Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Παχώμιος ὁ Μέγας – Βίος Παχώμιου (σύντομος)

Παχώμιος ὁ Μέγας

Καταγωγή, μεταστροφή και ίδρυση του κοινοβιακού συστήματος

Τα πρώιμα χρόνια του αγίου Παχωμίου, η κατήχηση και η βάπτισή του, η άσκηση υπό τον αββά Παλάμωνα, καθώς και η αποκάλυψη του αγγελικού κανόνα που οδήγησε στην ίδρυση του πρώτου κοινοβίου.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Παχώμιος ὁ Μέγας

—

Κεφάλαιο 1 από 5

Βίος καὶ πολιτεία τοῦ ὁσίου πατρὸς ἡμῶν Παχωμίου τοῦ μεγάλου Καὶ τὸν Παχωμίου τοῦ μεγάλου βίον εἰς διήγησιν ταῖς φιλοθέοις ἀκοαῖς ὑφαπλῶσαι κάλλιστον ὁμοῦ καὶ ἐπαινετόν· ἔσται γὰρ πολλοῖς ὠφελείας ὑπόθεσις, ὅτι καὶ μέγας ταῖς ἀρεταῖς ὁ ἀνὴρ καὶ τῷ βίῳ περίβλεπτος. Οὗτος τοιγαροῦν ὁ θαυμάσιος ἐξ ἀγριελαίου φὺς καλλιέλαιον—ἑλλήνων γὰρ ἐξεγένετο γεννητόρων τὰς Αἰγυπτίους Θήβας οἴκησιν ἐχόντων καὶ δίαιταν— ἔδειξεν ἐξ αὐτῶν ὡς εἰπεῖν τῶν μητρικῶν ἀγκαλῶν οἷος τῷ μετὰ ταῦτα βίῳ γενήσεται. Οἴνου γὰρ τῆς μυσαρᾶς ποτε σπονδῆς τῶν δαιμόνων ἀπογευσάμενος ἐξήμεσέ τε τοῦτον χερσὶ μητρικαῖς καὶ ἀπέπτυσε, μὴ ἀνασχομένης τῆς προνοίας τὸ τῆς ἐκλογῆς μιαίνεσθαι σκεῦος. Ἄλλοτε πάλιν ἔν τινι τῶν εἰδώλων ναῷ συμπορευθεὶς τοῖς γεννήτορσι μέλλουσί τινα χρησμὸν ἐντεῦθεν λαβεῖν, ὁ νεωκόρος αὐτὸν ἐκεῖθεν ἐξάγει, δι’ αὐτὸν λέγων μὴ χρᾶν τὰ ἀγάλματα· ὃ δὴ τοὺς τεκόντας ἐξέπληξε καὶ τί θέλοι τοῦτο εἶναι διαπορεῖν ἐποίησεν.

Οὕτω προκαταβάλλειν οἶδεν ὁ καὶ πρὸ γενέσεως εἰδὼς τὰ πάντα θεὸς τὰς προδηλώσεις τῶν μελλόντων πραγμάτων. Τοῦ μεγάλου τοίνυν Κωνσταντίνου τῶν βασιλικῶν ἄρτι σκήπτρων ἐπειλημμένου καὶ νέων στρατιωτῶν ἐκ παντὸς τόπου συναγομένων, συμπαρελήφθη τούτοις καὶ ὁ Παχώμιος, τὸν εἰκοστὸν χρόνον τότε τῆς ἡλικίας ἐπαναβαίνων. Συναπαγόμενος οὖν αὐτοῖς, ἐπεὶ τόπον τινὰ κατέλαβον καὶ ἑσπέρᾳ βαθείᾳ, τῶν χριστιανῶν οἱ φιλάγαθοι, φυλαττομένους αὐτοὺς θεασάμενοι καὶ οἶκτον ὥσπερ αὐτῶν εἰληφότες, τὰ πρὸς βρῶσιν τούτοις ἐκόμιζον. Ὃ διὰ θαύματος ποιησάμενος καὶ μαθὼν ὡς χριστιανοί τέ εἰσιν οἱ τοιοῦτοι καὶ ὡς πρὸς ἅπαντας καὶ μάλιστα τοὺς παραβάλλοντας ξένους ταύτῃ δὴ κέχρηνται τῇ σπουδῇ, δι’ ἐπαίνου τούτους ὡς ἔδει πεποίηκε καὶ κατὰ λογισμὸν ἐμελέτα τούτων ἕνα γενέσθαι καὶ αὐτόν, μάλιστα μεμαθηκὼς ὡς πολυπλασίους τοὺς μισθοὺς λαβεῖν ἐλπίζουσι παρὰ τοῦ κελεύσαντος Χριστοῦ τῷ τοιούτῳ τρόπῳ πρὸς τοὺς δεομένους κεχρῆσθαι· ἔνθεν τοι καὶ καθ’ ἑαυτὸν γενόμενος ἐσκόπει πῶς ἄρα λήψοιτο τὴν ἐπίγνωσιν τοῦ Χριστοῦ.

