Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Παχώμιος ὁ Μέγας – Βίος Παχωμίου (τέταρτος)

Παχώμιος ὁ Μέγας

Η οργάνωση του κοινοβιακού βίου και ο αγγελικός κανόνας

Η καθιέρωση κανόνων για τη μοναχική πολιτεία κατόπιν αγγελικής αποκάλυψης, η διαίρεση των μοναχών σε τάγματα, και η ρύθμιση της φιλοξενίας, της εργασίας και της προσευχής.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Παχώμιος ὁ Μέγας

—

Κεφάλαιο 6 από 11

25. Διαβὰς γάρ ποτε ἅμα τοῖς ἀδελφοῖς εἴς τι νησίδιον τοῦ ποταμοῦ Νείλου κατὰ χρείαν θρύων ὧν ἐδέοντο εἰς ψιάθων κατασκευήν, εἶτα τῶν ἄλλων μετὰ τὸν ἐκ χειρὸς κάματον εἰς ὕπνον ὑπαχθέντων, αὐτὸς ἰδίᾳ που χωρισθεὶς ἀγρυπνῶν τε καὶ προσευχόμενος διετέλει καθάπερ εἰώθει, τὸ τοῦ Θεοῦ τέλειον θέλημα διδαχθῆναι δεόμενος· διελογίζετο γὰρ ἐνδοιάζων, μή ποτε ὁ ἡσύχιος βίος καὶ φροντίδων ἀπηλλαγμένος τοῦ κοινωνικοῦ καὶ θορύβων μεστοῦ ὑπάρχει θεοφιλέστερος. Ὡς οὖν ηὔχετο περὶ τούτου, ἐπιστὰς αὐτῷ ἄγγελος θεῖος· «Τὸ θέλημα τοῦ Θεοῦ τοῦτό ἐστιν, εἶπε, τὸ τοῖς ὁμογενέσι διακονεῖν καὶ καταλλάσσειν τῷ Θεῷ τούτους εἰς δύναμιν.» Τότε μὲν οὖν ὁ ἄγγελος τρὶς τοῦτο εἰπὼν πρὸς αὐτὸν ἀπηλλάγη. Μετὰ δὲ ταῦτα ἐπειδὴ λοιπὸν εἰς πλῆθος ἐπεδίδου πολὺ τὸ τῶν μοναχῶν σύστημα καὶ σοφωτέρας αὐτοῖς ἔδει προστασίας καὶ κυβερνήσεως, πάλιν τῷ Παχωμίῳ φανεὶς ὁ αὐτὸς ἄγγελος, ἐπὶ πλεῖόν τε τούτῳ προσομιλεῖ καὶ διὰ πλειόνων τὰ ποιητέα διδάσκει καὶ παραδίδωσι· περὶ ὧν καὶ ἐροῦμεν αὐτίκα.

26. Ὁ τοίνυν Παχώμιος, ἐξ ὧν τε ἤκουσε πρότερον ἄνωθεν διὰ τοῦ ἀγγέλου λαληθέντων αὐτῷ καὶ ὧν αὐτὸς πάλιν τηνικαῦτα τούτῳ ὑπέθετο, τὸ τοῦ Θεοῦ διερμηνεύων θέλημα, πληροφορίαν ἤδη λαβὼν πάντας ἁπλῶς ὑπεδέχετο, τούς τε κατ’ οἰκείαν γνώμην αὐτῷ προσερχομένους καὶ τοὺς παρὰ τῶν γονέων προσαγομένους· οὐ μὴν τηνικαῦτα καὶ τοῦ σχήματος μετεδίδου οὐδὲ τῷ τῶν μοναχῶν ταχέως αὐτοὺς ἐνέκρινε τάγματι· ἀλλ’ ἐδοκίμαζε πρῶτον, καὶ οὕτως αὐτοὺς ἐπιλεγόμενος τὰ μοναχικὰ ἐξεπαίδευεν, ἀπὸ τῶν εὐκολωτέρων ἀρχόμενος καθάπερ εἰκὸς καὶ προβιβάζων κατὰ μικρὸν ἐπὶ τὰ μείζω καὶ τελεώτερα· κόσμῳ τε γὰρ ἀποτάξασθαι παντελῶς τὴν ἀρχὴν αὐτοὺς ἔδει καὶ σχέσεως συγγενικῆς ἀπορρῆξαι δεσμά, ναὶ μὴν καὶ συνηθείας οἰκείων καὶ φίλων κρείττους γενέσθαι, καὶ χρημάτων δὲ καὶ κτημάτων καθάπαξ ἐπιλαθέσθαι καὶ πάντων τῶν τοῦ βίου ἡδέων· τούτοις εἵπετο καὶ ἡ τοῦ ἰδίου θελήματος παντελῶς ἐκκοπή, ἡ ἄκρα ὑπακοή, ἡ πρὸς τοὺς πόνους ὑπομονή, ἡ πρὸς τὰ σαρκικὰ πάθη ἀντίστασις καὶ ἀντιπαράταξις. Τοιούτοις ὁ μέγας καθηγητὴς προγυμνάσμασι χρώμενος καὶ διὰ τοιαύτης ἀκολουθίας καὶ τάξεως παιδοτριβῶν τοὺς οἰκείους μαθητὰς εἰς τὴν μοναχικὴν ἐνῆγε καὶ καθωδήγει τελειότητα.

