπὶ τούτοις; Ὁ μὲν δαίμων ἐκμαίνει τὸν μοναχὸν τοῖς τῆς ἐπιθυμίας ὑπεκκαύμασι καὶ τοξεύμασιν· ὁ δὲ οὐκ ἀντέχει, ἀλλ’ ἐνδίδωσι ταῖς βολαῖς καὶ μαλάσσεται τῷ πυρὶ καὶ πρὸς τὴν ἁμαρτίαν ὑπολισθαίνει καὶ πρόσεισι τῇ φαινομένῃ γυναικί, αὐτῷ λέγω τῷ δαίμονι. Ὁ δὲ τοῦτον εὐθὺς εἰς γῆν καταράσσει, ὅλον ὅλος εἰσδὺς καὶ τῶν φρενῶν ἀποστήσας τὸν δείλαιον· ἔκειτο γοῦν ἐπὶ πολὺ κατὰ γῆς ἐρριμμένος ὡσεὶ νεκρός.

Μόλις δὲ καὶ ὀψὲ δυνηθεὶς ἐξαναστῆναι καὶ ἐν συναισθήσει γενόμενος τοῦ κατασχόντος αὐτὸν δαίμονος, δρομαῖος ἐπὶ τὸν Παλάμωνα παραγίνεται τρόμῳ παλλόμενος καὶ διηγεῖται αὐτῷ τὸ πάθος μετὰ δακρύων ἐξαγορεύων τὸ οἰκεῖον πταῖσμα καὶ λέγων· «Ἐγώ, πάτερ, τῆς ἀπωλείας αἴτιος ἐμαυτῷ· πολλὰ γάρ με νουθετούντων ὑμῶν οὐχ ὑπήκουσα ἐξ ἀνοίας· τοιγαροῦν ἐκομισάμην τῆς παρακοῆς τὰ ἐπίχειρα· διὸ παρακαλῶ, βοηθήσατέ μοι, ναὶ βοηθήσατε τῷ ἀθλίῳ διαφθαρῆναι κακῶς ὑπὸ τοῦ δαίμονος κινδυνεύοντι.» Ἔτι ταῦτα λαλῶν ὁ ταλαίπωρος, καὶ τοῦ Παλάμωνος καὶ τοῦ Παχωμίου ὑπὸ συμπαθείας εἰς ὀδυρμοὺς καταγομένων, αἴφνης ὥσπερ οἴστρῳ τινὶ βληθεὶς διὰ τῶν θυρῶν ἐξεπήδησε καὶ πρὸς τὸ ὄρος ἔτεινε δρόμῳ μακρῷ ὑπὸ τοῦ ἀκαθάρτου πνεύματος ἐλαυνόμενος, ἕως κατήντησεν εἰς πόλιν τινὰ τοῦ Πανὸς καλουμένην· ἐκεῖσε δὲ μετ’ ὀλίγον εἰς βαλανείου τινὸς ἐσχάραν ἐνῆκεν ὁ ἄθλιος ἑαυτὸν καὶ διεφθάρη ὑπὸ τοῦ πυρός.

12. Ταῦτα τῷ Παχωμίῳ εὐλαβείας τε ὅτι πολλῆς παίδευμα γίνεται καὶ ταπεινοφροσύνης διδασκαλία, τόν τε τοῦ Θεοῦ φόβον τῇ ἐκείνου ψυχῇ μᾶλλον ἐνίησιν· ὃς δὴ καὶ ῥιζωθεὶς ἐν αὐτῇ βεβαίως καὶ αὐξηθεὶς οὐκ ἐδίδου χώραν τοῖς πάθεσιν οὐδὲ παρείσδυσιν εἰς αὐτήν, καρποὺς δὲ μᾶλλον οἰκείους ἐξήνθει καὶ βλαστοὺς ἀρετῆς· ὥστε τὸν γέροντα, διὰ θαύματος πολλάκις ποιούμενον τὴν σωματικὴν ἐκείνου ἄσκησιν καὶ τὸ φερέπονον, ἔτι πλέον θαυμάζειν τὸ τῆς ψυχῆς ἀνδρεῖον αὐτοῦ καὶ ὑπέρτερον τῶν παθῶν καὶ τὸ πρὸς τὴν μελέτην τῶν θείων λογίων ἄοκνον καὶ ἀνένδοτον, πρὸς δὲ καὶ τὸ συντηρητικόν τε καὶ ἀνεπίληστον τῶν ἅπαξ ἀναληφθέντων αὐτῷ μαθημάτων.