Καὶ δὴ τοῦ μεγάλου Κωνσταντίνου τῇ πρὸς Χριστὸν πίστει νικήσαντος τοὺς ἐχθροὺς καὶ ταῖς ἰδίαις τῶν στρατιωτῶν χώραις καταπεμφθέντων, ὁ θαυμαστὸς Παχώμιος, θείας αὐτοῦ χάριτος τῆς ψυχῆς ἁψαμένης, οὐ προσέθετο τῇ ἰδίᾳ πατρίδι προσενδημῆσαι, ἀλλὰ τὴν ἄνω Θηβαΐδα τάχος καταλαβὼν παρά τινι γίνεται μοναχῷ, θείῳ ἀνδρὶ καὶ τὰ πάντα χρηστῷ· παρ’ οὗ κατηχηθεὶς καὶ βαπτισθεὶς καὶ τὰ θεῖα καλῶς μυηθεὶς καὶ μοναχὸς ἐπεθύμει γενέσθαι.

Πρὸς Παλάμωνα τοίνυν τὸν μέγαν, περίφημον τηνικαῦτα γνωριζόμενον πᾶσι, γενόμενος κείρεται παρ’ ἐκείνου καὶ τὸ ἅγιον σχῆμα τῶν μοναχῶν ἐνδιδύσκεται· καὶ λοιπὸν διῆγε σὺν αὐτῷ σχολάζων ἐπιμόνως ταῖς προσευχαῖς καὶ σάκκους ἐκ τριχῶν πλοκῆς συνεργαζόμενος αὐτῷ καὶ συνυφαίνων ἐπιμελῶς, οὐ τῆς αὐτῶν ἕνεκεν χρείας, διατροφῆς δὲ μᾶλλον τῶν ἀδελφῶν.

Μιᾷ γοῦν τῶν ἡμερῶν κατὰ τὴν ἁγίαν ἡμέραν καὶ ἀναστάσιμον ἑτοιμάσαι τὰ πρὸς διατροφὴν ὁ Παχώμιος ὑπὸ τοῦ Παλάμωνος κελευσθείς, ἔλαιον οὗτος ἅλατι μίξας παρέθηκεν. Ὡς δὲ τοῦτο κατεῖδε Παλάμων δάκρυσι τὸ πρόσωπον βρέχων· «Οὐ φαγοῦμαι τοῦτο, λέγει, ποτέ·» καὶ γὰρ εἴθιστο λαχάνων ἐλαίου χωρὶς μετέχειν.

Ἀδελφὸς οὖν τις ἀφικόμενός ποτε πρὸς αὐτούς, ἐπείπερ εἶδε πυρὰν ἀνάψαντας καὶ θερμαινομένους—ψῦχος γὰρ ἦν—· «Εἴ τις ἐν ὑμῖν, ἔφη, πίστιν ἔχει μεγάλην, ἐπὶ τῶν ἀνθράκων τούτων στήτω στερρῶς.» Τὸ ὑπερήφανον τοίνυν αὐτοῦ συνεὶς ὁ Παλάμων· «Παῦσαι, τέκνον, ἔφη, τῆς ἀπονοίας· πεπλάνησαι γάρ.» Ὁ δέ, πλέον φυσηθεὶς τῇ ἀνοίᾳ, τῶν ἀνθράκων ἐπέβη· καὶ ὁρᾷ Παλάμων δαιμόνων ἐνέργειαν, τοῦ θεοῦ συγχωρήσαντος, συνεργοῦσαν ἐκείνῳ μὴ συμφλεχθῆναι. Τῇ ἔωθεν οὖν μέλλων ἐκεῖνος ὑποχωρεῖν· «Ποῦ ἡ πίστις ὑμῶν;» ὀνειδίζων ἔλεγε πρὸς αὐτούς. Ὡς δεινά σου, διάβολε, τὰ τεχνάσματα. Θεασάμενος γὰρ αὐτὸν ὁ πανοῦργος εὐκόλως οὕτω τοῖς αὐτοῦ πειθόμενον τρόποις, γυναικὸς ὑποκρίνεται πρόσωπον τοὺς δανειστὰς δεδιττόμενον καί· «Ὦ πάτερ, ἔφη τούτῳ προσιών, ὑπὸ τῶν ἐμῶν καθέλκομαι δανειστῶν· μὴ ἔχουσα δὲ ὅθεν ἀποδώσω τούτοις τὸ ὄφλημα, δέδοικα μὴ καὶ περὶ τὸ ζῆν αὐτὸ κινδυνεύσω. Δέξαι με τοίνυν ἐπὶ μικρόν· πρὸς σὲ γάρ με θεὸς ἐξαπέστειλε τοῦ σωθῆναι.» Μὴ συνεὶς οὖν ἐκεῖνος τὸν δόλον δέχεται ταύτην, πυροῦται καὶ τὴν ἁμαρτίαν δῆθεν ἐργάζεται καὶ ἅμα τῇ γῇ προσαράσσεται καὶ μαινόμενος δείκνυται.

