Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Παχώμιος ὁ Μέγας – Βίος τοῦ Παχωμίου

Παχώμιος ὁ Μέγας

Η ηγουμενία του Θεοδώρου, η επίσκεψη του Αθανασίου και η κοίμησή του

Η διαποίμανση από τον Θεόδωρο, η έρευνα του δούκα Αρτεμίου, η επίσκεψη του αρχιεπισκόπου Αθανασίου, η συμφιλίωση με τον Ορσίσιο και η κοίμηση του Θεοδώρου.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Παχώμιος ὁ Μέγας

—

Κεφάλαιο 10 από 10

Περὶ κατηχήσεως Θεοδώρου. Συνήγαγε δὲ τοὺς ἀδελφοὺς ὁ ἀββᾶς Θεόδωρος λαλῆσαι αὐτοῖς τὸ πρῶτον ἐν κατηχήσει καὶ ἔλεγε· «Ποῦ εἰσιν οἱ ἀρχαῖοι; Ἐνισχύσατε ἐν κυρίῳ· καὶ ὁμονοήσωμεν συμπάσχειν ἀλλήλοις, ἵνα μὴ ὁ ἐχθρὸς διασκορπίσῃ τὸν κάματον τοῦ πατρὸς ἡμῶν. Οὐκ ἀγνοεῖτε γὰρ αὐτοῦ τὴν ὑπομονὴν τῶν θλίψεων, ὅσα ἐκοπίασε πρὸς τοὺς δαίμονας, ὥστε διδάξαι ἡμᾶς τὸν κύριον ἡμῶν Ἰησοῦν Χριστὸν καὶ σωτῆρα, οὗ ἡ παρουσία ἐν σώματι φόβος καὶ φρίκη ἐστίν. Οὔπω πέντε παρῆλθον ἔτη, καὶ ἐπελαθόμεθα τῆς τηλικαύτης χαρᾶς καὶ εἰρήνης ἧς εἴχομεν εἰς ἀλλήλους τότε. Καὶ γὰρ ἤμεθα ἐπὶ τοῦ πατρὸς ἡμῶν μηδὲν ἔχοντες ἕτερον μήτε ἐν τῇ καρδίᾳ μήτε ἐν τῷ στόματι ἡμῶν εἰ μὴ τὸν λόγον τοῦ κυρίου τὸν ὑπὲρ μέλι καὶ κηρίον ὄντα γλυκύτερον· καὶ γάρ ἐστι θεὸς ὁ λόγος. Καὶ οὐκ ᾐσθανόμεθα ἑαυτῶν ὡς ἐπὶ γῆς ὄντων, ἀλλ’ ἐν οὐρανῷ ἑορταζόντων. Ὥσπερ γὰρ ἄνθρωπος, ἐν ψύχει καὶ παγέτῳ μεγάλῳ ὑπάρχων, ὅσον ὅσον τρέχει ἔσω εἰς τὴν θέρμην τοῦ πυρός, τέρπεται καὶ ἀναζῇ, οὕτως καὶ ἡμεῖς· καθ’ ὅσον ἐζητοῦμεν τὸν θεόν, κατὰ τοσοῦτον μᾶλλον ἡ χρηστότης αὐτοῦ ἐφαίνετο γλυκαίνουσα τὰς ψυχὰς ἡμῶν. Ἄρτι δὲ πῶς ἐσμεν οἴδατε. Ὅμως ἐπιστρέψωμεν πάντες· καὶ πιστεύομεν ὅτι ἀνανεώσει ἡμᾶς ὁ θεὸς κατὰ τοὺς οἰκτιρμοὺς αὐτοῦ.»

Ταῦτα λέγων ὁ ἀββᾶς Θεόδωρος ἔκλαιε· καὶ ἡ κραυγὴ τοῦ κλαυθμοῦ τῶν ἀδελφῶν ἐξῆλθε τῆς συνάξεως μακράν· καὶ οὕτως εὐξάμενος ἀπέλυσε τοὺς ἀδελφούς. Μετὰ τοῦτο ἐμβὰς εἰς πλοῖον ἐπεσκέψατο τοὺς ἀδελφοὺς τῶν μοναστηρίων καὶ ἐστήριξεν αὐτούς. Μετὰ πολὺν οὖν ἀγῶνα καὶ σύνεσιν πνευματικὴν ἔπεισε τὸν πατέρα τῆς προειρημένης μονῆς Ἀπολλώνιον εἰρηνεῦσαι μετὰ τῶν ἀδελφῶν. Καὶ κατῃσχύνθη ὁ πειράσας αὐτοὺς ἐχθρός.

