Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Παχώμιος ὁ Μέγας – Βίος τοῦ Παχωμίου

Παχώμιος ὁ Μέγας

Ασθένεια, κοίμηση και διαδοχή του αγίου Παχωμίου

Η συμπαράσταση του Παχωμίου στον διωκόμενο Αθανάσιο, η εξάπλωση θανατηφόρου νόσου, η κοίμηση του αγίου και η σύντομη ηγουμενία και τελευτή του Πετρωνίου.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Παχώμιος ὁ Μέγας

—

Κεφάλαιο 8 από 10

Περὶ τοῦ διορατικὸν εἶναι Παχώμιον. Τῆς φήμης τοῦ μεγάλου Παχωμίου μακρὰν ἐκταθείσης καὶ πανταχοῦ διαδοθείσης, καὶ πολλῶν λαλούντων περὶ αὐτοῦ, τινῶν μὲν τὰ ἴσα, τινῶν δὲ καὶ ὑπὲρ τὸ μέτρον, ὃ φιλεῖ συμβαίνειν ἐν τοῖς τοιούτοις, ἐγένετό ποτε περὶ τὴν Λατῶν ἐκκλησίαν ἀμφιλογία περὶ τοῦ διορατικὸν αὐτὸν λέγειν.

Κληθεὶς οὖν καὶ αὐτὸς παρόντων ἐπισκόπων καὶ μοναχῶν ὥστε τὸν περὶ τούτου λόγον γυμνάσαι, ἦλθεν ἐκεῖ μετά τινων ἀρχαίων ἀδελφῶν. Καὶ βλέπων αὐτοὺς περὶ αὐτοῦ φιλονεικοῦντας ἐσιώπησεν. Ἐρωτηθεὶς δὲ λοιπὸν ὑπὸ τῶν ἐπισκόπων Φίλωνος καὶ Θμόει τοῦ ἀπολογήσασθαι λέγει αὐτοῖς· «Οὐ σὺν ἐμοὶ ἦτε ἐν τῷ μοναστηρίῳ ποτὲ μοναχοὶ πρὸ τῆς ἐπισκοπῆς ὑμῶν; Οὐκ οἴδατέ με τῇ χάριτι τοῦ θεοῦ ἀγαπῶντα τὸν θεὸν ὡς ὑμεῖς καὶ φροντίζοντα τῶν ἀδελφῶν; Καὶ ὅτε Μωσῆς ὁ τοῦ λεγομένου Μαγδώλου ἐδαιμονίσθη καὶ ἁρπαζόμενος ὑπὸ δαιμόνων εἰς τὰ κατάγαια ἐκινδύνευε θανατωθῆναι, οὐκ ἔγνωτε πῶς δι’ ἐμοῦ ἡ χάρις τοῦ θεοῦ ἐβοήθησεν αὐτῷ; ἵνα μὴ λέγω καὶ ἄλλα ὧν ὑμεῖς μάρτυρες.» Ἀπεκρίθησαν αὐτῷ ὅτι «Ὁμολογοῦμέν σε ἄνθρωπον τοῦ θεοῦ εἶναι καὶ γινώσκομέν σε ὅτι ἔβλεπες τοὺς δαίμονας πολεμῶν αὐτοὺς ἀποστῆσαι τῶν ψυχῶν.

Ἀλλὰ περὶ τοῦ διορατικοῦ ἀπολόγησαι, ἐπειδὴ μέγα ἐστί· καὶ πείσομεν τοὺς γογγύζοντας.» Καὶ ἀπεκρίθη· «Οὐκ ἠκούσατέ μου λέγοντος πολλάκις ὅτι ἤμην παιδίον μὴ εἰδὸς τί ἐστι θεός, ἐξ ἑλλήνων γονέων; Τίς οὖν ἐχαρίσατό μοι τὸ συνιδεῖν τὸ δέον καὶ χριστιανὸν γενέσθαι;

