Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Παχώμιος ὁ Μέγας – Βίος Παχώμιου (σύντομος)

Παχώμιος ὁ Μέγας

Ποιμαντική μέριμνα, θαύματα και αντιμετώπιση πειρασμών

Η αυστηρή παιδαγωγία των μοναχών σε ζητήματα πλεονεξίας και κενοδοξίας, η διάκριση των πνευμάτων κατά τις δαιμονικές επιθέσεις και διάφορες θαυματουργικές ιάσεις.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Παχώμιος ὁ Μέγας

—

Κεφάλαιο 4 από 5

Λιμοῦ δέ ποτε γενομένου καὶ τῶν ἀδελφῶν μὴ ἐχόντων ὅ τι καὶ φάγοιεν, εἷς τις αὐτῶν ἑκατὸν εἰληφὼς νομίσματα πρὸς ἐξώνησιν ἀπεδήμησε σίτου. Πόλιν οὖν Ἑρμωθεὶμ καλουμένην κατειληφὼς σῖτον ἐπρίατο παρά τινος φιλοθέου διὰ θαύματος ποιουμένου τὸν μέγαν Παχώμιον, σῖτον δημόσιον ἐμπεπιστευμένον ἐκείνῳ· ἐπρίατο δὲ τοῦτον ἀρτάβας τρισκαίδεκα τῷ νομίσματι, πέντε τηνικαῦτα πιπρασκομένου κατὰ τὴν Αἴγυπτον· οὐ μὴν ἀλλὰ καὶ ἑτέρων ἑκατὸν νομισμάτων ὁ θεοφιλὴς ἐκεῖνος ἀνὴρ τούτῳ παρέσχετο σῖτον, ἐφ’ ᾧ ταῦτα τῆς μονῆς εὐπορούσης πρὸς αὐτὸν ἀποδώσει. Τῶν τοσούτων οὖν νομισμάτων τὸν σῖτον ὁ μοναχὸς λαβὼν ἐπάνεισι διὰ πλοίου. Μανθάνει τοῦτο Παχώμιος ὡς εὐώνως ὁ σῖτος ἐξώνητο, ὡς ὑπὲρ τὴν διδομένην τιμὴν ἡ ποσότης· καὶ ὀργὴν ὀργίζεται κατὰ τοῦ κομίσαντος λίαν ὅτι μεγάλην· «Δεδουλῶσθαι, λέγων, ἡμᾶς χάριν τροφῆς πεποίηκας καὶ ὑποχρέους γενέσθαι, καὶ ταῦτα μετὰ πολλῆς ἀδικίας· πέντε γὰρ ἀρτάβας τῷ νομίσματι σίτου πρίασθαι δέον ὥσπερ δὴ καὶ πέπρατο, ἵνα τί, φησίν, αὐτὸς τρισκαίδεκα τοῦτον ἔλαβες καὶ τοσοῦτον ἔκρινας ἡμᾶς ἀδίκους;

Ἄπαγε τοῦτον ὅθεν εἰλήφεις· οὐκ ἀποτεθήσεται τῇ μονῇ.» Τῶν οὖν ἀδελφῶν ἑκούσιον εἶναι λεγόντων τὴν πρᾶσιν· «Πάτερ, καὶ ὅμως εἰ μή γε βούλει, τῷ κοινῷ διαπωληθήτω κἀκ τούτου πάλιν ἐξωνηθήτω ἀρτάβας τῷ νομίσματι πέντε· καὶ τὸ ὑπέρπλεω τῆς τιμῆς τῷ δεσπότῃ κομισθήτω τοῦ σίτου,» μόλις μέν, κατένευσε δ’ ὅμως· καὶ γέγονε τοῦτο· καὶ οὐ προσέθετο εἰς ἐμπορίαν εἴδους ἑτέρου τινὸς σταλῆναι τοῦτον τὸν ἀδελφόν, ἄδικον αὐτὸν καὶ πλεονέκτην ἀποκαλῶν.

