Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Παχώμιος ὁ Μέγας – Βίος τοῦ Παχωμίου

Παχώμιος ὁ Μέγας

Ασκητική μαθητεία, πειρασμοί και πνευματικοί αγώνες

Η υποταγή του Παχωμίου στον γέροντα Παλάμωνα, η αντιμετώπιση δαιμονικών πειρασμών, το παράδειγμα του πλανεμένου αναχωρητή και η πνευματική του προκοπή.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Παχώμιος ὁ Μέγας

—

Κεφάλαιο 2 από 10

Περὶ τοῦ μοναχοῦ Παλάμωνος. Καὶ λοιπὸν κινούμενος τῇ εἰς θεὸν ἀγάπῃ ἐζήτησε μοναχὸς γενέσθαι. Καὶ δηλωθέντος αὐτῷ ἀναχωρητοῦ τινος Παλάμωνος ὀνομαζομένου, παρεγένετο πρὸς αὐτόν, ἀναχωρεῖν σὺν αὐτῷ θέλων. Φθάσας οὖν ἔκρουσε τὴν θύραν. Καὶ παρακύψας ἄνωθεν ὁ γέρων ἔλεγε· «Τί θέλεις;» Ἦν γὰρ ἀπότομος τῷ λόγῳ. Καὶ ἀποκριθεὶς ὁ Παχώμιος εἶπεν αὐτῷ· «Ἐρωτῶ σε, πάτερ, ποίησόν με μοναχόν.» Λέγει αὐτῷ ὁ γέρων· «Οὐ δύνασαι. Οὐ γὰρ ἁπλῶς ἐστι τὸ ἔργον τοῦτο, καθότι πολλοὶ ἦλθον καὶ οὐχ ὑπέμειναν.» Λέγει αὐτῷ ὁ Παχώμιος· «Πείρασόν με ἐν τούτῳ καὶ ἴδε.» Πάλιν ὁ γέρων εἶπεν· «Πρῶτον σεαυτὸν δοκίμασον πρὸς καιρὸν καὶ οὕτως ἧκε. Ἐγὼ γὰρ σκληρὰν ἄσκησιν ἔχω. Τῷ μὲν θέρει νηστεύω καθ’ ἡμέραν, τῷ δὲ χειμῶνι διὰ δύο τρέφομαι καὶ οὐδὲν ἐσθίω χάριτι Χριστοῦ εἰ μὴ ἄρτον καὶ ἅλας· ἐλαίου δὲ καὶ οἴνου συνήθειαν οὐκ ἔχω. Καὶ ἀγρυπνῶ, ὡς ἐδιδάχθην, ἀεὶ μὲν τὸ ἥμισυ τῆς νυκτὸς εἰς εὐχὴν καὶ μελέτην λόγων θεοῦ, πολλάκις δὲ καὶ ὅλην τὴν νύκτα.» Ἀκούσας οὖν ταῦτα τοῦ γέροντος ὁ νεανίας ἔτι μᾶλλον ἐνεδυναμώθη τῷ πνεύματι πρὸς τὸ πάντα πόνον σὺν αὐτῷ ὑπομένειν· καὶ εἶπεν πρὸς αὐτόν· «Πιστεύω τῇ τοῦ θεοῦ βοηθείᾳ κατὰ τὰς εὐχάς σου ὅτι ὑπομένω πάντα ὅσα εἴρηκάς μοι.» Τότε ἀνοίξας ὁ γέρων τὴν θύραν εἰσήνεγκεν αὐτὸν καὶ ἐνέδυσεν αὐτὸν τὸ σχῆμα τῶν μοναχῶν.

Καὶ ἦσαν ἀμφότεροι ἀσκούμενοι καὶ σχολάζοντες εἰς προσευχάς.