13. Τῆς μὲν οὖν πρὸς τοὺς πόνους ὑπομονῆς ἐκείνου καὶ καρτερίας δεῖγμα καὶ τοῦτο μετὰ τῶν ἄλλων· τοῦ γὰρ ὄρους, ὅθεν αὐτοῖς ξυλεύεσθαι ἦν, ἀκανθῶν πεπλησμένου, δι’ αὐτῶν βαδίζων προθύμως ὁ ἀσκητὴς Παχώμιος (καὶ εἰς τὴν τοιαύτην γὰρ ὑπηρεσίαν αὐτὸς εἰώθει τῷ γέροντι ὑπουργεῖν) κατετραυμάτιζε τοὺς πόδας καὶ χαλεπῶς διετίθει ταῖς ἀλγηδόσι βαλλόμενος· ἐνθυμούμενος δὲ τοὺς ἥλους ἐκείνους, χειρῶν τε καὶ ποδῶν διατρήσεις ἃς ὁ Δεσπότης ὑπὲρ ἡμῶν τῇ σαρκὶ ἀνεδέξατο, ῥᾴων ἐγίνετο καὶ τὰς ὀδύνας ἔφερε γενναιότερον.

14. Ταῦτα δὲ ἀπὸ τῶν συγγεγονότων τῷ Παχωμίῳ μετὰ τοῦτο γερόντων εἰς ἀκοὰς ἦλθεν ἐμοί· κἀκεῖνοι δὲ αὖ ἀπ’ αὐτοῦ ἐκείνου ἀκηκοέναι ἔλεγον, εἰωθότος ὁπότε σχολὴν ἄγοιεν ἀπὸ τῆς ἀκροάσεως τῶν θείων λογίων, φράζειν πρὸς τοὺς συνόντας τὰ τοιαῦτα, οὐ δι’ ἐπίδειξιν, ἄπαγε—τίς γὰρ ἐκείνου πλέον τοῦ ἀλαζονεύεσθαι ἀφειστήκει; —ἀλλ’ ὠφελείας χάριν τῶν ἀκουόντων καὶ τῆς εἰς τὰ καλὰ προτροπῆς. Πολλῶν δὲ πάνυ καὶ μεγάλων περὶ αὐτοῦ διηγημάτων παρὰ φιλαλήθων ἀνδρῶν εἰς τὰς ἐμὰς ἐληλυθότων ἀκοάς, τὰ πλείω παρείθη, ἀμετρίαν λόγου φεύγοντι καὶ τὸν πολέμιον ταῖς ἀκοαῖς κόρον φυλαττομένῳ· ἱκανὰ δὲ τοῖς γε συνετοῖς ἀνδράσι καὶ τὰ ὀλιγοστὰ ταῦτα, ὅσα δηλαδὴ ὑποβληθείη τῇ παρούσῃ γραφῇ, τὴν τοῦ ἀνδρὸς ἀνυπέρβλητον ἀρετὴν καὶ τὴν πρὸς πάντα τὰ καλὰ εὐτονίαν καὶ ἔνστασιν παραστήσασθαι· ἐπεὶ καὶ γεῦσις μόνη βραχεῖα γνωρίζει τὸν ἐν τῷ πίθῳ πολὺν ἀνθοσμίαν καὶ ὄνυξ τὸν λέοντα, καὶ κράσπεδόν τις ἐσθῆτος μόνον ἰδὼν ὅλην ἔγνω τοῦ ὑφάσματος τὴν εὐπρέπειαν· ἀλλ’ ἐπὶ τὰ ἑξῆς ἐπανιτέον.