Καὶ τοῦτο μὲν οὕτως. Σκυτοτόμος δέ τις μοναχὸς σανδάλια ἐργασάμενος πλεῖστα δέδωκέ τινι τῶν μοναχῶν ἐπὶ τῷ καταβάντα τοῦ ὄρους ταῦτα διαπωλῆσαι, διορισάμενος καὶ τὴν τούτου τιμὴν ὁπόσου ἕκαστον πωληθήσεται.

Ὁ δὲ πλείονος διαπωλήσας αὐτὰ τῷ δεδωκότι τὴν τιμὴν διεκόμισε· κομίζει ταύτην ἐκεῖνος πρὸς τὸν Παχώμιον καὶ τὸ πρᾶγμα γνωρίζει καὶ αἰτιᾶται τὸν πεπρακότα· ὁ δὲ πρὸς τὸν ἀδελφὸν αὐστηροτέροις ἐχρήσατο λόγοις· «Ἵνα τί, λέγων, πέρα τοῦ μέτρου τὸ τίμημα τῶν σανδαλίων ἔλαβες;» Ὁ δέ· «Οὐκ ἀναγκάσας, ἔφησε, πάτερ, ἀλλ’ ἀναγκασθεὶς τοῦτο πέπραχα· ᾐτιώμην γὰρ ὡς κλέψας αὐτά.» Καὶ ὁ ἅγιος· «Πορεύου, τὸ περισσὸν ἀπόστρεφε· καὶ μηκέτι τοῦ λοιποῦ τὴν διακονίαν ταύτην ἐργάσῃ.» Ὃ δὴ καὶ γέγονεν.

Ἕτερος δέ τις ἀδελφός, τὸν βίον σεμνός, λογισμὸν ἔσχε μαρτυρῆσαι, τῆς πίστεως ἡμῶν ἐχούσης καλῶς· ὃν ὁ μέγας ἐνουθέτει μὴ τοιαῦτα φρονεῖν. Ἐκείνου δὲ τὴν ἐπιθυμίαν ἐπιτείνοντος ταύτην, συνέβη μετά τινος χρόνου παρέλευσιν πρός τινα κώμην σταλῆναι χρείας παρεμπεσούσης· κατασχεθεὶς οὖν ὑπὸ τῶν Σαρακηνῶν εἰς ἄρνησιν ἐξεκαλεῖτο Χριστοῦ καὶ προσκύνησιν τῶν θεῶν αὐτῶν, ἀπειλούντων ὡς, εἰ μὴ τοῦτο πράξει, τοῖς ξίφεσι τούτοις (γυμνὰ ταῦτα παραδεικνύντες) σφαγήσεται. Ὁ δὲ δέει ληφθεὶς καὶ τοῦ οἴνου τῶν σπονδῶν ἀπεγεύσατο καὶ τῶν κρεῶν ἐκείνων μετέσχε· καὶ ψυχήν, ἵν’ οὕτως εἴπω, κακῶς ἀντὶ τοῦ σώματος ἐθανάτωσεν.

Οὐκ ἔλαθε τοῦτο τὸν ἅγιον καὶ συνήντησε τούτῳ κατὰ τὴν ὁδὸν ἐρχομένῳ καί· «Ὦ ταλαίπωρε, φησὶ πρὸς αὐτόν, ἐπετέθη σοι ἄρα στέφανος ἀπωλείας· καὶ τοῖς δαίμοσιν, οὐ τοῖς μάρτυσι συνηρίθμησαι. Οὐκ ἔλεγον ἆρά σοι· ‘Παῦσαι τοῦδε τοῦ ματαίου σκοποῦ;’ Διανάστηθι τοιγαροῦν· ἔστι γὰρ ἐλπὶς σωτηρίας, εἴ γε πάντα σοι τὰ προστεταγμένα ποιεῖς.» —«Ποιῶ, πάτερ, εἶπεν ἐκεῖνος, μόνον τύχω τῆς σωτηρίας.» Κελεύει τοίνυν ὁ μέγας κέλλῃ τινὶ ἑαυτὸν ἀποκλεῖσαι καὶ μηδενὶ μηδαμῶς συντυχεῖν ἄχρι καὶ τοῦ θανάτου αὐτοῦ, παρὰ μίαν τε τὸν ἄρτον ἡμέραν ἐσθίειν μεθ’ ὕδατος μόνου καὶ ἅλατος, δύο ψιάθια πλέκειν καθ’ ἑκάστην ἡμέραν καὶ ταῖς εὐχαῖς νύκτωρ καὶ μεθ’ ἡμέραν ἐγκαρτερεῖν. Δεκαετῆ τοίνυν χρόνον οὕτως ἐκεῖνος ἀγωνισάμενος ἐκοιμήθη σωθεὶς ἐν Χριστῷ. Ταῦτα τοῦ μεγάλου τὰ κατορθώματα· ἀλλὰ σκόπει μοι τοῦ δαίμονος τὰ τεχνάσματα.