Καὶ τὸ μεῖζον ὅτι ἐκείνους μὲν διὰ τὸ νεοπαγὲς καὶ ἀστήρικτον πάσης παντελῶς διακονίας καὶ λειτουργίας ἀνῆκε, μόνην παραδοὺς αὐτοῖς τὴν μελέτην τῶν θείων γραφῶν καὶ ἐξαιρέτως τῶν τοῦ εὐαγγελίου ἁγίων λογίων οἷς ἡμέρας τε καὶ νυκτὸς ἀρδευόμενοι καὶ τρεφόμενοι ἐπιδιδόναι τε πρὸς ἀρετὴν ἔμελλον καὶ ὡραίαν αὐτῆς ἤδη τὴν ἄνθην ὑπέφαινον. Ἑαυτὸν δὲ λοιπὸν μόνον πάσῃ ὑπετίθει χρείᾳ καὶ ὑπηρεσίᾳ τῆς τε μονῆς καὶ τῶν ἀδελφῶν, θαυμαστῇ χρώμενος ὁ πρεσβύτης ἀνδρείᾳ καὶ προθυμίᾳ, καὶ εἷς ἅπασιν ἐπαρκῶν καὶ κοινῇ καὶ καθ’ ἕνα, καὶ προσέτι μηδὲ τῆς εἰωθυίας τὸ παράπαν ἀσκήσεως ἀφιστάμενος.

Οὕτως ἄρα πρὸς τὸ πονεῖν κάλλιστα ἐγεγύμναστο καὶ τοσαύτην πρὸς τοὺς ἀδελφοὺς ἐπεδείκνυτο τὴν στοργὴν καὶ συμπάθειαν. 27. Ἀμέλει καὶ κατεπλήττοντο ἅπαντες τὸ φερέπονον αὐτοῦ καὶ φιλάδελφον βλέποντες· ἅμα δὲ καὶ συνιέντες τῆς ἑαυτῶν ὠφελείας καὶ πρὸς ἀρετὴν ἐπιδόσεως, ἧς αἴτιον ἐκεῖνον μετὰ Θεὸν κατελάμβανον, διαφερόντως ἐτίμων αὐτὸν ὥσπερ εἰκός, καὶ ὅσα καὶ πατέρα χρηστὸν καὶ κομιδῇ φιλόπαιδα στέργοντες προθύμως λίαν τούτῳ ὑπήκουον. Ἤδη δὲ καὶ τῆς ἐθελοδουλείας ἐκείνου καὶ διακονίας πρὸς μίμησιν διανίσταντο· καί ποτε διὰ ταῦτα συνελθόντες ὁμοῦ· «Φεῦ, πρὸς ἀλλήλους ἔλεγον, οἷον ἠγνοοῦμεν; πόσον τῆς ἀληθείας ἀπεπλανώμεθα νομίζοντες ἐξ ἀνοίας ὅτι τῶν ἀνθρώπων οἵ τε ἀγαθοὶ ἐξ ἀρχῆς οὕτω γεγέννηνται, οἵ τε πονηροὶ ὁμοίως, καὶ κατὰ ἀποκλήρωσίν τινα οἱ μὲν τὴν ἀρετὴν ἐκ φύσεως ἔλαχον, οἱ δὲ τὴν κακίαν, καὶ ἀμεταθέτως ἔχουσι πρὸς τὰ ἐναντία ἑκάτεροι.

Ἀλλ’ ἰδοὺ νῦν ἡ πεῖρα σαφῶς ψευδῆ ταύτην τὴν δόξαν ἡμῶν καὶ ματαίαν ἀπήλεγξεν· ὁ γὰρ τοῦ Θεοῦ ἄνθρωπος οὗτος ἔργοις αὐτοῖς ἡμᾶς ἐπληροφόρησεν ὡς τὸ ἁμαρτάνειν ἢ κατορθοῦν προαιρέσεώς ἐστιν, ἀλλ’ οὐ φύσεως· γονέων γὰρ φὺς ἑλληνιζόντων τὴν θρησκείαν καὶ παρὰ τοιούτων ἀνατραφείς τε καὶ παιδευθείς, οἴκοθεν ὕστερον καὶ ἐξ ἰδίας προαιρέσεως τὴν εἰδωλολατρείαν διαπτύσας τῇ εὐσεβείᾳ προσέδραμε καὶ τὰς σωτηριώδεις ἐντολὰς τοῦ Χριστοῦ ὡς οὐκ ἄλλος κατώρθωσεν.