Περὶ τῆς σπουδῆς Θεοδώρου πρὸς τὸ ψυχὰς ὠφελεῖν. Ἦν δὲ ὁ ἀββᾶς Θεόδωρος νηφάλιος σφόδρα περὶ τὰς ψυχάς, παραμυθούμενος ἕκαστον καθ’ ἑαυτὸν καὶ θεραπεύων ὡς ἰατρός. Οὐδεὶς δὲ τῶν ἀδελφῶν ἐφείδετο ἐξομολογεῖσθαι αὐτῷ κατ’ ἰδίαν τὴν διάνοιαν αὐτοῦ, ἕκαστος ὡς πολεμεῖ τῷ ἐχθρῷ· καὶ αὐτός, πεῖραν ἔχων τῆς νίκης ἐν κυρίῳ τῷ λέγοντι «Θαρσεῖτε», ἐδίδασκεν αὐτοὺς ἀνθίστασθαι πρὸς ἕνα ἕκαστον τῶν ἀλλοτρίων λογισμῶν, ὅπως ἀθλήσαντες νομίμως στεφανωθῶσιν, ὡς ἔφη ὁ θεῖος ἀπόστολος. Εἰ δὲ εἶδέ τινα μὴ βουλόμενον τὴν ἰδίαν σωτηρίαν, ἀλλὰ καταφρονοῦντα, μετὰ πολλῆς μακροθυμίας ἐνουθέτει αὐτὸν τὰ φοβερὰ κρίματα τοῦ θεοῦ· «Φοβερὸν γάρ, φησίν, τὸ ἐμπεσεῖν εἰς χεῖρας θεοῦ ζῶντος. Καὶ κολάζων δὲ ὁ θεὸς ἁμαρτωλοὺς εὐεργέτης καὶ ἀγαθός ἐστι· βούλεται γὰρ πάντας σωθῆναι καὶ εἰς αἰωνίαν χωρῆσαι ἀνάπαυσιν.» Ἔλεγε δὲ πάλιν· «Ἐὰν μή τις ἁμαρτάνων ἐκ τοῦ θεοῦ παιδευθῇ, μακροθυμῶν ἐγὼ ὑπὲρ τὸ μέτρον αἴτιος εὑρίσκομαι τῆς ἀπωλείας αὐτοῦ.» Διὰ τοῦτο οὐχ ἡσύχαζεν, ἀλλὰ μετὰ σπουδῆς μεγάλης τὴν μέριμναν αὐτοῦ ἐπέρριπτεν ἐπὶ κύριον εὐχόμενος καὶ λέγων· «Μέγας ἀγών ἐστι λόγον ὑπὲρ ἑαυτοῦ δοῦναί τινα· πόσῳ μᾶλλον ὑπὲρ πολλῶν; Διὰ τοῦτο γινώσκω ὅτι ὡς σκιά ἐσμεν· οὐ γὰρ φθάνομεν εἰς μέτρον τοιοῦτον.

Σὺ δὲ ὁ γινώσκων καὶ πλάσας τὰς καρδίας κατὰ μόνας τῶν ἀνθρώπων, φύλαξον ἡμᾶς καὶ πάντα τὸν κόσμον ἀπὸ τῶν φθοροποιῶν δαιμόνων, ὅτι οὐδεὶς δύναται σῶσαι ἡμᾶς, εἰ μὴ σύ, κύριε ὁ θεὸς τῆς δόξης.»

Περὶ θαυματουργίας. Ὅτε δὲ προσήρχοντό τινες κοσμικοὶ ἢ ἐν ὁδῷ ἢ ἐν τῷ μοναστηρίῳ περί τινος δαιμονιζομένου ἢ ἄλλως πάσχοντος, ἔλεγεν αὐτοῖς· «Μὴ νομίζετε ὅτι ἱκανοί ἐσμεν πρεσβεῦσαι τῷ θεῷ ὑπὲρ τούτου ἁμαρτωλοὶ ὄντες· εἰ δὲ θέλει αὐτὸς οἰκτίρμων ὢν τοῦ ἰδίου πλάσματος φείσασθαι, ἐξουσίαν ἔχει, καθὼς καὶ πρὸς πάντας ἀεὶ τὴν ἀγαθότητα αὐτοῦ ἐπιδείκνυται.» Καὶ ἐπὶ πολὺ ἐνοχλούντων καὶ ἀξιούντων εὔξασθαι αὐτόν, ηὔχετο τὸ θέλημα αὐτοῦ <γενέσθαι>. Καὶ οὕτως ἐθεράπευεν αὐτοὺς ὁ κύριος. Ταῦτα δὲ ἐποίει τῇ μνήμῃ τοῦ ἀναθρέψαντος αὐτὸν ἀββᾶ Παχωμίου. Τὴν γὰρ ὁδὸν τῶν ἁγίων ἦν ἐκεῖνος ἀκλινῶς πορευόμενος.

Ὅσα καὶ Θεόδωρος ἐποίησε μοναστήρια. Ἐποίησε δὲ λοιπὸν καὶ ὁ ἀββᾶς Θεόδωρος ἐπὶ τοῖς γενομένοις ἐξ ἀρχῆς ἕτερα μοναστήρια δύο περὶ τὴν Ἑρμούπολιν λεγόμενα Καιὸρ καὶ Οὐοῒ μετὰ γνώμης τοῦ πατρὸς ἡμῶν Ὀρσισίου· καὶ ἔταξεν ὁμοίως κατὰ τὸν νόμον τῆς κοινωνίας ἐκεῖ οἰκιακούς τε καὶ δευτέρους οἰκιακῶν καθ’ ὁμοιότητα τῶν ἄλλων μοναστηρίων. Ποιήσας δὲ καὶ περὶ Ἑρμόνθην ἄλλο μοναστήριον, τοὺς αὐτοὺς ἔταξεν ἐν αὐτῷ ἡγουμένους καλοὺς καὶ ἀδελφούς· καὶ τοὺς αὐτοὺς κανόνας παρέδωκεν. Ἐποίησε καὶ μονὴν ἄλλην παρθενευουσῶν ἐν κώμῃ λεγομένῃ Πιχναί, οὐ μακρὰν τῆς μονῆς Παβαῦ ὡς ἀπὸ μιλίου. Ἐποίησε δὲ καὶ ὁ ἀββᾶς Παχώμιος ἔτι περιὼν ἄλλην μονὴν Ἰσμὶν λεγομένην. Καὶ αὗται αἱ μοναὶ ἦσαν ἐπαρκοῦσαι τοῖς ἀδελφοῖς, ἱμάτια ἐρεᾶ καὶ στρώματα καὶ ἄλλα τινὰ ὑφαίνουσαι καὶ ὠμόλινα νήθουσαι εἰς τοὺς λεβήτωνας, τοῦ οἰκονόμου τῆς μεγάλης μονῆς πέμποντος αὐταῖς τὰ πρὸς τὸ ἔργον διὰ τοῦ πατρὸς αὐτῶν Ἐπωνύχου, ἁγίου καὶ ἐστυμμένου ἀνδρός, μετὰ τὴν τελευτὴν τοῦ ἀββᾶ Πέτρου τοῦ ἀρχαίου.