Περὶ τῆς διαγωγῆς Παλάμωνος καὶ Παχωμίου. Τὸ δὲ ἔργον ἦν αὐτοῖς τὸ νήθειν καὶ ὑφαίνειν σάκκους τριχίνους· ἐργαζόμενοι δὲ ἔκαμνον οὐχ ἕνεκεν ἀπολαύσεως αὐτῶν, ἀλλὰ τῶν πτωχῶν μνημονεύοντες κατὰ τὸν ἀπόστολον. Ἀγρυπνῶν δὲ ὁ γέρων, εἴποτε εἶδεν ὅτι ὁ ὕπνος ἐβάρει αὐτούς, ἐξήρχετο μετὰ Παχωμίου εἰς τὴν ἔρημον τοῦ ὄρους· καὶ οὕτως ἀμφότεροι τοῖς σπυριδίοις μετέφερον τὴν ἄμμον ἀπὸ τόπου εἰς τόπον καταπονοῦντες τὸ σῶμα εἰς νῆψιν εὐχῶν, λέγοντος τοῦ γέροντος· «Νῆφε, Παχώμιε, μὴ πειράσῃ σε ὁ σατανᾶς καὶ βλαβῇς.» Βλέπων δὲ τὴν εἰς πάντα αὐτοῦ ὑπακοὴν ὁ γέρων καὶ τὴν προκοπὴν τῆς ὑπομονῆς ἠγαλλιᾶτο χάριν τῆς σωτηρίας αὐτοῦ.

Τῇ δὲ ἡμέρᾳ τῆς χαρᾶς μετὰ τὸ πάσχα λέγει αὐτῷ ὁ γέρων· «Ἐπειδὴ τῶν χριστιανῶν ἐστιν ἑορτὴ σήμερον, ἀναστὰς ἑτοίμασον ἡμῖν ἀριστῆσαι.» Ἑτοιμάζων οὖν ὁ Παχώμιος ἔβαλεν ἔλαιον εἰς τὸ ἅλας <τὸ> τετριμμένον· οὕτω γὰρ ἐσθίειν αὐτοῖς εἴθιστο, ἔστι δ’ ὅτε καὶ λαψάνας ἤσθιον χωρὶς ἐλαίου καὶ ὄξους, πολλάκις δὲ καὶ σποδὸν τῷ ἅλατι κατεμίγνυον. Τότε δὲ οὕτως ἑτοιμάσας καλεῖ αὐτὸν ἵνα φάγωσι. Καὶ προσεγγίσας τοῖς παρακειμένοις ὁ γέρων ὁρᾷ ἔλαιον ἐν τῷ ἅλατι· καὶ τύψας εἰς τὸ πρόσωπον αὐτοῦ ἤρξατο κλαίειν λέγων· «Ὁ κύριός μου ἐσταύρωται, κἀγὼ ἔλαιον ἐσθίω;» Καὶ τοῦ Παχωμίου παρακαλοῦντος αὐτὸν μετὰ φόβου, μόλις ἠνέσχετο τοῦ ἐλαίου ἐκκενωθέντος καθεσθῆναι φαγεῖν ὡς ἦν ἔθος αὐτοῖς. Οὕτως ἦν Παλάμων ἐγκρατής, τὸν σταυρὸν φορῶν ἀεὶ κατὰ τὸν λόγον τοῦ σωτῆρος καὶ ἀκολουθῶν αὐτῷ μετὰ ταπεινῆς καρδίας.

Περὶ τοῦ πλάνου ἀναχωρητοῦ. Ἐν μιᾷ δὲ ἀγρυπνούντων αὐτῶν, ἀναστὰς ἕτερός τις ἀδελφός, ὃς παρεγένετο μεῖναι τότε σὺν αὐτοῖς, λέγει τῷ γέροντι, πυρκαιᾶς ἔμπροσθεν αὐτῶν ἐξαπτομένης· «Ὁ ἔχων ἐν ὑμῖν πίστιν σταθήτω ἐπὶ τῶν ἀνθράκων τούτων καὶ εὐξάσθω τὴν τοῦ εὐαγγελίου εὐχήν.» Καὶ γνοὺς ὁ γέρων ὑπερηφανίας εἶναι τὸν λόγον ἐπετίμησεν αὐτῷ λέγων· «Παῦσαι τοῦτο φλυαρῶν· πλανᾶσαι γάρ.» Ὁ δέ, μὴ αἰσθανόμενος τί ἔλεγεν, ἐπέθηκε τοὺς πόδας αὐτοῦ τοῖς ἄνθραξι λέγων τὴν προσευχήν.