Ἐξὸν οὖν καὶ ἡμῖν καὶ παντὶ τῷ βουλομένῳ τῆς μὲν κακίας, κἂν πρότερον ἐπεκράτει παρὰ ταῖς καρδίαις ἡμῶν, ῥᾳδίως ἀποστῆναι, τὴν δὲ ἀρετὴν πάσῃ σπουδῇ μεταδιώκειν καὶ ἐγκολπίζεσθαι. Καὶ τοῦτό ἐστιν ἄρα τὸ ἐν γραφῇ δηλούμενον· Δεῦτε πάντες οἱ κοπιῶντες καὶ πεφορτισμένοι, κἀγὼ ἀναπαύσω ὑμᾶς. Ὅσους δὲ καὶ ὑφίσταται πόνους ὑπὲρ ἡμῶν ὁ πατὴρ καὶ διδάσκαλος, μόνος τὰς ὑπὲρ τῶν ὅλων φροντίδας ἐπ’ ὤμων ἀράμενος, μόνος ὑπὲρ πάντων ταλαιπωρούμενος, παντὶ τῷ δεομένῳ τινὸς αὐτὸς τὸ χρειῶδες ἐπαρκῶν, τῷ κρούοντι τὴν θύραν αὐτὸς ὑπακούων, τοῦ κήπου καὶ τῶν ἐν αὐτῷ λαχάνων ἐπιμελόμενος καὶ τὰ πρὸς τὴν θεραπείαν ἑτοίμως παρέχων, τοῖς πᾶσι πάντα γινόμενος κατὰ τὴν τοῦ ἀποστόλου φωνήν, ἵνα πάντας ἡμᾶς εἰ δυνατὸν κερδήσῃ.

Τί οὖν ἡμεῖς καθήμεθα περιμένοντες πότε ἡμῖν ἐκεῖνος τὰ σιτία προσοίσει καὶ τὰ ποτὰ καὶ τὴν ἄλλην θεραπείαν τοῦ σώματος, ἀρρώστοις ἀνθρώποις ἀτεχνῶς ἐοικότες ἢ καὶ ἀναπήροις τισὶ καὶ ἐστερημένοις χειρῶν τε καὶ ποδῶν πρὸς ἐνέργειαν; Φέρε δὴ μιμησώμεθα τὸ τοῦ προεστῶτος φιλόπονον, καὶ ἀντιλαβώμεθα καὶ αὐτοὶ ἔργου τινός· διακονήσωμεν ἀλλήλοις ἐν μέρει, καθάπερ ἐκεῖνος πᾶσιν ὁμοῦ· συζήσωμεν αὐτῷ καὶ συναποθάνωμεν, καὶ ταύτην ἀποδῶμεν ἀμοιβὴν τῷ φιλοτέκνῳ πατρὶ οὕτως ἡμᾶς καλῶς καὶ θεοφιλῶς ὁδηγοῦντι καὶ κατευθύνοντι.» Ταῦτα λέγοντες ἀντελαμβάνοντο καὶ αὐτοὶ ἐθελοντὶ τῆς διακονίας καὶ τὸν καθηγητὴν ἐμιμοῦντο λοιπὸν κατὰ δύναμιν, ἀλλήλοις τὰς χρείας προθύμως ἀποπληροῦντες καὶ τοῖς πόνοις ἐνασμενίζοντες.

Ἐτόλμησαν δέ ποτε καὶ ἐρωτῆσαι αὐτόν· «Διὰ τί σὺ μόνος κάμνεις, ὦ πάτερ, πάντα τὰ τῆς μονῆς ἔργα ποιῶν;» Ὁ δὲ πρὸς αὐτούς· «Τίς, ἔφη, ὦ τέκνα, ζεῦγος ἴδιον ζεύγνυσιν, ἔπειτα ἀφίησιν αὐτὸ ὑπὲρ δύναμιν κοπιᾶν, ἕως ἂν τελείως ἐξατονῆσαν εἰς γῆν κατενεχθῇ; Τὸν αὐτὸν δὴ τρόπον κἀγὼ οὐ θέλω ὑμᾶς ἐπὶ πολὺ κοπιᾶν ἐν ταῖς σωματικαῖς ταύταις διακονίαις, ἵνα μὴ εἰς τὰ ἀναγκαιότερα τῆς πνευματικῆς ἀσκήσεως ἐκλελυμένοι εὑρίσκησθε καὶ ἄτονοι· διὰ ταῦτα, τοῦ Κυρίου στηρίζοντος τὴν ἐμὴν ἀσθένειαν καὶ δυναμοῦντος, οὐ παύσομαι διακονεῖν ὑμῖν καὶ τὰς ἀναγκαίας χρείας ἀποπληροῦν· οὐ γὰρ ἐγὼ μείζων ἢ ἐντιμότερος τοῦ Χριστοῦ, ὃς ἐν μέσῳ τῶν οἰκείων μαθητῶν ἀνεστρέφετο τούτοις διακονῶν. Οὕτω γὰρ δουλεύοντός μου τῷ Θεῷ καὶ ὑμῖν, κἀγώ τε ἀναπαύομαι καὶ ὑμεῖς, ἀπερικόπως τὰς ἀρετὰς ἐργαζόμενοι, τέλειοι γενήσεσθε τῶν ἐντολῶν τοῦ Θεοῦ πληρωταί.