Περὶ τοῦ διορατικοῦ πάλιν χαρίσματος. Ἐπεὶ δὲ ἤκουσεν ὁ ἀββᾶς Θεόδωρος τὸν γογγυσμὸν [καὶ τὴν θλῖψιν] ὃν ὑπέστη Παχώμιος ὁ πατὴρ ἡμῶν ἐν τῇ Λατῶν περὶ τοῦ διορατικοῦ—ἐν Ἀλεξανδρείᾳ γὰρ ἦν τότε καὶ αὐτὸς ἐν τῷ πλοίῳ—, ἀπὸ τότε ἤρξατο κρύπτειν εἴ τι βούλημα τοῦ κυρίου ἐν ὁράματι ἔβλεπε. Συνῆκε γὰρ ὠφέλιμον εἶναι τὸ κρύπτειν τὰ τοιαῦτα. Καὶ οὕτως περὶ τούτου πολλάκις τοῖς ἀδελφοῖς ἔλεγε· «Τί πλέον ἢ μεῖζόν ἐστι τοῦ ἔχειν ἅγιον πνεῦμα; Εἰ οὖν ὁ πιστεύων ὀρθῶς καὶ φυλάσσων τὰς ἐντολὰς τοῦ θεοῦ ἄξιος γίνεται ναὸς εὑρεθῆναι θεοῦ, δῆλον ὅτι ὅπου ἐστὶ θεός, ἐκεῖ πᾶσα ἐξουσία καὶ πᾶσα δυναστεία. Καὶ ἐν παλατίῳ δὲ βασιλέως τί ἔνδοξον οὐκ ἔστιν ἐκεῖ; Οὕτω καὶ ἡ παλαιὰ σκηνὴ ἔχουσα ἦν πάντα εἰς δόξαν συντελοῦντα. Μηδεὶς οὖν ἀμφιβάλῃ περὶ ἀνθρώπου θεοῦ εἴπερ ἀκούσῃ ὅτι εἶδεν ὅραμα, τοῦ δείξαντος τὰ ὁράματα ἐν αὐτῷ οἰκοῦντος. Ἀλλ’ ἀσφαλείας ἡμῖν δεῖ καὶ ἐν τούτῳ, μή τις δόξῃ ἑαυτὸν εἶναί τι, μηδὲν ὤν, καὶ ἐξαπατηθῇ ὑπὸ τοῦ ἐχθροῦ εἰς ἐπιθυμίαν τοῦ ἰδεῖν καὶ σκελισθεὶς ἐμπέσῃ εἰς ἔκστασιν ὡς οἱ πολλοί· ἀλλ’ ὁ μήπω εἰς ταῦτα τὰ μέτρα φθάσας καὶ αὐτὸς δὲ ὁ φθάσας πάντες ἔχωμεν ὁμοῦ ταπεινοφροσύνην πολλὴν εὐχόμενοι μόνον ἐκφυγεῖν τὰς αἰωνίους κολάσεις. Καὶ γὰρ οἱ ἅγιοι τοῦτο εὔχονται καὶ ἔστιν ἀκοῦσαι λέγοντος ἑνός· “Φύλαξον τὴν ψυχήν μου καὶ λύτρωσαι αὐτήν.”

Καὶ πάλιν εὐχαριστῶν τῷ θεῷ Παῦλος ἐπὶ τῇ ἰδίᾳ σωτηρίᾳ λέγει· “Ἐρρύσθην ἐκ στόματος λέοντος”, τὸν ὠρυόμενον ὡς λέοντα καὶ τὰς ψυχὰς καταπιεῖν βουλόμενον ἐν τούτῳ δηλῶν· πολὺ γάρ ἐστι δόλιος καὶ ἔσθ’ ὅτε τὸ ψεῦδος ποιεῖ ὡς ἀλήθειαν.

Καὶ εἰ μὴ ἀκρότατος διακριτικὸς εὑρεθῇ ὁ πειραζόμενος πλανᾶται. Ὁ δὲ μὴ πλανώμενός ἐστιν ὁ ἐν πᾶσιν ὑπακούων τῷ θεῷ καὶ τοῖς ἁγίοις ἀδιακρίτως. Καὶ ἡμεῖς, ἀδελφοί, νοήσαντες ταῦτα τηρήσωμεν ἕκαστος τὸ ἴδιον μέτρον, ὁ δοκῶν τε ποιμὴν εἶναι ψυχῶν καὶ ὁ δοκῶν πρόβατον. Ὅμως δὲ πάντες εὐξώμεθα πρόβατα εἶναι. Οὐδεὶς γὰρ ποιμὴν εἰ μὴ αὐτὸς ὁ εἰπών· “Ἐγώ εἰμι ὁ ποιμὴν ὁ καλός.” Ἀλλ’ ἐπειδή, προειπόντος τοῦ Δαυίδ, θεὸς κύριος καὶ ἐπέφανεν ἡμῖν, ἐφάνη διὰ τοῦ σώματος ὁ ἀόρατος λόγος καὶ ἔσωσεν ἡμᾶς, χαρισάμενος τὴν γνῶσιν τῆς ἁγίας τριάδος· καὶ αὐτὸς προκαταστήσας διαδόχους τοὺς ἀποστόλους καὶ εἰς οὐρανὸν ἀνερχόμενος εἶπεν τῷ Πέτρῳ· “Βόσκε τὰ ἀρνία μου καὶ τὰ πρόβατά μου.” Διὰ τοῦτο καὶ νῦν τῶν βοσκόντων χρεία ἐστὶ καὶ κυβερνώντων κατὰ γενεὰν τὰς ψυχὰς ἐν κυρίῳ τῷ λέγοντι· “Ἰδοὺ ἐγὼ μεθ’ ὑμῶν εἰμι.” Οἴδαμεν δὲ ὅτι μετὰ τοὺς ἀποστόλους οἱ ἐπίσκοποί εἰσιν ἅγιοι πατέρες, ἀλλὰ καὶ πάντες οἱ ἀκούοντες τοῦ ἐν αὐτοῖς Χριστοῦ τέκνα αὐτῶν εἰσι, κἂν οὐκ ἔχωσι κλῆρον καὶ τάξιν ἐκκλησιαστικήν.»

