Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Παχώμιος ὁ Μέγας – Βίος Παχώμιου (σύντομος)

Παχώμιος ὁ Μέγας

Κοίμηση του αγίου και επίλογος

Η ασθένεια και η τελευτή του αγίου Παχωμίου, η ανάδειξη των πνευματικών του διαδόχων και η καταληκτήρια δέηση.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Παχώμιος ὁ Μέγας

—

Κεφάλαιο 5 από 5

Καλεῖ τοίνυν ἡμᾶς ὁ λόγος πρὸς τὴν τελευτὴν μετελθεῖν τοῦ ἁγίου. Μικρόν τι γὰρ νοσήσας ὁ πάμμεγας καὶ γνοὺς ἤδη τὴν ἐνθένδε τούτου μετάστασιν, κοινῇ μετακαλεῖται τοὺς ἀδελφοὺς καὶ τὰ σωτήρια τούτοις ὑποτίθεται δόγματα καὶ περὶ τῶν μελλόντων προλέγει καὶ καλῶς αὐτοὺς ἀσφαλίζεται. Εἶτα σφραγίσας ἑαυτὸν τῷ τύπῳ τοῦ σταυροῦ τῷ παραστάντι ἀγγέλῳ τὴν ψυχὴν παρέδωκε χαίρων. Οἱ γοῦν ἀδελφοὶ τῶν μοναστηρίων συναθροισθέντες καὶ τὰ εἰκότα τελέσαντες θάπτουσιν αὐτὸν φιλοτίμως ἐν αὐτῷ δὴ τῷ ὄρει. Καὶ τὸν Πετρώνιον ἀνάγουσι ποιμενάρχην· ἀλλὰ καὶ τούτου δὴ τὸν βίον μετ’ ὀλίγας ἐκμεμετρηκότος ἡμέρας, τὸν Ὀρσίσιον, ἄνδρα περίφημον τὴν ἀρετήν, τὴν προστασίαν αὐτῶν ἐγχειρίζουσι.

Καὶ ταῦτα μέν, ὦ πανάριστε καὶ ἄνθρωπε τῷ ὄντι θεοῦ, τὰ σὰ κατορθώματά τε καὶ προτερήματα, ἅτινα τῷ βίῳ περιὼν καλῶς καὶ ὡς ἔδει πεποίηκας, ἐκ πολλῶν ὀλίγα συναθροισθέντα. Αὐτὸς δὲ νυνὶ ταῖς οὐρανίαις σκηναῖς ἐμφιλοχωρῶν, μέμνησο τῶν σῶν φοιτητῶν. Ναὶ δὴ καὶ βασιλέως ἡμῶν πρόστηθι τοῦ πιστοῦ καὶ φιλαγίου καὶ πᾶσιν ἐμπρέποντος τοῖς καλοῖς, Μῆκος αὐτῷ ζωῆς ἀπήμονος χαριζόμενος, Ἰλύος παθῶν τὴν συγχώρησιν, Χώρας ἐθνῶν τὴν κατάλυσιν, Ἀΰλων μονῶν τὴν κατοίκησιν, Ἡμέρας φαῦσιν τῆς ἀνεσπέρου, Λειμώνων θείων τὴν τέρψιν, Πάντων ἀγαθῶν τὴν μέθεξιν καὶ βασιλείας οὐρανῶν τὴν ἀπόλαυσιν· ἐν Χριστῷ Ἰησοῦ τῷ κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα καὶ τὸ κράτος νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων, ἀμήν.