Οὐ μὴν ἀλλὰ καὶ ὑμῶν τοὺς δυναμένους συναίρεσθαί μοι τὰ τοιαῦτα καὶ προθυμουμένους συνεργεῖν μοι καὶ συμπονεῖν, οὐ κωλύσω.» 28. Προσήρχοντο οὖν αὐτῷ καὶ τῇ κατ’ αὐτὸν νεοσυστάτῳ μονῇ συχνοὶ καὶ συχνάκις πάντοθεν παραβάλλοντες ἐκ τῆς πανταχοῦ τρεχούσης φήμης καὶ τὴν μετ’ αὐτοῦ συνοίκησιν ἀσμένως αἱρετιζόμενοι. Ἵνα δὲ καὶ κατ’ ὄνομά τινας αὐτῶν διαλάβωμεν, προέδραμον μὲν Ψανθάϊσις καὶ Σουροῦς καὶ Ὀψῆς· χρόνῳ δὲ ὕστερον ἐπηκολούθησαν Πεκύσιος καὶ Κορνήλιος καὶ Παῦλος, Παχώμιός τε ἕτερος καὶ Ἰωάννης· μεθ’ οὓς ἐληλύθει καὶ Θεόδωρος ὁ θαυμάσιος, παιδίον ὢν ἔτι ὡσεὶ δέκα καὶ τεσσάρων ἐτῶν· ὃς δὴ καὶ γνήσιον κατὰ πνεῦμα τέκνον τῷ Παχωμίῳ ἐγεγόνει, ὡς καὶ τὴν ἀρετὴν ὅτι μάλιστα τῷ πατρὶ ἐοικώς. Καὶ οὕτως πολλῶν πανταχόθεν ἀφικνουμένων διὰ τὸ ἐξακούεσθαι τὰ τῆς ἀρετῆς τοῦ μεγάλου πατρός, εἰς ἑκατὸν περιέστη τὰ πρῶτα ὁ τῶν μοναχῶν ἀριθμός. Προϊόντος δὲ τοῦ καιροῦ, καὶ πλείους πολλῷ κατέστησαν.

29. Ὡς οὖν ἔδει τῷ τοσούτῳ πλήθει τύπου καινοτέρου τινὸς καὶ διατάξεως θειοτέρας πρὸς τὴν πνευματικὴν πολιτείαν, ἐπιστὰς πάλιν ὁ ἄγγελος ἰδίᾳ προσευχομένῳ δίδωσιν αὐτῷ δέλτον χαλκῆν, ἐν ᾗ ἐγέγραπτο ταῦτα· «Συγχωρήσεις ἑκάστῳ κατὰ τὴν οἰκείαν δύναμιν καὶ φαγεῖν καὶ πιεῖν· καὶ πρὸς τὴν ἑκάστου ἰσχὺν ἀνάλογον καὶ τὰ ἔργα αὐτοῖς ἐγχειρίσεις, ἤγουν τοῖς μὲν ἰσχυροτέροις τὰ σώματα καὶ πλείονα προσιεμένοις τροφὴν τὰ μείζω καὶ δυσχερέστερα, τὰ δὲ ἐλάττω καὶ εὐκοπώτερα τοῖς διὰ τῆς ἀσκήσεως τὸ σῶμα καταπονοῦσι καὶ ἡσυχάζειν ἐθέλουσιν· οὔτε δὲ νηστεῦσαι κωλύσεις οὔτε φαγεῖν. Ποιήσεις δὲ σκηνώματα διάφορα ἐν τῇ αὐλῇ· καὶ καθ’ ἓν τρεῖς μενέτωσαν ἀδελφοί. Ἡ δὲ τροφὴ πάντων ὑπὸ ἕνα οἶκον ἐξεταζέσθω. Καθευδέτωσαν δὲ μὴ ἀνακείμενοι, ἀλλὰ θρόνους ὑπτιωτέρους ἐνῳκοδομημένους τοῖς οἰκήμασι ποιήσεις αὐτοῖς, ἐν οἷς μεταλαμβανέτωσαν ὕπνου· φορείτωσαν δὲ ἐν ταῖς νυξὶ λεβίτωνας λινοῦς καὶ ἔστωσαν ἐζωσμένοι. Ἕκαστος δὲ αὐτῶν ἐχέτω μηλωτὴν αἰγείαν ἐξειργασμένην, ἧς ἄνευ μήτε ἐσθιέτωσαν μήτε καθευδέτωσαν· εἰσιόντες δὲ εἰς τὴν κοινωνίαν ἐν σαββάτοις καὶ κυριακαῖς τὰς ζώνας λυέτωσαν καὶ τὰς μηλωτὰς ἀποτιθέσθωσαν.