Ἐμέμνητο δὲ πολλάκις ὁ ἀββᾶς Θεόδωρος τῶν τοῦ πατρὸς ἡμῶν Παχωμίου λόγων ἐπ’ ὠφελείᾳ τῶν ἀδελφῶν καὶ ἔλεγε· «Μνήσθητε ὅτι καὶ ὑμεῖς οἱ ἀρχαῖοι παρῆτε ὅτε ἐγὼ ἤκουσα τοῦ πατρὸς ἡμῶν λέγοντος ὅτι “Ἐν τῇ γενεᾷ ἡμῶν ἐν Αἰγύπτῳ τρία ὁρῶ κεφάλαια ὑπὸ τοῦ θεοῦ αὐξανόμενα εἰς ὠφέλειαν πάντων τῶν νοούντων, ἅ ἐστιν· ἐπίσκοπος Ἀθανάσιος ἀθλητὴς γενόμενος τοῦ Χριστοῦ περὶ πίστεως ἕως θανάτου· καὶ ὁ ἅγιος ὁ ἀββᾶς Ἀντώνιος τέλειος ὑπογραμμὸς τοῦ ἀναχωρητικοῦ βίου· καὶ ἡ κοινωνία αὕτη τῶν ἀδελφῶν τύπος ἐστὶ πάντων τῶν θελόντων συναγαγεῖν ψυχὰς κατὰ θεὸν καὶ ἀντιλαβέσθαι αὐτῶν ἕως ἂν τελειωθῶσι.”» Παρῆν δὲ καὶ αὐτὸς Θεόδωρος ὅτε ὁ μακαρίτης Ἀντώνιος ὑπεδέξατο τοὺς ἀδελφοὺς ὡς τέκνα· καὶ ὁ ἁγιώτατος δὲ πάπας οὕτως ἠγάπησε σφόδρα τοὺς δύο μετὰ ταῦτα, Θεόδωρον καὶ Ὀρσίσιον, ὡς ὁ ἀββᾶς Παχώμιος ἢ καὶ πλέον.

Περὶ τοῦ ἁγίου Ἀρτεμίου καὶ ὅπως τοῖς Ἀρειανοῖς ἐπὶ Κωνσταντίου συνηγωνίζετο δοὺξ ὢν Ἀλεξανδρείας. Καὶ μετὰ ταῦτα ζητουμένου τοῦ μακαρίου Ἀθανασίου τοῦ ἐπισκόπου ὑπὸ Κωνσταντίου τοῦ βασιλέως ἐξ ἐπιβουλῆς τῶν ἐχθρῶν τοῦ Χριστοῦ Ἀρειανῶν, ἐξουσίαν τις ἔλαβε στρατηλάτης ὀνόματι Ἀρτέμιος ἐρευνᾶν πανταχοῦ δι’ αὐτόν· καὶ φήμης διαδοθείσης, ἐν τοῖς Ταβεννησιώταις αὐτὸν κρύπτεσθαι μοναχοῖς—ἠγάπα γὰρ αὐτοὺς Ἀθανάσιος—, ἀνέπλευσεν ὁ δοὺξ Ἀρτέμιος ἐπὶ τούτῳ. Καὶ ἀναπλέοντος αὐτοῦ, κατὰ συντυχίαν ἦν καὶ ὁ ἀββᾶς Θεόδωρος καταπλέων ἐπισκέψασθαι τὰς μονὰς τῶν ἀδελφῶν περὶ τὴν Ἑρμούπολιν· καὶ δὴ ἐγγίσας τῇ ἀνωτέρᾳ μονῇ Καιὸρ λεγομένῃ βλέπει ἀναπλέοντα τὸν δοῦκα· καὶ συνεὶς παρὰ κυρίου τὸ μέλλον γίνεσθαι, τοῖς σὺν αὐτῷ ἀδελφοῖς ἐδήλωσε· τῶν δὲ θελησάντων ἀνακάμψαι καὶ προλαβεῖν αὐτὸν μὴ ταράξῃ τοὺς ἐν Παβαῦ ἀδελφούς, λέγει αὐτοῖς ὁ ἀββᾶς Θεόδωρος· «Ὁ Χριστός, δι’ ὃν ἤλθομεν τοσοῦτον διάστημα τοὺς δούλους αὐτοῦ ἐπισκέψασθαι, ἱκανός ἐστι καὶ τοῦτο διοικῆσαι χωρὶς θλίψεως.» Καὶ ταῦτα εἰπὼν ἀπῆλθεν εἰς τὰς μονάς.