Καὶ καταβὰς οὐκ ἐβλάβη τοὺς πόδας αὐτοῦ κατ’ ἐνέργειαν δαιμόνων ἐκ θείας συγχωρήσεως. Πλέον οὖν ἐπήρθη τῇ καρδίᾳ κατὰ τὸ γεγραμμένον· «Πρὸς τοὺς σκολιοὺς σκολιὰς ὁδοὺς ἀποστέλλει ὁ θεός.» Καὶ οὕτως ἀποχωρισθεὶς αὐτῶν, κατ’ ἰδίαν μακρὰν ἦν ἀναχωρῶν. Ἰδὼν δὲ ὁ ἐν τούτῳ ἐξαπατήσας αὐτὸν δαίμων ὑποχείριον ἤδη γεγονότα, σχηματισθεὶς γυναικείαν μορφήν, ὡραίαν καὶ κεκαλλωπισμένην, ἦλθε κρούων τὴν θύραν ὅπου ἦν· καὶ ἀνοίξαντι λέγει αὐτῷ· «Ἐπειδὴ ὀχλοῦμαι ὑπὸ δανειστῶν διωκόντων με εἰς ἀπόδοσίν τι μὴ ἔχουσα, δέομαί σου, ὑπόδεξαί με εἰς τὴν μονήν σου, ἕως παρέλθωσιν.» Ὁ δέ, τῇ πωρώσει τοῦ συνειδότος μὴ διακρίνας τί ἂν εἴη τοῦτο, ὑπεδέξατο αὐτήν.

Καὶ τοῦ δαίμονος εἰς ἐπιθυμίαν κακὴν τοξεύσαντος αὐτόν, ἔκλινεν ἐκεῖνος ἁμαρτῆσαι καὶ τούτου χάριν προσελθὼν ὡς γυναικὶ τῷ δαίμονι κατερράγη λοιπὸν ἐν ἐκστάσει· καὶ ἦν ὡς νεκρὸς ἐπὶ γῆς. Μεθ’ ἡμέρας δὲ εἰς συναίσθησιν ἐλθὼν ὀλίγην, πρὸς αὐτοὺς ἦλθε κλαίων καὶ τρέμων· καὶ λέγει· «Ἐγὼ τῆς ἐμαυτοῦ ἀπωλείας αἴτιος· πολλὰ γάρ με νουθετήσασιν οὐχ ὑπήκουσα. Ὅμως βοηθήσατέ μοι τῷ ἐλεεινῷ· κινδυνεύω γὰρ ἀναιρεθῆναι ὑπὸ τοῦ δαίμονος.» Καὶ ἔτι αὐτοῦ λαλοῦντος καὶ αὐτῶν δι’ ἐκεῖνον κλαιόντων, ἐξαίφνης κυριευθεὶς ὑπὸ τοῦ ἀκαθάρτου πνεύματος ὁμοίως ἐξεπήδησεν ἀπ’ αὐτῶν. Τρέχων οὖν ἐπὶ τοῦ ὄρους ἐπὶ πολὺ διάστημα κατήντησεν εἰς πόλιν λεγομένην Πάνος.

Καὶ οὕτως μετὰ χρόνον ἐκστατικὸν ὄντα ἔρριψεν ὁ δαίμων αὐτὸν εἰς τὸν ὑποκαυτῆρα τοῦ βαλανείου· καὶ κατεκάη.

Περὶ τῆς προκοπῆς Παχωμίου. Βλέπων δὲ ταῦτα ὁ Παχώμιος μᾶλλον εἰς φόβον προκοπῆς προσετέθη, ὥστε πάσῃ φυλακῇ τηρεῖν τὴν ἑαυτοῦ καρδίαν, ὡς γέγραπται. Ἐφ’ οἷς καὶ τὸν ἀγαθὸν γέροντα θαυμάζειν αὐτόν, ὅτι μὴ μόνον τὴν φανερὰν ἄσκησιν καὶ σύντονον ὑπέμενε προθύμως, ἀλλὰ καὶ τὸ συνειδὸς ἐσπούδαζε πρὸς τὸν νόμον τοῦ θεοῦ τέλεον καθαρίσαι, προσδοκῶν τὴν ἀποκειμένην ἐν οὐρανοῖς ἐλπίδα. Καὶ ἀρχόμενος γὰρ ἀναγινώσκειν ἢ μελετᾶν ἀπὸ στήθους τοὺς λόγους τοῦ θεοῦ, οὐχ ἁπλῶς ἢ ὡς οἱ πολλοὶ τοῦτο ἐποίει· ἀλλὰ καθ’ ἕκαστον ἐξηγωνίζετο τὰ πάντα κατέχειν ἐν ἑαυτῷ, ταπεινοφροσύνην καὶ ἀλήθειαν καὶ πραότητα, ὡς λέγει ὁ κύριος· «Μάθετε ἀπ’ ἐμοῦ ὅτι πρᾶός εἰμι καὶ ταπεινὸς τῇ καρδίᾳ.» Ταῦτα δὲ ἐγνώκαμεν ἀπὸ τῶν ἀρχαίων πατέρων τῶν συναναστραφέντων αὐτῷ χρόνον ἱκανόν.