Κουκούλια δὲ αὐτοῖς ἐν ταῖς κεφαλαῖς ἐπιτιθέσθωσαν ἄμαλλα ὡς παιδίοις, ἐν οἷς καὶ σταυροῦ τινα τύπον ἐκ βαφῆς πορφυρᾶς ἐνσημαίνεσθαι.» 30. Ἐπὶ τούτοις ὁ ἄγγελος εἰς εἴκοσι καὶ τέσσαρα τάγματα τὸ τῶν μοναχῶν σύστημα παρηγγύησε διελεῖν κατὰ τὸν ἀριθμὸν τῶν εἰκοσιτεσσάρων γραμμάτων, καὶ ἕκαστον τάγμα ἑνὶ στοιχείῳ καλέσαι, τῶν ἑλληνικῶν φημι τούτων, ἀρξάμενον ἀπὸ τοῦ ἄλφα καὶ καθεξῆς μέχρι τοῦ ὦ τοῦ μεγάλου. Ἐρωτήσαντος δὲ τοῦ Παχωμίου τὸν ἄγγελον· «Πῶς ἀλλήλους κατὰ τάγμα ἀσπάσονται ἢ πῶς περὶ ἀλλήλων τὰς πεύσεις ποιήσονται;» ἔφη ἐκεῖνος ὅτι· «Ἀπὸ τῆς τῶν γραμμάτων προσηγορίας ἀφ’ ὧν οὗτοι ὀνομάζονται», οἷον· «Πῶς ἔχει τὸ ἄλφα;» δηλαδὴ τὸ τάγμα τὸ οὕτως ὀνομαζόμενον, καὶ πάλιν· «Ἄπελθε πρὸς τὸ βῆτα», καὶ πάλιν· «Ἀπὸ τοῦ γάμμα τάγματος πάρειμι». Κατὰ μέντοι τὰς διαφορὰς ὡς ἐπίπαν τοῦ τρόπου τῶν ἀδελφῶν καὶ τὰς διαιρέσεις αὐτῶν τὰς εἰς τὰ τάγματα ποιήσασθαι παρηγγύησεν, ὥστε ἰδίως μὲν εἶναι τοὺς ἀπραγμονεστέρους, ἰδίως δὲ τοὺς πρακτικωτέρους, τούς τε ἁπλουστέρους ὡσαύτως καὶ τοὺς ποικιλωτέρους ταῖς γνώμαις καὶ τοὺς λοιποὺς ὁμοίως· πολλαὶ γὰρ αἱ τῶν τρόπων διαφοραί.

Καὶ τὰ στοιχεῖα δὲ τῶν γραμμάτων, ὡς ἔνι μάλιστα, συμβολικῶς αὐτοῖς ἐκέλευσεν ἐπιτίθεσθαι, οἷον τοῖς μὲν ἁπλοϊκωτέροις τὸ ἰῶτα, τὸ ξῖ δὲ αὖ τοῖς σκολιωτέροις, καὶ τὰ λοιπὰ ὡσαύτως, ὥστε καὶ τούτων ἕκαστον σύμβολον εἶναι τῆς τοῦ τάγματος ἰδιότητος, μόνων τῶν πνευματικῶν εἰδότων τὰ σημαινόμενα.

31. Ἐγέγραπτο δὲ καὶ τοῦτο ἐν τῇ δέλτῳ ὅτι· «Ξένον, ἄλλου μοναστηρίου ἔχοντα τύπον, οὐ δέξῃ, ὅτι μὴ ἐπὶ τῷ ξενοδοχῆσαι καὶ μόνον, οὐχ ὥστε μέντοι καὶ συνεστιαθῆναι τοῖς ἀδελφοῖς· οὔτε δὲ κοσμικὸν εἰς τὴν μονὴν παραδέξῃ, ἐκτὸς εἰ μὴ ὁδοιπόρον.