Ὁ δὲ δοὺξ Ἀρτέμιος, ἐλθὼν εἰς τὴν μονὴν Παβαῦ, ἐκέλευσε τοῖς τοῦ στρατοπέδου περικυκλῶσαι νυκτὸς τὴν μονὴν ὡς ἐν πολέμῳ καθωπλισμένοις· αὐτὸς δὲ εἰς τὴν μονὴν ἔξω τῆς συνάξεως ἐκαθέζετο μετὰ πραιποσίτων· καὶ τοξόται παρειστήκεισαν ἔνθεν καὶ ἔνθεν αὐτοῦ. Βλέποντες οὖν οἱ ἀδελφοὶ ἐφοβήθησαν. Ἦν δέ τις ἅγιος ὁ προειρημένος Πεκύσιος παραθαρρύνων τοὺς ἀδελφοὺς μὴ δειλιᾶν ἐν κυρίῳ. Ὁ δὲ δοὺξ δι’ ἑρμηνέως ἐξήτασε λέγων· «Ποῦ ἐστιν ὁ πατὴρ ὑμῶν;» Ἀποκρίνεται ὁ ἀββᾶς Πεκύσιος· «Ἀπῆλθεν εἰς τὰς μονάς.» Λέγει ὁ δούξ· «Ὁ μετ’ αὐτὸν ποῦ ἐστι;» Δεικνύουσιν αὐτῷ τὸν ἀββᾶν Ψαρφὶν τὸν μέγαν οἰκονόμον. Καὶ λέγει αὐτῷ ὁ δοὺξ κατ’ ἰδίαν· «Ἐπειδὴ ἔχω πρόσταγμα βασιλικὸν κατὰ Ἀθανασίου τοῦ ἐπισκόπου, λέγεται δὲ παρ’ ὑμῖν εἶναι, εἴπατέ μοι ποῦ ἐστιν.» Ἀπεκρίθη αὐτῷ Ψαρφὶν λέγων· «Αὐτὸς μὲν ὃν ζητεῖς Ἀθανάσιον πατὴρ ἡμῶν ἐστιν. Ἀλλ’ οὐδέποτε εἶδον αὐτὸν προσώπῳ.

Ὅμως ἰδοὺ ἡ μονή.» Μετὰ τὸ ἐρευνῆσαι οὖν καὶ μὴ εὑρεῖν αὐτόν, λέγει ὁ δοὺξ ἐν τῇ συνάξει τοῖς ἀδελφοῖς· «Δεῦτε εὔξασθε ὑπὲρ ἐμοῦ.» Καὶ λεγόντων αὐτῶν· «Οὐ δυνάμεθα διὰ τὸ ἔχειν ἡμᾶς ἐντολὴν παρὰ τοῦ πατρὸς ἡμῶν μὴ συνεύξασθαι μετά τινος συναιρομένου τοῖς Ἀρειανοῖς» (ἔβλεπον γάρ τινα τῶν Ἀρειανῶν ὡς ἐπίσκοπον μετὰ τοῦ δουκός), τότε λοιπὸν ἐξελθόντων τῶν ἀδελφῶν, ηὔξατο μόνος ὁ δούξ. Κοιμώμενος δὲ ἡμέρας ἐν τῇ συνάξει, ἠγέρθη αἱμορροῶν τὴν ῥῖνα· καὶ ταρασσόμενος—οὐκ ᾔδειμεν δὲ τὸ ἀσφαλὲς τί γέγονεν αὐτῷ—ἀλλ’ ἦν ἔμφοβος λέγων· «Ἐν ὁράματι φοβερῷ γενόμενος, μόλις ἐλέῳ θεοῦ τὸν θάνατον ἐξέφυγον.» Καὶ οὕτως ἀνεχώρησεν ἐκεῖθεν. Ὁ ἀββᾶς δὲ Θεόδωρος ἀνελθὼν αὖθις εἰς τὴν μονὴν ἤκουσε ταῦτα καὶ ἐδόξασε τὸν θεόν.

Περὶ τῶν κοιμωμένων. Νόσου τινὸς ἐπισυμβάσης καὶ πολλῶν ἐκ τῆς ἀδελφότητος κοιμωμένων, ὥστε καθ’ ἑκάστην ἡμέραν ἕνα πολλάκις ἢ καὶ δύο ἀποθνῄσκειν, ἐπειδή ποτε ὑπάγοντες εἰς τὸ ὄρος ἐκοπίασαν οἱ ἀδελφοὶ σφόδρα, ὅτι τὸ ὕδωρ τῆς ἀναβάσεως ἤρξατο πληροῦν τὸν ἀγρόν, λέγουσι τῷ ἀββᾷ Θεοδώρῳ· «Τί ποιήσομεν, πάτερ, ἐὰν ἄλλος εἷς ἀποθάνῃ; Ὁδοιπορῆσαι γὰρ οὐ δυνάμεθα· καὶ διὰ πλοίου πάλιν ἀμήχανον ἀπελθεῖν διὰ τὸ μήπω πληθυνθῆναι τὰ ὕδατα.» Καὶ λέγει αὐτοῖς· «Οὕτως πιστεύω ὅτι φείσεται ἡμῶν ὁ θεὸς κἀν τούτῳ.» Καὶ οὐκέτι ἀπέθανέ τις ἕως παρῆλθεν ἡ τοῦ ὕδατος ἀνάβασις.