Ἐξηγεῖτο γὰρ αὐτοῖς καὶ ταῦτα πολλάκις μετὰ τὰ εἰρημένα ἀπὸ τῶν θείων γραφῶν. Οὐκ ἂν δὲ δυνηθείημεν γράψαι ὅσα ἠκούσαμεν, ἀλλ’ ἀπὸ μέρους τινά. Περὶ τὸ ὄρος ἐκεῖνο ἔρημος ἦν ἀκανθῶν πλήρης. Πεμπόμενος οὖν ὁ Παχώμιος πολλάκις ἀνυπόδετος ἐπόνει τοὺς πόδας πρὸς χρόνον δεινῶς ἀπὸ τῶν ἐμπησσομένων σκολόπων ἐν αὐτοῖς. τετελειωμένος «εὐαρέστει ἐνώπιόν μου καὶ γίνου ἄμεμπτος.» Ἡμεῖς δὲ ὡς νήπιοι χρείαν ἔχομεν πατέρων διακλώντων ἡμῖν ἄρτον, ὡς γέγραπται, καὶ ποτιζόντων ἡμᾶς ὕδωρ τὸ πιστόν.

Ὅθεν ἃ ἠκούσαμεν καὶ ἔγνωμεν αὐτὰ καὶ οἱ πατέρες ἡμῶν διηγήσαντο ἡμῖν οὐκ ἀναγκαῖον ᾠήθημεν κρύψαι ἀπὸ γενεᾶς ἑτέρας. Εἰ γὰρ καὶ ἐν ψαλμοῖς εἴρηται ταῦτα περὶ Μωσέως καὶ τῶν δι’ ἐκείνου γενομένων σημείων τε καὶ δυνάμεων, ἀλλ’ ὅμως ἐξ αὐτῆς τῆς ἐκείνων ὠφελείας καὶ ἡμεῖς τούτους τοὺς νῦν πατέρας ἔγνωμεν τέκνα καὶ μιμητὰς ὄντας ἐκείνων. Διὸ καὶ τὰ αὐτῶν καταγγέλλομεν ὅπως ἂν γνωσθῇ ἡμῖν καὶ τῇ ἐπερχομένῃ γενεᾷ ἕως αἰῶνος ὅτι Ἰησοῦς Χριστὸς χθὲς καὶ σήμερον, ὁ αὐτὸς καὶ εἰς τοὺς αἰῶνας.

Περὶ τῶν πειρασμῶν Παχωμίου. Τὸ δὲ πειρασθῆναι τὸν μέγαν Παχώμιον ποικίλοις πειρασμοῖς ἐκ θείας συγχωρήσεως ἐγένετο ὑπέρ τε δοκιμῆς αὐτοῦ καὶ τῆς ἑτέρων ὠφελείας ἕνεκεν. Ἀναχωρῶν γὰρ πρὸ τοῦ γενέσθαι τὸ κοινόβιον σχολάζων ἦν λίαν καὶ ἀγωνιζόμενος σὺν τοῖς ἄλλοις μακαρισμοῖς καθαρὸς τῇ καρδίᾳ εὑρεθῆναι, μὴ συγχωρῶν ἐγκαθέζεσθαι αὐτῇ ῥυπαρὸν λογισμόν. Ἐμελέτα γὰρ ἀεὶ τὸν φόβον τοῦ θεοῦ καὶ τὴν μνήμην τῆς κρίσεως καὶ τὰς βασάνους τῶν αἰωνίων κολάσεων. Καὶ ἦν ἡ καρδία αὐτοῦ νήφουσα τοσοῦτον ὡς θύρα χαλκῆ ἠσφαλισμένη κατὰ λῃστῶν. Βλέπων δὲ αὐτὸν ὁ κύριος πάνυ φροντίζοντα φοβεῖσθαι αὐτόν, ἐχαρίσατο αὐτῷ τὸ αἴτημα τῶν πατέρων αὐτοῦ λεγόντων δι’ ἑνὸς πρὸς τὸν θεόν· Γενηθήτω ἡ καρδία μου ἄμωμος ἐν τοῖς δικαιώμασί σου, ὅπως ἂν μὴ αἰσχυνθῶ.