Εἰ δὲ θελήσει τις ὡς τῷ κόσμῳ ἀποταξάμενος συνεῖναι τοῖς ἀδελφοῖς, τὸν τοιοῦτον ἐπὶ τριετίαν ἐν τοῖς ἔργοις τῆς μονῆς δοκιμάζειν· δεδωκότα δὲ πεῖραν ὑπομονῆς ἐν τούτῳ τοῦ χρόνου τῷ διαστήματι, οὕτως εἰσδέχεσθαι. Ἐσθίοντες δέ, φησίν, ἐν ἑνὶ οἴκῳ, τοῖς κουκουλίοις τὰς κεφαλὰς καλυπτέσθωσαν, ἵνα μὴ ἀδελφὸς ἀδελφὸν ὁρῴη μασώμενον.» Ἐνετέλλετο δὲ καὶ ἐσθίοντας μὴ λαλεῖν μηδὲ ἐκτὸς τοῦ πίνακος καὶ τῆς τραπέζης τὸ ὄμμα σοβεῖν· εὐχὰς δὲ δυοκαίδεκα ἡμέρας διὰ πάσης ποιεῖν, ὡς εἶναι τὴν εὐχὴν ἄπαυστον ὡς εἰπεῖν, καὶ ἐν ταῖς παννυχίσιν ὡσαύτως· ἐκτὸς δὲ τούτων καὶ κατὰ τὴν ἐννάτην ὥραν, ὅτε τὸ πλῆθος μεταλαμβάνει τροφῆς, τρεῖς εὐχάς, καὶ ἐν τῷ λυχνικῷ ἕξ· καὶ ψαλμὸν δὲ προσᾴδεσθαι ἑκάστῃ εὐχῇ. Τοῦ δὲ Παχωμίου αἰτιωμένου τὴν ὀλιγότητα τῶν εὐχῶν, ὁ ἄγγελος ἱκανὰς ἔλεγεν εἶναι καὶ ταύτας, ὥστε καὶ τοὺς ἀσθενεστέρους ἐπιτελεῖν δύνασθαι τὸν κανόνα καὶ μὴ λυπεῖσθαι ὡς ὑστεροῦντας. «Οἱ δὲ τέλειοι, φησί, νομοθεσίας χρείαν οὐκ ἔχουσι· καθ’ ἑαυτοὺς γὰρ ἐν τοῖς ἰδίοις κελλίοις ὅλην ἑαυτῶν τοῖς θείοις θεσμοῖς ἀνατεθείκασι τὴν ζωήν.» Ταῦτα ὁ ἄγγελος τῷ Παχωμίῳ διαταξάμενος καὶ δοὺς αὐτῷ τὸν θεῖον νόμον ἀνάγραπτον ἐν τῇ δέλτῳ, ἀπῆλθε. Κἀκεῖνος κατὰ τὰς ἐν αὐτῷ παραδόσεις ἦγε τοὺς ἀδελφούς, οὐ τῷ λόγῳ μόνῳ διδάσκων, ἀλλὰ καὶ τοῖς καθ’ ἑαυτὸν ὑποδείγμασι πρὸς τὰ κάλλιστα προτρεπόμενος.

32. Ὁπότε δὲ ἔδει τούτους τῶν θείων μυστηρίων μεταλαμβάνειν ἅμα τῷ καθηγητῇ, τῶν πρεσβυτέρων τινὰ ἀπὸ τῶν ἐγγύθεν ἐκκλησιῶν μετεκαλεῖτο· οὐ γὰρ ἦν ἐν αὐτοῖς τις τῶν μοναχῶν ἱερατικῷ ἐγκατειλεγμένος βαθμῷ, ἅτε μηδὲ τοῦ προεστῶτος τοῦτο ἡγουμένου λυσιτελές· οὐ γὰρ καλὸν εἶναι ἔλεγε τὸ ἀρχῆς ἐφίεσθαι καὶ δόξης ἐν κοινοβίῳ, ἵνα μὴ ἀφορμὴ γένηται τοῦτο ζηλοτυπίας καὶ φθόνου τοῖς ἀδελφοῖς παρὰ τὸ θέλημα τοῦ Θεοῦ, κἀντεῦθεν λοιπὸν ἀπ’ ἀλλήλων διασχισθῶσιν· «Ὡς γὰρ ἐκ μικροῦ, φησί, σπινθῆρος ὅλον ἐξάπτεται λήϊον, εἰ μή τις αὐτὸ τάχιον κατασβέσει, καὶ τοῦ γεωργοῦ τοὺς πόνους ἀπόλλυσιν, οὕτω καὶ φιλαρχίας σπινθὴρ ὀλίγος φιλονεικίας οὐ μικρᾶς καὶ στάσεως καὶ μυρίων κακῶν ἀνάψει μεγίστην φλόγα τοῖς μοναχοῖς.» Ὑποτάσσεσθαι δὲ μᾶλλον τῇ ἐκκλησίᾳ τοῦ Θεοῦ τούτοις παρῄνει καὶ τοὺς παρὰ τῶν ἐπισκόπων κεχειροτονημένους διὰ τιμῆς ἄγειν, καὶ ὁπότε εἴη χρεία τῆς ἱερᾶς λειτουργίας, τούτους μετακαλεῖσθαι· μηδὲ γὰρ πάντας λευίτας εἶναι τὸ παλαιόν, ἀλλ’ ἢ μόνους τοὺς ὑπὸ Θεοῦ ἐγκριθέντας. «Πλὴν καὶ εἴ τις τῶν ἀλλαχοῦ μοναχῶν τῆς ἱερωσύνης ἀξιωθείη, οὐκ ἐξουθενητέον οὐδὲ τοῦτον ὡς φίλαρχον, ἄπαγε· μάλιστα εἰ καὶ πρὸς βίαν ὑπήχθη τοῖς τῆς ἱερωσύνης θεσμοῖς· λογιστέον δὲ μᾶλλον ὡς πατράσιν ὑπήκοον καὶ κατὰ τοῦτό γε μιμητὴν τῶν ἄλλων.