Φαίνεται τούτῳ ποτὲ καί· «Χαίροις, λέγει, Παχώμιε· ἐγὼ γάρ εἰμι Χριστὸς καὶ ἦλθον τοῦ ἐπισκέψασθαί σε.» Συνεὶς οὖν ὁ δίκαιος τὴν μεθοδείαν αὐτοῦ· «Ἐπικατάρατος σύ, ἔφη, διάβολε, οὐκ ἀπατήσεις με τὸν Χριστοῦ δοῦλον.» Καὶ ἅμα φυγῇ χρησάμενος ὁ δαίμων ἐπλήρωσε δυσωδίας τὸ οἴκημα.

Ἄλλοτε δὲ γυνὴ καθάπερ δείκνυται τῷ μεγάλῳ, κάλλει περιφανὴς καὶ πλῆθος ἀνδρῶν τε καὶ γυναικῶν προηγούμενόν τε καὶ ἐφεπόμενον ἔχουσα καὶ πρὸς αὐτὸν ἀναιδῶς ὥσπερ χωροῦσα. Τοῦτον δέ, τοῦ πονηροῦ γνόντα τὴν ἐπιβουλήν, ἀσάλευτον μεῖναι, τὸν δέ γε Θεόδωρον τὸν ὄντως ἡγιασμένον συνόντα τούτῳ συσχεθῆναι δειλίᾳ· θάρσος οὖν ἐνῆκεν αὐτῷ Παχώμιος. Καὶ τὸν δαίμονα διήλεγξε καὶ τὴν πανουργίαν αὐτοῦ πέπεικεν εἰπεῖν καὶ τὸν δόλον καὶ τὸ ἀσθενὲς καταθέσθαι· εἶτα καὶ ἐπετίμησε καὶ ἀφανῆ σὺν τῇ φάλαγγι τοῦτον πεποίηκε. Πρωΐας οὖν γενομένης συγκαλεσάμενος ἅπαντας τοὺς ὑπ’ αὐτὸν μοναχοὺς τὴν τοῦ δαίμονος διηγήσατο μηχανὴν καὶ παρήγγειλε μηδὲν ἡγεῖσθαι τὰς αὐτοῦ φαντασίας, τῷ τοῦ θεοῦ φόβῳ καλῶς ἀσφαλιζομένους.