Διδασκαλία Θεοδώρου πρὸς τὸν ἐρωτήσαντα. Ἐν μιᾷ καθημένου τοῦ πατρὸς ἡμῶν Θεοδώρου καὶ ἐξηγουμένου τὸν λόγον τοῦ θεοῦ, λέγει αὐτῷ τις ἀδελφός· «Ἀββᾶ Θεόδωρε, διατί, ὅτε λέγουσί μοι σκληρόν τι οἱ ἀδελφοί, εὐθέως ὀργίζομαι;» Ἀποκρίνεται καὶ λέγει αὐτῷ· «Οὐδὲν ξένον. Καὶ ἡ ἄκανθα λαβοῦσα ἀπὸ πελέκεως ἐκφέρει κόνιν.» Ἐξετάζουσιν οὖν αὐτὸν οἱ ἀδελφοί· «Τί ἐστι τοῦτο;» Ὁ δὲ λέγει· «Ὁ ἄνθρωπος τοῦ θεοῦ νοεῖται ὡς ἄμπελος, καὶ ἐάν τις λάβῃ τοῦ καρποῦ αὐτῆς βότρυν σταφυλῆς καὶ ἐκπιάσῃ αὐτόν, οὐδὲν ἐκβάλλει εἰ μὴ οἶνον γλυκύν· τοῦτ’ ἔστι, τοῦ πιστοῦ θλιβομένου ἢ λόγῳ ἢ ἔργῳ ἢ λογισμῷ, οὐδὲν ἕτερον ἐκεῖθεν καρποφορεῖται εἰ μὴ τῶν λόγων τοῦ θεοῦ ἡ χρηστότης. Σαρκικὸς δὲ ἄνθρωπος καὶ θυμώδης ὁμοίως πικρίαν ἐκφέρει ἀνωφελῆ. Λέγω δὲ ὑμῖν ἐγὼ ὁ ταῦτα λαλῶν, φοβοῦμαι μὴ ἐκπέσω τῆς χάριτος τοῦ θεοῦ ἐν τῷ μὴ πυροῦσθαι πρὸς τὴν στάσιν τοῦ πρὸς ἡμᾶς πολέμου τοῦ ἐχθροῦ. Ὅλην γὰρ τὴν ἡμέραν πολεμῶν ἔθλιψέ με. Εἰ γὰρ ἄγγελοι ἐξέπεσον καὶ ἄλλοι τῶν προφητῶν καὶ ἄλλοι τῶν ἀποστόλων, οὐ λέγω τὸν Ἰούδαν μόνον, ἀλλὰ καὶ τοὺς στραφέντας εἰς τὰ ὀπίσω τῶν μαθητῶν καὶ τοὺς ἐν Ἐφέσῳ ἀφ’ ὧν Παῦλος ἀφώρισεν ἑαυτόν, ὀφείλομεν καὶ ἡμεῖς φοβεῖσθαι. Θέλετε εἴπω ὑμῖν ὑπόδειγμα ἵνα φοβηθῶμεν τὸν θεόν;

Ὑπόθεσθέ μοι πέτραν ἕως τῶν νεφελῶν φθάνουσαν, ὑψηλὴν καὶ στενὴν καὶ τεθλιμμένην, πλάτος μὲν ὡς τεσσάρων ποδῶν· ἔνθεν δὲ αὐτῆς καὶ ἔνθεν ἀπέραντον βάθος· καὶ φθάνουσαν ἀπὸ ἀνατολῶν ἕως δυσμῶν. Τοῦτό ἐστιν ἡ πρὸς θεὸν ὁδός· ὅτε οὖν βαπτίζεται ἄνθρωπος, ἐὰν ᾖ ἐπαγγειλάμενος καὶ τὸν μοναχόν, λαβὼν τὴν σφραγῖδα τοῦ πνεύματος εἰς ἀνατολὰς ὁδεύει. Λογισώμεθα δὲ οὐ μόνον τὸ βάθος, ἀλλὰ καὶ τὸ στενὸν τῆς ὁδοῦ· εἰ γάρ τις ἐκκλίνῃ μικρόν, ἀπώλετο καὶ ἡ μνήμη αὐτοῦ οὐχ εὑρίσκεται. Ἐξ ἀριστερῶν μὲν οὖν τῆς ὁδοῦ ταύτης ἐπιθυμία κακὴ τῆς σαρκός ἐστιν, ἐκ δεξιῶν δὲ ὑπερηφανία καρδία· ταῦτά ἐστι τὰ ἀπέραντα βάθη. Ὁδεύων δέ τις καλῶς καὶ μετὰ φόβου φθάσας εἰς ἀνατολὰς εὑρίσκει ἐπὶ θρόνου δόξης τὸν σωτῆρα, στεφάνῳ αἰωνίῳ στεφανοῦντα τοὺς ὀρθῶς πρὸς αὐτὸν πορευομένους, ἔνθεν δὲ καὶ ἔνθεν αὐτοῦ στρατιὰς ἀγγέλων ὑμνολογούσας καὶ τὴν ὑπὲρ τῶν σῳζομένων εὐχαριστίαν μετὰ χαρᾶς τε καὶ εὐφροσύνης ἀποδιδούσας θεῷ.» «Ἐὰν δέ τις εἴπῃ· “Τίς οὖν, εἴ ποτέ τις, ἠπατήθη ἢ συνηρπάγη πρὸς ἓν τούτων, εὐθὺς ἀπώλετο καὶ οὐκέτι μετάνοιαν ἔχει;” ἐρῶ πρὸς τοῦτο ὅτι ἄνθρωπος ἔχων μετάνοιαν, κἂν ἐγγίσῃ τοῦ ἐκπεσεῖν ἀμελείᾳ, ἀλλ’ οὐκ ἀφήσει αὐτὸν ὁ κύριος τέλεον ἀπολέσθαι, καθὼς γέγραπται· “Ἐμοῦ δὲ παρὰ μικρὸν ἐσαλεύθησαν οἱ πόδες.”