Οὐκ αὐτὸς ὁ φιλάνθρωπος θεός; Καὶ μετὰ τοῦτο πολλῶν ὄντων καὶ κατ’ ἰδίαν ἀσκουμένων, μόλις ἂν εὑρέθησαν δύο ἢ πέντε ἢ δέκα τὸ πολὺ μετὰ πολλοῦ κόπου καὶ φόβου θεοῦ κυβερνῶντες τὰς ἰδίας ψυχάς· ἡμεῖς δὲ τοσοῦτον πλῆθός ἐσμεν ἐν ἐννέα μοναῖς νύκτα καὶ ἡμέραν σπουδάζοντες τηρῆσαι τὰς ἑαυτῶν ψυχὰς ἀμέμπτους διὰ τοῦ ἐλέους κυρίου, ὡς καὶ ὑμεῖς ὡμολογήσατε γινώσκειν ἡμᾶς τὰ περὶ τῶν ἀκαθάρτων πνευμάτων. Ἐχαρίσατο ἡμῖν ὁ κύριος καὶ τοῦτο ἐπιγινώσκειν, ὅτε βούλεται, τίς αὐτῶν ὁ πορευόμενος καλῶς καὶ τίς ὁ ἐν ὑποκρίσει ὢν μοναχός. Ἄφες τὸ χάρισμα τοῦ θεοῦ· φρόνιμοι ἄνθρωποι κατὰ κόσμον καὶ νοήμονες, εἴ γε ποιήσουσιν ὀλίγας ἡμέρας ἐν μέσῳ ἀνθρώπων, οὐκ ἐπιγινώσκουσιν αὐτῶν τὴν διάθεσιν, διακρίνοντες ἕκαστα τῶν περὶ αὐτούς; Αὐτὸς δὲ ὁ τὸ ἴδιον αἷμα δι’ ἡμᾶς ἐκχύσας, ἐὰν ἴδῃ τινὰ ἐξ ὅλης καρδίας τρέμοντα τὴν ἀπώλειαν τοῦ πλησίον, μάλιστα καὶ πολλῶν, οὐ χαρίσεται αὐτῷ γνῶσιν, πῶς σώσει αὐτοὺς ἀμέμπτως ἤτοι διακρίσει πνεύματος ἁγίου ἤτοι δι’ ὀπτασίας ὅτε βούλεται καὶ ὡς βούλεται; Μὴ γὰρ ὅτε βούλομαι βλέπω τὰ τῆς σωτηρίας τῶν ἀδελφῶν, ἀλλ’ ὅτε ὁ πᾶσαν κυβέρνησιν ἔχων θεὸς ἐμπιστεύει ἡμῖν.

Ἄνθρωπος γὰρ καθ’ ἑαυτὸν ματαιότητι ὡμοιώθη· γενόμενος δὲ ὑπὸ θεοῦ γνησίως οὐκέτι μάταιος, ἀλλὰ ναὸς θεοῦ, καθὼς λέγει· “Ἐνοικήσω ἐν αὐτοῖς καὶ ἐμπεριπατήσω”· οὐκ ἐν πᾶσιν, ἀλλ’ ἐν μόνοις τοῖς ἁγίοις, οὐ μόνον ἐν ὑμῖν, ἀλλὰ καὶ ἐν Παχωμίῳ, εἴ γε ποιήσει τὸ θέλημα τοῦ θεοῦ.» Καὶ ταῦτα ἀκούσαντες ὑπερεθαύμασαν τήν τε παρρησίαν καὶ τὴν ταπεινοφροσύνην τοῦ ἀνδρός. Ἠθέλησαν δέ τινες τῶν τοῖς λόγοις μὴ πεισθέντων ἀποκτεῖναι αὐτόν· ἦλθε γάρ τις ἐνεργούμενος ὑπὸ τοῦ ἐχθροῦ, μάχαιραν ἔχων ὥστε σφάξαι αὐτόν· ἀλλὰ θορύβου γενομένου κατὰ τὴν ἐκκλησίαν, ὡς τινῶν μὲν οὕτως λαλούντων, ἄλλων δὲ ἄλλως, ἔσωσεν αὐτὸν ὁ κύριος διὰ τῶν συνόντων ἀδελφῶν. Καὶ διασωθεὶς ἦλθεν εἰς τὴν ἐσχάτην αὐτοῦ μονὴν λεγομένην Παχνούμ, οὖσαν ἐν τῇ ἐνορίᾳ τῆς αὐτῆς πόλεως.