Ποτὲ γοῦν πρός τινα τῶν ἀδελφῶν Ῥωμαῖον ὄντα καὶ γένους ἐκ περιφανοῦς καταγόμενον ἀπῄει τὰ πρὸς ὠφέλειαν ψυχῆς συνομιλήσων αὐτῷ. Ἐπεὶ οὖν ἄμοιρος ὁ μέγας ἑλληνικῆς ἐτύγχανε διαλέκτου, τὸν ἑρμηνεύσοντα τὰ παρ’ ἑκατέρων προσκαλεῖται λεγόμενα. Μὴ ἀνασχομένου τοίνυν τοῦ μοναχοῦ δημοσιεῦσαι τὰ τῆς καρδίας αὐτοῦ κινήματα καὶ δι’ αὐτοῦ τούτου γνωρίσαντος τὴν γνώμην τῷ Παχωμίῳ, ἐκεῖνος μικρὸν ἀποστὰς θερμῶς ἐν δάκρυσι τὸν θεὸν ἐλιπάρει μὴ διαμαρτεῖν τοῦ σκοποῦ, ἀλλὰ λόγον αὐτῷ δοθῆναι δι’ οὗ τὰ κατὰ τὸν ἄνδρα μάθῃ καὶ τὴν ἐκείνου σώσῃ ψυχήν· εἶχε γάρ τινα νόθα διδάγματα. Δίδοται τούτῳ λόγος καὶ τρανῶς ὁμιλεῖ τῷ Ῥωμαίῳ καὶ θαῦμα ξένον φαίνεται τούτῳ· διδάσκεται γὰρ ὑπὸ τοῦ μεγάλου καὶ τὸν λόγον ὀρθοτομεῖται τῆς ἀληθείας καὶ σῴζεται. Πολλὰ τὰ τοῦ μεγάλου προτερήματα καὶ ποικίλα, σῴζειν δυνάμενα ψυχὴν καὶ πρὸς αὐτοὺς ἀνάγειν τοὺς οὐρανούς. Ἀλλ’ ἐπειδὴ πρὸς τὴν τοῦ καθ’ ἕκαστον διήγησιν καὶ γλῶσσα καὶ χεὶρ ἀτονεῖ ἡ μὲν τὸ λέγειν, ἡ δὲ τὸ γράφειν ὑποτιθεῖσα, ἑνὸς ἀπομνημονεύσαντες μόνου πρὸς τὴν αὐτοῦ μετελευσόμεθα τελευτήν. Ἔσται γὰρ τοῦτο πολλοῖς ὠφελείας ὑπόθεσις.

Ἀδελφός τις Ζακχαῖος οὕτω καλούμενος λώβην ὑπέστη σώματος· ἔνθεν τοι καὶ κεχωρισμένην εἶχε τῶν ἀδελφῶν τὴν κατοίκησιν. Οὗτος ἄρτῳ καὶ ἅλατι τὸν ἅπαντα βίον διήνεγκε, δύο τε ψιάθους ἐφ’ ἑκάστης εἰργάζετο καὶ τοσαύτην ὑπέμενε συντριβὴν ὡς πολλάκις αἱμάσσεσθαι τὰς χεῖρας αὐτοῦ ταῖς πλοκαῖς τῶν ψιάθων, τοσοῦτον ἦν κατειργασμένος ὑπὸ τῆς νόσου. Ἀλλὰ καὶ οὕτως ἔχων ὁ Ζακχαῖος οὐκ ἀπελείφθη ποτὲ τῆς συνάξεως· οὐκ εἶδέ ποτε τοῦτον ὑπνοῦντα τὸ μεσαίτατον τῆς νυκτός, ἀλλ’ εὐχαῖς ἐνεκαρτέρει μέχρι τῆς ὀρθρινῆς ὑμνῳδίας. Τινὸς δὲ τῶν ἀδελφῶν ἐλαίῳ συμβουλευσαμένου τὰς χεῖρας ἀλείφειν αὐτόν, ἐπεὶ μὴ ἐπείθετο τοῦ ἔργου ἀπέχεσθαι, πεισθεὶς ἐκεῖνος τοῦτο πεποίηκε. Καὶ ὁ Παχώμιος τοῦτο γνούς· «Καὶ ὄντως, ἀδελφέ, φησὶ πρὸς αὐτόν, τῷ ἐλαίῳ τὴν θεραπείαν καὶ οὐχὶ τῷ θεῷ προσανέθου, ὃς ἠδύνατο νεύματί σοι τὴν ὑγεῖαν χαρίσασθαι; Ἴσθι τοιγαροῦν ὅτι τὴν τῆς ψυχῆς ζητῶν ὠφέλειαν ὁ φιλάγαθος ἀφίησιν ἡμᾶς πολλάκις προσταλαιπωρεῖν ταῖς νόσοις.» Ταῦτα τοῦ Παχωμίου εἰπόντος, ὁ ἀδελφὸς τὴν μετάνοιαν ἐξῃτήσατο. Διεβεβαιώσαντο δέ τινες ὡς ἐνιαυτὸν ὁλόκληρον ἑαυτὸν ὁ ἀδελφὸς ἐπένθει διὰ τοῦτο δὴ τὸ πραχθὲν καὶ διὰ δύο ἡμερῶν μετελάμβανε· καὶ οὕτω τὸ τέλος τῶν κόπων ἐπάξιον εὕρατο.