Ὁρῶντες οὖν οἱ δαίμονες ταῦτα ἐφθόνουν αὐτῷ, καταβαλεῖν ἐθέλοντες· καὶ ἤδη φανερῶς ἤρξαντο ἀντικεῖσθαι αὐτῷ. Ἐνίοτε γὰρ εὐχομένου αὐτοῦ καὶ μέλλοντος κλίνειν γόνατα, ἐποίουν τὰ ἔμπροσθεν αὐτοῦ ὡς λάκκον τῇ φαντασίᾳ, ἵνα τῷ φόβῳ μὴ κλίνῃ γόνατα. Καὶ αὐτὸς τῶν πειραζόντων τὰς τέχνας συνιῶν, μετὰ πίστεως ἐγονυπέτει, καταισχύνων μὲν αὐτοὺς καὶ εὐλογῶν τὸν θεόν. Ἄλλοτε ἐλθόντες ἔμπροσθεν αὐτοῦ ἔνθεν καὶ ἔνθεν ὡς ἐπὶ ἄρχοντος ἐπορεύοντο λέγοντες ἀλλήλοις· «Δότε τόπον τῷ ἀνθρώπῳ τοῦ θεοῦ.» Ὁ δὲ τῇ εἰς θεὸν ἐλπίδι κατεγέλα αὐτῶν ὡς ἀχρείων.

Ἐπεχείρουν δέ ποτε καὶ τὸ ἀσκητήριον αὐτοῦ συσσείειν, φοβερίζοντες ὡς μέλλον ἐπ’ αὐτὸν πεσεῖν. Ὁ δὲ κατ’ αὐτῶν ἐμελέτα τὸν ψαλμόν· «Ὁ θεὸς ἡμῶν καταφυγὴ καὶ δύναμις, βοηθὸς ἐν θλίψεσι ταῖς εὑρούσαις ἡμᾶς, σφόδρα. Διὰ τοῦτο οὐ φοβηθησόμεθα ἐν τῷ ταράσσεσθαι τὴν γῆν καὶ μετατίθεσθαι ὄρη ἐν καρδίαις θαλασσῶν.» Καὶ ἄλλοτε καθημένου αὐτοῦ ἐργάζεσθαι, ἦλθεν ἕτερος δαίμων πειράσαι αὐτόν· καὶ τύπον ἀλεκτρυόνος λαβὼν ἐφώνησεν εἰς τὸ πρόσωπον αὐτοῦ. Ἄλλοτε πάλιν ἐλθόντες φύλλον δένδρου ἔφερον εἰς τὸ μέσον· καὶ περιστάντες κυκλόθεν ἐδέσμουν αὐτὸ σχοινίοις παχυτάτοις ὥσπερ λίθον μέγαν σύροντες καὶ προσφωνοῦντες ἀλλήλοις, ὅπως ἐν ἐκλύσει καρδίας γελάσῃ καὶ ἐν τούτῳ κυριεύσωσιν αὐτοῦ. Αὐτὸς δὲ ἰδὼν ἀνεστέναζε κατ’ αὐτῶν. Καὶ μὴ προσέχοντος αὐτοῦ ἀνεχώρησαν. Καθημένου δέ ποτε φαγεῖν, ἐν σχήμασιν ἤρχοντο γυμνῶν γυναικῶν συγκαθεσθῆναι αὐτῷ καὶ συμφαγεῖν. Καὶ οὕτω καμμύοντος αὐτοῦ τὸν ὀφθαλμὸν τῆς διανοίας, ἠφανίζοντο οἱ ἐχθροὶ μηδὲν ἀνύοντες κατ’ αὐτοῦ. Ὁ γὰρ κύριος συνετήρει αὐτὸν ὁ λέγων πᾶσι τοῖς εὐθέσι· «Μὴ φοβοῦ, μετὰ σοῦ γάρ εἰμι.» Καὶ ἐν ἄλλοις δὲ πολλοῖς ἐπειράζετο σκληροτέρως, ὥστε καὶ εἰς σῶμα δαρῆναι καὶ ἀλγεῖν αὐτὸν φανερῶς ἀπὸ ὀψὲ ἕως πρωΐ, μηδαμόθεν ἑτέρας οὔσης παραμυθίας εἰ μὴ τῆς μνήμης τοῦ παιδεύοντος θεοῦ.