Δείκνυσι γὰρ αὐτῷ τὴν χάριν διὰ μάστιγος νόσου ἢ λύπης ἢ αἰσχύνης τοῦ σφάλματος, ὡσὰν αἰσθηθεὶς ἔλθῃ πρὸς τὸ μέσον τῆς στενῆς ταύτης ὁδοῦ καὶ μηκέτι ἐκκλίνῃ μήτε βῆμα ποδὸς ἕως παρέλθῃ, καθότι τεσσάρων ποδῶν ἐστιν ἡ ὁδός· ὁ μέντοι ἐκεῖθεν ἐκπίπτων τοιοῦτός ἐστιν οἷος ὁ Ἰούδας, ὃς ὑπὸ τοῦ κυρίου πολλὰ μὲν εὐεργετηθεὶς καὶ ἰδὼν σημεῖα μεγάλα ἕως ἀναστάσεως νεκρῶν, ἔχων δὲ καὶ τὸ γλωσσόκομον οὐκ ᾐσθήθη τῆς χάριτος, διὰ τοῦτο ἐκκλίνας τῆς ὁδοῦ ἐν φιλαργυρίᾳ καὶ προδοσίᾳ τέλεον ἀπώλετο. Οἱ δὲ καλοί, κἂν ὀλίγον ἀμελήσωσιν, ἀλλ’ ὡς ὁ πυρούμενος ἀργυρὸς τὸν ἰὸν ἀποβάλλοντες καθαρίζονται. Διὸ καὶ Δαυὶδ λέγει· “Ἐγὼ δὲ ἐν τῷ πλήθει τοῦ ἐλέους σου εἰσελεύσομαι εἰς τὸν οἶκόν σου.” Εἰ δὲ ἐκεῖνος οὕτως λέγει, πόσῳ μᾶλλον ἡμεῖς οἱ ταλαίπωροι;» «Νοήσωμεν δὲ καὶ τοῦτο τὸ κέρδος ὃ πολλάκις ἐκ τῶν νοημάτων τῶν θείων γραφῶν παρὰ τοῦ πατρὸς ἡμῶν ἠκούσαμεν, ὅτι ἄνθρωπος καθαρισθῆναι θέλων ἀπὸ πάθους ὀργῆς, εἰ μὴ ἅπαξ ὀνειδισθεὶς εἴπῃ ἐν ἑαυτῷ· “Ἰδοὺ ἐκέρδησα σήμερον νομισμάτιον ἓν χρυσίον”· καὶ εἰ δεύτερον ὑβρισθῇ, τὸ αὐτὸ περισσὸν κέρδος ἡγήσεται μέχρι πλήθους χρυσίου, οὐ δύναται μὴ ὀργισθῆναι· εἰ γὰρ βίᾳ βαστάσει τὸν πρῶτον ὀνειδισμόν, ἐπὶ τῷ δευτέρῳ τί ποιήσει μὴ κέρδος αὐτὸν ἡγησάμενος;

Καὶ γὰρ χρυσίον ὡς ἀληθῶς καὶ λίθοι τίμιοι αἱ ἐντολαὶ τοῦ θεοῦ καὶ γλυκύτεραι ὑπὲρ μέλι καὶ κηρίον, ὡς γέγραπται. Ἀλλ’ οὐ συνίεμεν τοῦτο διὰ τὸ φρόνημα τῆς σαρκός. Τίς δὲ λέγει ἀνθρώπῳ καθαρὸν ἄρτον ῥίψαντι αὐτῷ ὅτι “Ἰδοὺ βαστάζω σε τοῦτο ἅπαξ· εἰ δὲ προσθῇς ἔτι δοῦναί μοι, ἐκφέρω σου τὰς κόρας τῶν ὀφθαλμῶν;” Οὐ μᾶλλον ἀγαπᾷ τὸν διδόντα αὐτῷ καὶ μὴ θέλοντι; Οἱ γὰρ ἄνθρωποι τοῦ θεοῦ τοιοῦτοί εἰσιν· οὐ μόνον φέρουσι τοὺς διώκοντας αὐτοὺς καὶ κακοποιοῦντας, ἀλλὰ καὶ ὑπὲρ αὐτῶν εὔχονται κατὰ τὴν ἐντολὴν τοῦ σωτῆρος, οὗ μέλλουσι τὸ χρυσίον κληρονομεῖν κατὰ τὸ γεγραμμένον· Κληρονόμοι μὲν θεοῦ, συγκληρονόμοι δὲ Χριστοῦ. Τί δὲ ποιήσεις ἄξιον, ἄνθρωπε, ὥστε γενέσθαι σε κληρονόμον θεοῦ; ὅτι ἐδιώχθης; ὅτι ἀπεκτάνθης δι’ αὐτόν;

Ὅλως ἀρκεῖ σοι εἰς μισθὸν τοῦτο· μόνη ἡ τοῦ κόσμου δόξα. Τίς γὰρ ἄνθρωπον θεοῦ οὐ δοξάζει, μάλιστα μάρτυρα Χριστοῦ; Διὰ τοῦτο μεγάλη τοῦ θεοῦ ἡ περὶ ἡμᾶς ἀγαθότης. Ὅμοιος δέ ἐστιν ὁ θεὸς ἀνθρώπῳ λέγοντι ἡμῖν· “Δότε μοι ὅσα ἔχετε σκεύη ὀστράκινα ἐν τῇ οἰκίᾳ ὑμῶν· ἀπολέσω αὐτά· καὶ λάβετε ἀντ’ αὐτῶν εἴδη χρύσινα καὶ ἀπὸ λίθων τιμίων.” Καὶ οὐ συνίεμεν, ὡς γέγραπται·

Ἄνθρωπος ἐν τιμῇ ὢν οὐ συνῆκε· παρασυνεβλήθη τοῖς κτήνεσι τοῖς ἀνοήτοις καὶ ὡμοιώθη αὐτοῖς. Γένοιτο δὲ ἡμᾶς ἕως τέλους νηφαλίους εἶναι τῇ χάριτι αὐτοῦ.»