Οὐ γὰρ δεῖ κρίνειν οὐδ’ ἐπὶ προφανέσιν ἁμαρτήμασιν ἄνθρωπον· παραχωρητέον δὲ τῷ μόνῳ κριτῇ καὶ οἷς ἐκεῖνος ἐπιτρέπει τὴν κρίσιν ἐν πνεύματι· ἡμῖν δὲ τοῖς μικροῖς συμπαθητέον ἀλλήλοις, τῇ τε ἀγάπῃ πρὸς ἅπαντας καὶ τῇ ἐλεημοσύνῃ χρηστέον.» Ὅταν δὲ παραγένοιτό τις ὡς αὐτὸν κληρικὸς μονάσαι βουλόμενος, κατὰ μὲν τὴν ἀξίαν τοῦ κλήρου τιμῆς τινος καὶ ὑποστολῆς ἠξιοῦτο· κατὰ δὲ τοὺς κανόνας τοῦ μοναστηρίου ὡς τῶν ἀδελφῶν εἷς ἀνεστρέφετο, ταπεινούμενος ἑκουσίως ὥσπερ καὶ οἱ λοιποί.

33. Γερόντων δὲ καὶ παιδίων καὶ τῷ σώματι ἀσθενῶν διττὴν ἐποιεῖτο τὴν ἐπιμέλειαν, ψυχῶν τε αὐτῶν ὁμοῦ προνοούμενος καὶ σώματα θεραπεύων. Ἔχαιρε δὲ μάλιστα τοῖς ἐπιδιδοῦσι κατ’ ἀρετὴν καὶ μιμηταῖς αὐτοῦ γινομένοις· οὓς καὶ εἰς τὴν προστασίαν τῶν ἀδελφῶν εἴς τε τὰς διακονίας ἔταττε τῆς μονῆς, ὃν μὲν οἰκονόμον προχειριζόμενος, ὃν δὲ συνεργὸν τούτῳ καὶ τῇ τάξει δεύτερον· τοῦτο ποιῶν καὶ καθ’ ἑκάστην διακονίαν, ὥστε εἶναι δύο μὲν τοὺς τῆς τροφῆς προνοουμένους τῶν ἀδελφῶν, οἷς ἦν δι’ ἐπιμελείας ὅσα εἰς τὴν τράπεζαν ἔδει ὁσημέραι παρασκευάζεσθαι, ὥστε τὸν μὲν βουλόμενον ἀπολαύειν τροφῆς, τὸν δὲ μὴ τοῦτο βουλόμενον ἐγκρατεύεσθαι· δύο δὲ αὖ πάλιν ὁμοίως τοὺς περὶ τὴν νοσοκομίαν ἀσχολουμένους, τὸν μὲν οἰκονόμον, τὸν δὲ συνεργόν, οἷς τοῦτο μόνον ἔργον ἦν τῶν καμνόντων ἡ θεραπεία· δύο δὲ ξενοδόχους καὶ θυρωροὺς κατὰ τὴν αὐτὴν τάξιν, ὅπως ὑποδεχόμενοι τοὺς φοιτῶντας εἰς τὴν μονὴν τὴν ἀξίαν ἑκάστῳ προσφέρωσι θεραπείαν, τούς τε βουλομένους ἐκ τούτων τὸν μοναχικὸν ἑλέσθαι βίον παρ’ ἑαυτοῖς κατέχοντες προγυμνάζωσιν εἰς τὰ τῆς ἀσκήσεως καὶ πρὸς τὴν τοῦ θείου σχήματος μετάληψιν ταῖς διδασκαλίαις προευτρεπίζωσι· δύο δὲ πάλιν ἑτέρους, οἷς ἔδει πιπράσκειν τὰ τῶν μοναχῶν ἐργόχειρα καὶ ἀντὶ τούτων ὠνεῖσθαι τὰ πρὸς τὴν χρείαν.

Ἄλλοι δὲ πάλιν ὡσαύτως ἐπὶ τοῖς ἐργαζομένοις ἐτάχθησαν τά τε ἄλλα καὶ τὴν τῶν ψιάθων κατασκευήν. Ἑκάστῳ δὲ τούτων τῶν οἰκονόμων ὑπαλλάττειν εἴθιστο τοὺς ὑπηρετοῦντας τοῖς ἀδελφοῖς καὶ ἀντεισάγειν ἑτέρους εἰς τὴν τῶν ἐκείνων διακονίαν, αὐτοὺς δὲ εἰς ἕτερα πάλιν καθιστᾶν ἔργα, κατὰ γνώμην δηλαδὴ τοῦ μεγάλου καθηγητοῦ, ὃς οἰκονόμος τε τῶν οἰκονόμων καὶ πατὴρ τῶν πατέρων ἐτύγχανεν ὤν. Θέλημα γὰρ ἴδιον ἐν τοῖς ἀδελφοῖς οὐκ ἦν τὸ παράπαν, οὐδὲ παρακοῆς νόσημα. Τοῦ δὲ οἰκονόμου κατά τινα χρείαν ἀποδημήσαντος, ἀναπληροῦν ἀνάγκη τὴν τάξιν ἐκείνου τὸν συνεργόν, ἕως ἂν αὐτὸς ἐπανέλθῃ· ὥστε μηδέποτε τοὺς διακονητὰς ἐρήμους εἶναι τοῦ ἐπιτάττοντος.