Περὶ τῶν ἐν Ἀλεξανδρείᾳ γινομένων τῶν περὶ Ἀθανασίου. Δύο δὲ πλοίων ὑπαρχόντων ὅλῳ τῷ κοινοβίῳ, τοῦ μὲν πρὸς τὸ πωλεῖν τὰ ψιάθια διὰ τὴν τροφὴν καὶ τὰς ἄλλας χρείας, τοῦ δὲ διὰ τοὺς λεβήτωνας αὐτῶν, ἦλθεν ἐξ Ἀλεξανδρείας τηνικαῦτα τὸ ἕν, ἐν ᾧ ἦσαν οἱ περὶ Ζακχαῖον καὶ Θεόδωρον. Καὶ ἀσπασαμένοις αὐτὸν καὶ τοὺς ἀδελφοὺς λέγει αὐτοῖς· «Πῶς ἡ ἐκκλησία Ἀλεξανδρείας;» Ἐλυπεῖτο γὰρ δι’ αὐτὴν τότε, ἐπειδὴ μετὰ βίας οἱ βλάσφημοι Ἀρειανοὶ ὡς λῃσταὶ ἅμα Γρηγορίῳ τινὶ ἐπανέστησαν αὐτῇ. Καὶ περὶ τούτου ηὔχετο τῷ θεῷ σφόδρα σφόδρα, ὀδυνώμενος τῇ καρδίᾳ περὶ τοῦ λαοῦ τοῦ θεοῦ οὕτως ἀδικουμένου καὶ μὴ ἔχοντος τὸν ἀρχιεπίσκοπον Ἀθανάσιον τὸν χριστοφόρον. Καὶ ἔλεγε· «Πιστεύομεν τῷ συγχωρήσαντι Χριστῷ γενέσθαι τοῦτο πρὸς δοκιμὴν τῶν πιστῶν, ὅτι ταχέως ἐκδίκησις ἔσται καὶ οὐ χρονίσει.» Εἶτα λέγει αὐτοῖς καὶ τὴν θλῖψιν τὴν γενομένην αὐτῷ ἐν τῇ Λατῶν, εὐχαριστῶν καὶ λέγων ὅτι «Ὀφείλομεν ὑπομένειν πάντα πειρασμόν· οὐ γὰρ βλάπτει, ἀλλ’ ὠφελεῖ τοὺς προσέχοντας. Οὗτοι μὲν οὖν οἱ ἐξετάζοντες τὰ καθ’ ἡμᾶς ὀρθόδοξοι πατέρες εἰσὶ καὶ ἀδελφοί, κἂν ὁ ἐχθρὸς ἔν τισιν ἡμῶν ἰδίοις, ἐκτὸς γενομένοις πρὸς ὀλίγον τοῦ φόβου τοῦ θεοῦ, τὴν ἑαυτοῦ πονηρίαν ἐνέσπειρεν· ἀλλ’ ὁ θεὸς καὶ τούτους καὶ ἡμᾶς ἔσωσεν.

Αὐτὸς δὲ ὁ ἁγιώτατος πάπας, τοσοῦτον χρόνον ὑπὸ τῶν ἐχθρῶν πολεμούμενος, μακάριός ἐστιν· ἀλλ’ οὐ μὴ δύνωνται πρὸς αὐτόν, βοηθὸν ἔχοντα τὸν θεὸν τῆς πίστεως αὐτοῦ. Τὸ γὰρ γεγραμμένον πληρωθήσεται ἐπ’ αὐτῷ· Πᾶσα φωνὴ ἣ ἐπαναστήσεταί σοι εἰς κρίσιν, πάντας αὐτοὺς ἡττήσεις.» Οὕτως οὖν καὶ ἐγένετο· καὶ ἀποκατεστάθη ταχέως εἰς τὴν ἐκκλησίαν αὐτοῦ μετὰ δόξης ὁ θεῖος Ἀθανάσιος.