Νήψας οὖν μετὰ τοῦτο καὶ γνοὺς οἷα τούτῳ συμβέβηκε, τὸν Παλάμωνα καταλαμβάνει σὺν δάκρυσι καὶ τὸ πρᾶγμα γνωρίζει· μήπω δὲ τὸν λόγον ἅπαντα συμπεράνας στροβοῦται δεινῶς ὑπὸ τοῦ δαίμονος καὶ τὴν κέλλαν ἐκβαίνει καὶ τὸ ὄρος εἰσέρχεται· καὶ ἦν οὕτω κακῶς πάσχων ὑπ’ αὐτοῦ ἄχρις οὗ, καμίνῳ παρεμβαλὼν ἑαυτὸν βαλανείου, κατακαυθεὶς ἀπώλετο. Τοῦτο τὸν Παχώμιον συνεκτικὸν ἐποίει καὶ πρὸς τὰς ἐπεμβολὰς τῶν δαιμόνων γενναῖον.

Ξύλων γὰρ εἰς συλλογὴν πολλάκις πεμπόμενος γυμνοὺς ὑποδημάτων ἔχων τοὺς πόδας ἀπῄει πεπειρομένους καὶ αἱμασσομένους τοῖς σκόλοψιν· ἀλλ’ οὐδὲν ἐλογίζετο τοῦτο, τοὺς ἐν χερσὶ καὶ ποσὶ τοῦ ἐμοῦ Χριστοῦ προσπαγέντας ἥλους κατὰ νοῦν περιφέρων.

Ἠγάπα δὲ καὶ τὴν ἐρημικὴν ἡσυχίαν. Καί ποτε προβὰς τῆς κέλλης ἐφ’ ἱκανὸν φωνῆς ἀκούει· «Μεῖνον ἐνταῦθα, λεγούσης, Παχώμιε, καὶ ποίησον μοναστήριον· πολλοὶ γὰρ ἐλεύσονται πρὸς σὲ καὶ πολλοὺς ὁδηγήσεις εἰς τὴν μετάνοιαν.» Φαίνεται γοῦν εὐθὺς ἄγγελος αὐτῷ θεῖος καὶ δίδωσι δέλτον, ἐν ᾗ πᾶσα διατύπωσις τῶν μελλόντων πρὸς αὐτὸν φοιτᾶν ἐνεγέγραπτο· καθ’ ἣν καὶ μέχρι τοῦ νῦν οἱ Ταβεννησιῶται μοναχοὶ πολιτεύονται, τὸ δειχθὲν ἐκεῖνο περικείμενοι σχῆμα καὶ τὴν ὡρισμένην ἐκείνην ἐκτελοῦντες διαγωγήν· τῷ γὰρ ἐνηλλαγμένῳ τῶν ἐνδυμάτων ἐνηλλαγμένους ἔχουσι καὶ τοὺς τύπους. Διαγνοὺς τοίνυν Παχώμιος εἴ τι ἄρα καὶ φίλον τῇ θείᾳ φωνῇ καὶ τί τὰ τῶν διατάξεων, ὑποστρέφει τάχος πρὸς τὸν Παλάμωνα καὶ πάντα κατὰ λεπτὸν παρίστησι τούτῳ· καὶ ὃς συνήρατο τούτῳ πρὸς τὴν τῶν διωρισμένων ἐκπλήρωσιν· καὶ ἦσαν οὕτως ἑκάτεροι σωματικῶς μὲν διῃρημένοι, ψυχῇ δὲ καὶ λίαν συνηνωμένοι, ἕως ὁ Παλάμων πρὸς κύριον καλῶς ἐξεδήμησεν, ὑπ’ αὐτοῦ Παχωμίου τῷ τάφῳ παραδοθείς.