34. Τῆς μὲν οὖν σωματικῆς θεραπείας τῶν ἀδελφῶν οὕτως ἐπεμελεῖτο ὁ μέγας πατήρ· τῆς δὲ ψυχικῆς εὐεξίας καὶ ἀσκήσεως, πῶς; Κατηχήσεις τρεῖς μὲν ἐκέλευσε παρὰ τοῦ οἰκονόμου τῆς μονῆς κατὰ ἑβδομάδα γίνεσθαι πρὸς αὐτούς, τὴν μίαν μὲν ἐν σαββάτῳ, ἐν τῇ κυριακῇ δὲ τὰς λοιπὰς δύο· παρὰ δὲ τῶν οἰκειακῶν εἴτ’ οὖν τῶν λοιπῶν οἰκονόμων ἑτέρας δύο, τὴν μίαν μὲν κατὰ τὴν τετράδα τῆς ἑβδομάδος, κατὰ τὴν παρασκευὴν δὲ τὴν δευτέραν.

Παρέδωκε δὲ καὶ τὰς διατάξεις τοῖς ἀδελφοῖς τὰς ἐγγεγραμμένας τῇ δέλτῳ τῇ παρὰ τοῦ ἀγγέλου δοθείσῃ. 35. Καὶ διάφορα συνεστήσατο μοναστήρια· ὧν τὸ πρῶτον καὶ μέγιστον ἦν τὸ κατ’ αὐτὸν ἀνδρῶν χιλίων καὶ τριακοσίων ὑπάρχον, τὸ δὲ μετὰ τοῦτο διακοσίων ἦν ἀδελφῶν, καὶ τὰ λοιπὰ πάλιν ὀλίγῳ πλειόνων ἢ ἐλασσόνων· καὶ ἁπλῶς εἰπεῖν ὡς εἰς ἑπτακισχιλίους μοναχοὺς ἐποσοῦντο ἅπαντες οἱ ἐν τοῖς παρ’ αὐτοῦ συστᾶσι μοναστηρίοις ἀσκούμενοι. Ἐν δὲ τῷ πρωτοτύπῳ μοναστηρίῳ τοῦ μεγάλου καὶ τεχνῖται διάφοροι συνηθροίσθησαν, ὥστε ῥάπτας μὲν ἐν αὐτῷ πεντεκαίδεκα εἶναι, χαλκεῖς ἑπτά, τέκτονας τέσσαρας, βαφεῖς πεντεκαίδεκα καὶ σκυτοτόμους τοσούτους, βυρσεῖς εἴκοσι καὶ κηπουροὺς τοσούτους, ζεύγη βοῶν πεντήκοντα, δέκα τοὺς περὶ τὸ καλλιγραφεῖν ἠσχολημένους, δύο τοὺς ταῖς καμήλοις ἐπιστατοῦντας, τοὺς τὰς σπυρίδας πλέκοντας τεσσαράκοντα· ἐτρέφοντο δὲ ἐν τῇ μονῇ καὶ φύλακες δέκα. Τῶν δὲ διακονουμένων περὶ τὴν τράπεζαν εὐθὺς ἐκ τῆς ἕω τῶν εἰωθότων ἐδεσμάτων αὐτὴν πληρούντων (ἄρτοι δὲ καὶ λάχανα καὶ τυροὶ καὶ ἐλαῖαι αὐτὰ ὑπῆρχον), ἐξῆν τοῖς ἐργαζομένοις αὐθαιρέτως εἰσιέναι καθ’ ὥραν τῆς ἡμέρας ὁποίαν αὐτῶν ἕκαστος βούλοιτο καὶ μεταλαμβάνειν τροφῆς. Ἐτρέφοντο δὲ καὶ χοῖροι ἐν τῇ μονῇ· ὧν σφαττομένων τὰ μὲν ἄκρα τοῖς νοσοῦσι τῶν ἀδελφῶν καὶ τοῖς γεγηρακόσι πρὸς βρῶσιν ἀνεῖτο, τὸ δὲ λοιπὸν κρέας ἀπημπολεῖτο.

Καὶ ταῦτα μὲν οὕτως ἐγένετο ἐν τῷ μεγάλῳ μοναστηρίῳ, ἔνθα καὶ ὁ μέγας πατὴρ τὰς διατριβὰς ἐποιεῖτο.