Κοίμησις τοῦ ἁγίου Παχωμίου. Μετὰ τὸ πάσχα, νόσου παρὰ κυρίου καταλαβούσης τοὺς ἀδελφούς, ἐν πάσαις ταῖς μοναῖς ἐκοιμῶντο πολλοί. Καὶ αὐτὸς οὖν ὁ μέγας πατὴρ ἡμῶν ἦν κακωθεὶς τηνικαῦτα. Ἡ δὲ νόσος ἦν λοιμική· καὶ ὅτε κατεῖχέ τινα ὁ πυρετός, εὐθὺς ἠλλάσσετο τῷ χρώματι καὶ οἱ ὀφθαλμοὶ αὐτοῦ αἱματώδεις ἐγίνοντο· καὶ ὡς πνιγόμενος ἦν, ὅπως ἀποδῷ τὸ πνεῦμα. Τότε καὶ Σούρους ἀπέθανεν ὁ ἡγούμενος τῆς μονῆς Παχνοὺμ καὶ Κορνήλιος ὁ ἡγούμενος τῆς μονῆς Μογχώσεως καὶ Παφνούτιος ὁ οἰκονόμος ὅλων τῶν μοναστηρίων ὁ μένων ἐν Παβαῦ καὶ ἄλλοι πολλοὶ πατέρες καὶ ἀδελφοί. Θεόδωρος δὲ διηκόνει τῷ ἀββᾷ Παχωμίῳ. Τὸ γὰρ σῶμα αὐτοῦ ἀπὸ τοῦ ἐγχρονίσαι τῇ νόσῳ ἐγένετο λεπτὸν σφόδρα· ἡ δὲ καρδία αὐτοῦ μετὰ τῶν ὀφθαλμῶν ὡς πῦρ ἦν καιομένη.

Πρὸ οὖν ἡμερῶν δύο τοῦ τελευτῆσαι συγκαλεῖ τοὺς πατέρας καὶ ἡγουμένους τῶν μονῶν καὶ λέγει αὐτοῖς· «Ἰδοὺ βλέπετε ὅτι ἐπισκέπτεταί με ὁ κύριος· ἐκλέξασθε οὖν ἑαυτοῖς τὸν δυνάμενον ἐν κυρίῳ κυβερνῆσαι ὑμᾶς.» Καὶ καλεῖ τινα τῶν τῆς μονῆς Χηνοβοσκίων, Ὀρσίσιον λεγόμενον· καὶ αὐτὸς ἦν δυνατὸς τῇ πίστει καὶ ταπεινόφρων καὶ ἀγαθός. Καὶ λέγει τούτῳ· «Ἐξέτασον τίνα αἱροῦνται.» Καὶ περιῆλθεν ἐρωτῶν πάντας· αὐτῶν δὲ μετὰ κλαυθμοῦ λεγόντων ὡς «Ἀφ’ οὗ παρέδωκεν ἡμᾶς ὁ κύριος εἰς τὰς χεῖράς σου, οὐδένα οἴδαμεν εἰ μὴ σέ», λέγει αὐτοῖς· «Πιστεύετέ μοι, τοῦτο νομίζω· ἐὰν ζήσῃ Πετρώνιος, δύναται φροντίζειν ὑμῶν.» Ἦν γὰρ καὶ αὐτὸς ἀσθενῶν ἐν τῇ μονῇ αὐτοῦ, Τομὶν λεγομένῃ, περὶ τὴν Πάνος.