Ἀλλ’ οὐκ ἀφῆκεν αὐτὸν ἡ πρόνοια μόνον οὕτω διάγειν, ἀλλ’ ἀντὶ τούτου τὸν ἀδελφὸν ἀπολαμβάνει τὸν ἴδιον· Ἰωάννης δὲ οὗτος ἦν ὁ καλός, ὃς καὶ συνδιάγων τῷ Παχωμίῳ τῆς αὐτῆς αὐτῷ πολιτείας ἔσχετο καὶ διαίτης. Αὐτὸς γὰρ ὁ Παχώμιος ὁλονύκτους σχεδὸν ἐποιεῖτο τὰς στάσεις καὶ μέχρις ὄρθρου δακρύων διετέλει, ὡς πηλὸν ἀποτελεῖσθαι τοῖς δάκρυσιν ὑπὸ τὰς τῶν ποδῶν αὐτοῦ βάσεις· νηστείαν ἤσκει πάνυ μακράν· εἶχε δὲ καὶ τὸν τοῦ θεοῦ φόβον ἐν ἑαυτῷ καὶ τὴν τοῦ θανάτου μνήμην ἀεί. Ἀλλὰ καὶ πρὸς τὸν τῆς μονῆς πλατυσμόν, ὡς ἡ φωνὴ τούτῳ διεκελεύσατο, σπουδὴν ἐποιεῖτο πολλήν, μὴ ἀμελῶν φανείη καὶ ῥαθυμῶν πρὸς τὴν κέλευσιν.

Ἐφ’ οἷς οἱ δαίμονες ἔβρυχον κατ’ αὐτοῦ τοὺς ὀδόντας καὶ πολλαῖς αὐτὸν ἐθορύβουν ταῖς φαντασίαις σαλεύοντες τὴν γῆν τῷ δοκεῖν καὶ σὺν πολλῷ ταράχῳ τοῦτον περικτυποῦντες. Ἦν οὖν ἐκεῖνος συνιὼν ἐν ταύταις δὴ ταῖς τῶν πονηρῶν μεθοδείαις· οὗτοι δὲ καὶ γυναῖκες ὥσπερ ἐφαίνοντο τούτῳ γεγυμνωμέναι, ἀλλ’ οὐ παρεσάλευσαν τὸν πύργον αὐτοῦ τῆς ἐν Χριστῷ στάσεως· καὶ γὰρ τὸ δαυιτικὸν ἐκεῖνο ὑπέψαλλε μέλος· «Κυκλώσαντες, λέγων, ἐκύκλωσάν με καὶ τῷ ὀνόματι κυρίου ἠμυνάμην αὐτούς.» Ἔκτοτε γοῦν ὑπεδέχετο πάντας τοὺς πρὸς αὐτὸν ἀφιγμένους· καὶ τὸν σωτήριον λόγον καλῶς ἐκδιδάσκων εἶχεν αὐτοὺς καρποφοροῦντας κατὰ τὴν τοῦ εὐαγγελίου φωνὴν ἐν τριάκοντα καὶ ἐν ἑξήκοντα καὶ ἐν ἑκατόν.

Ἐν οἷς ἦν καὶ Πέκουσος καὶ Κορνήλιος, Παῦλός τε καὶ Παχώμιος ἕτερος καὶ Ἰωάννης καὶ ἄλλοι πλείους τῆς ὑγιαινούσης πίστεως. Καὶ ἐν ὀλίγῳ χρόνῳ γέγονεν ὁ τῶν συνειλεγμένων ἀδελφῶν ἀριθμὸς ὑπὲρ τοὺς ἑκατόν. Ἔνθεν τοι καὶ οἰκονόμον κατέστησε, τῆς εἰς τοὺς ἀδελφοὺς χάριν καὶ τοὺς ξένους προνοίας, καὶ δευτερεύοντα πάλιν· ὃς ἐκείνου μὴ παρόντος τὸν αὐτοῦ τόπον ἐκτὸς ὑψηλοφροσύνης τινὸς ἀνεπλήρου.