Περὶ τοῦ μοναχοῦ Ἱερακαπόλλωνος. Ἐπὶ τούτοις οὖν αὐτοῦ θλιβομένου καὶ καρτεροῦντος, ἦλθέ τις ἀρχαῖος μονάζων, Ἱερακαπόλλων ὀνόματι, ἐπισκέψασθαι αὐτόν. Καὶ ἀσπασάμενος αὐτὸν ὁ Παχώμιος ἤρξατο τὰ κατ’ αὐτὸν ἀνατίθεσθαι τούτῳ. Ὁ δὲ λέγει αὐτῷ· «Ἀνδρίζου· ἔγνω γὰρ ὁ διάβολος ὡς, εἴπερ καταβάλῃ σε δι’ ὀλιγωρίας, καὶ ἡμᾶς τοὺς ἔχοντάς <σε> σκοπὸν εἰς ἀρετὴν ὑποχειρίους ἕξει. Ὅθεν ὑπόμεινον, μήπως ἐκζητηθῇ τὸ αἷμα ἡμῶν παρὰ σοῦ τοῖς ἐχθροῖς ὑποκλιθέντος.» Καὶ ἀκούσας ὁ Παχώμιος ἐνεδυναμώθη μᾶλλον. Καὶ ηὔξαντο μὴ διαχωρισθῆναι ἀπ’ ἀλλήλων εἰς τὸν αἰῶνα. Μετὰ δὲ χρόνον ἐτελεύτησεν οὗτος ὁ πρὸς κοινωνίαν συνελθὼν Παχωμίῳ καλῶς, ὡς ὁ κύριος ᾠκονόμησε.

Περὶ τῆς πίστεως Παχωμίου καὶ τελει<ότητος>. Πρὸ τοῦ γνῶσιν τελείαν κτήσασθαι παρὰ κυρίου τὸν μέγαν Παχώμιον, τοιαύτην εἶχε πίστιν τελείαν ὡς καὶ φανερῶς ἐπάνω ὄφεων καὶ σκορπίων πατεῖν καὶ ἐπὶ κροκοδείλων διαβαίνειν ἐν ὕδασι καὶ θηρίων κατατολμᾶν καὶ μὴ βλάπτεσθαι ὑπ’ αὐτῶν.

Καὶ ἐπειδὴ πολλοὺς χρόνους ἐποίησε πρὸς τοὺς δαίμονας πυκτεύων ὁ τῆς ἀληθείας ἀθλητὴς καθάπερ ὁ ἁγιώτατος Ἀντώνιος, τούτου χάριν ᾐτήσατο παρὰ κυρίου τὸν ὕπνον ἀπ’ αὐτοῦ ἀποστῆναι ἄχρι καιροῦ πρὸς τὸ νυκτὸς καὶ ἡμέρας ἄϋπνον ὄντα τοὺς ὑπεναντίους κατατροπώσασθαι, καθὼς γέγραπται· «Καὶ οὐκ ἀποστραφήσομαι ἕως ἂν ἐκλείψωσιν·» ἀδύνατοι γάρ εἰσι πρὸς τὴν ἐν κυρίῳ πίστιν. Καὶ ἐχαρίσθη αὐτῷ παρὰ τοῦ θεοῦ χρόνον ἱκανὸν τὸ αἴτημα τοῦτο. Καὶ ἦν ὡς ὁρῶν τὸν ἀόρατον θεὸν καθαρότητι καρδίας ὡς ἐν ἐσόπτρῳ.