Καὶ μετὰ τὸ εὔξασθαι αὐτοὺς καὶ ἀναχωρῆσαι, λέγει ὁ ἀββᾶς Παχώμιός τινι ἀδελφῷ· «Ποίησον ἀγάπην καὶ ἔνεγκέ μοι στρῶμα, ὅτι τοῦτο βαρύ ἐστι καὶ τὸ σῶμά μου οὐ φέρει· ἔχω γὰρ ὡς τέσσαρας ἡμέρας ἀσθενῶν, ἀλλ’ εὐχαριστῶ τῷ κυρίῳ.» Ἀπελθὼν ἐκεῖνος εἰς τὸ κοινόβιον ἤνεγκε στρῶμα καλὸν καὶ ἐλαφρόν, καὶ ἐπέβαλεν αὐτῷ. Ὁ δὲ τὴν διαφορὰν τοῦ στρώματος ἰδὼν λέγει αὐτῷ· «Ἆρον αὐτό· οὐ γὰρ ὀφείλω διαφορὰν ἐν οὐδενὶ τῶν ἀδελφῶν ἔχειν. Καὶ μικρὸν ὑπομείνας καθ’ οἱονδήποτε τρόπον ἀναπαύομαι, ἕως ἐξέλθω τοῦ σώματος.» Καὶ ταῦτα εἰπὼν ὠχλεῖτο ἀποδοῦναι τὸ πνεῦμα. Κρατήσας δὲ τοῦ πώγωνος Θεοδώρου λέγει αὐτῷ· «Ἐὰν κρύψωσι τὰ ὀστᾶ μου, μετένεγκε αὐτὰ ἐκεῖθεν.» Θεοδώρου δὲ νομίσαντος ὅτι λέγει αὐτῷ μὴ ἀφεῖναι τὸ σῶμα αὐτοῦ ὅπου θάπτουσιν, ἀλλὰ μεταθεῖναι τοῦτο ἀλλαχοῦ λάθρᾳ, λέγει αὐτῷ ὅτι «Οὐ μόνον τοῦτο λέγω σοι, ἀλλὰ καὶ τοῦτο.» Καὶ τρὶς παρήγγειλεν αὐτῷ· ἔλεγε δὲ μὴ ἀμελεῖν τῶν ἀδελφῶν ἀμελούντων, ἀλλὰ διεγείρειν αὐτοὺς τῷ νόμῳ τοῦ θεοῦ. Καὶ λέγει αὐτῷ Θεόδωρος· «Καλῶς.» Καὶ οὕτως ἀπέδωκε τὴν ἁγίαν ψυχὴν τῇ τεσσαρεσκαιδεκάτῃ τοῦ παχὼν μηνός. Καθ’ ὅλην δὲ τὴν νύκτα περὶ αὐτὸν ἀγρυπνούντων ἐν ἀναγνώσεσι καὶ εὐχαῖς, κηδευθὲν τὸ σῶμα πρὸς τὸ ὄρος ἀπηνέχθη μετὰ ψαλμῶν ὁμοίως, καὶ ἐτάφη.

Καταβάντων δὲ τῶν ἀδελφῶν ἐκεῖθεν, μετεβίβασεν αὐτὸ Θεόδωρος καὶ ἄλλοι τρεῖς ἀδελφοὶ εἰς ἄλλον τόπον, ἐν ᾧ ἐστιν ἕως ἄρτι.

Περὶ Πετρωνίου. Οἱ δὲ ἀποσταλέντες ἐπὶ τὸν ἀββᾶν Πετρώνιον ἤνεγκαν αὐτὸν νοσοῦντα· ὃς κἀν τῇ νόσῳ νηφάλιος ἦν σφόδρα καὶ ἐστυμμένος. Ὀλίγας οὖν ποιήσας ἡμέρας καὶ κυβερνῶν τοὺς ἀδελφοὺς λόγῳ τε θεοῦ καὶ τῇ μνήμῃ τοῦ πατρὸς αὐτῶν, ἐτελεύτησεν ἐπιφὶ τοῦ μηνὸς ἑβδόμῃ καὶ εἰκάδι.

Μέλλων δὲ ἀποδοῦναι τὸ πνεῦμα, ἐξήτασεν αὐτοὺς τίνα θέλουσι διάδοχον ἀντ’ αὐτοῦ πατέρα· εἰπόντων δὲ πάλιν τὴν μέριμναν ταύτην αὐτοῦ εἶναι, ἔταξεν αὐτοῖς ὁ ἀββᾶς Ὀρσίσιον παρόντα, περὶ οὗ ἐλαλοῦμεν πρότερον. Καὶ ἀκούσας ἔκλαυσε λέγων· «Τοῦτο οὐκ ἔστι μοι κατὰ δύναμιν.» Καὶ κηδεύσαντες τὸν ἅγιον Πετρώνιον μετ’ εὐχῶν καὶ ψαλμῶν ἔθαψαν εἰς τὸ ὄρος.