Περὶ τῆς ὑπαντήσεως τοῦ ἁγίου Ἀθανασίου. Καὶ ταῦτα εἰπὼν ὁ ἀββᾶς Θεόδωρος ἔπλευσεν εἰς ὑπάντησιν τοῦ ἐπισκόπου Ἀθανασίου. Ἤκουσε γὰρ ὅτι ἀνῆλθε διὰ πλοίου εἰς Θηβαΐδα. Καὶ παραλαβὼν ὁ ἀββᾶς Θεόδωρος πατέρας πρέποντας καὶ ἀδελφοὺς ἑτέρους δυναμένους δοξάσαι τὸν θεὸν ἀπῆλθεν. Εὗρον δὲ αὐτὸν μήπω φθάσαντα εἰς τὸν Ἑρμουπολίτην· καὶ μακρόθεν ἰδόντες αὐτὸν οἱ ἀδελφοὶ ἐπορεύθησαν πρὸς αὐτόν. Ἦν δὲ ὄχλος ἀναρίθμητος ἔνθεν καὶ ἔνθεν τοῦ ποταμοῦ, ἐπίσκοποί τε πολλοὶ καὶ κληρικοὶ καὶ μοναχοὶ τῶν τόπων. Ὁρῶν δὲ ὁ πάπας ἀπὸ μακρόθεν αὐτούς, οὔπω μὲν ἐγνώκει τίς ἐστιν ὁ ἀββᾶς Θεόδωρος· οὐ γὰρ πρῶτος ἠσπάσατο τὸν πάπαν, ἀλλ’ ἔταξε γηραιοὺς εὐσχήμονας πρῶτον ἀσπάσασθαι. Ἐγνωκὼς δὲ ἤδη τίς ἐστιν, ἐκράτησε τῆς χειρὸς αὐτοῦ λέγων· «Πῶς οἱ ἀδελφοί;» Καὶ λέγει Θεόδωρος· «Ταῖς ἁγίαις σου εὐχαῖς ὑγιαίνομεν, πάτερ.» Καὶ λοιπὸν ἤρξαντο ψάλλειν ἔμπροσθεν αὐτοῦ οἱ ἀδελφοί, ἐγγὺς ὄντες τῶν ἑκατὸν ὀνομάτων. Ἐκ τοῦ πολλοῦ οὖν ὄχλου οὐδεὶς ἐγίνωσκε τὸν ἀββᾶν Θεόδωρον. Ὁ δὲ κρατῶν τὸν ὄνον τοῦ πάπα περιεπάτει ἔμπροσθεν αὐτοῦ μετὰ τῶν ψαλλόντων ἀδελφῶν· ἦσαν δὲ καὶ λαμπάδες καὶ λυχνίαι ἔνθεν καὶ ἔνθεν αὐτοῦ.

Ἐπιδημία τοῦ πάπα. Βλέπων οὖν ὁ πάπας τὸν ἀββᾶν Θεόδωρον τῷ πνεύματι ζέοντα καὶ μὴ φειδόμενον οὐ μόνον μέσον τῆς συνοχῆς τοῦ ὄχλου περιπατεῖν, ἀλλὰ καὶ τὰς λαμπάδας σχεδὸν καιούσας αὐτὸν καὶ τοσαύτην ἔχοντα προθυμίαν καὶ δύναμιν, λέγει τοῖς ἄλλοις ἐπισκόποις· «Βλέπετε τὸν πατέρα τῶν τοσούτων ἀδελφῶν πῶς ἔμπροσθεν ἡμῶν κάμνει τρέχων; Οὐκ ἐσμὲν ἡμεῖς οἱ πατέρες· ἰδοὺ οἱ πατέρες οἱ ἔχοντες ταπεινοφροσύνην καὶ ὑποταγὴν διὰ τὸν θεόν. Μακάριοι καὶ εὐλογημένοι οὗτοι οἱ τὸν σταυρὸν τοῦ κυρίου φοροῦντες ἀεί, ὧν ἡ ἀτιμία δόξα ἐστὶ καὶ ὁ πόνος ἀνάπαυσις ἕως στεφανωθῶσι.» Ποιήσας οὖν ὁ πάπας ὀλίγας ἡμέρας ἐν ἐκείναις ταῖς πόλεσιν, ἐν Ἀντινόῳ καὶ Ἑρμουπόλει, καὶ λόγοις θείοις ἅπαντας ὠφελῶν, ἀνῆλθε λοιπὸν εἰς τὰ μοναστήρια· καὶ βλέπων τὴν διάθεσιν τῶν ἀδελφῶν γνησίαν σφόδρα πρὸς αὐτόν, ἐχάρη δοξάζων τὸν κύριον. Περιελθὼν δὲ τὴν μονὴν καὶ ἰδὼν πάντα, τήν τε σύναξιν καὶ τὸν τόπον τοῦ φαγεῖν καὶ τὰ κελλία ἑκάστης οἰκίας ἕως τῶν καθισμάτων, καὶ πάντα θαυμάσας λέγει· «Θεόδωρε, μέγα ἔργον ἐποιήσατε ψυχὰς ἀναπαύοντες. Ἤκουσα δὲ καὶ τοὺς κανόνας ὑμῶν τῶν μοναχῶν· καὶ πάντα καλὰ λίαν.» Λέγει Θεόδωρος· «Ἡ χάρις τοῦ θεοῦ ἐστιν ἡ δοθεῖσα ἡμῖν διὰ τοῦ πατρὸς ἡμῶν. Ἀλλὰ σὲ ὁρῶντες, ὡς τὸν Χριστὸν ὁρῶμεν.»

Διατρίψας δὲ ὁ πάπας ἐν τοῖς μοναστηρίοις ὀλίγας ἡμέρας λέγει τῷ ἀββᾷ Θεοδώρῳ· «Ἐπειδὴ ἐγγύς ἐστι τὸ πάσχα, κατάλαβε τοὺς ἀδελφοὺς κατὰ τὸν τύπον ὃν ἔχετε. Κἀγὼ ὡς ὁ κύριος οἰκονομήσει ποιῶ.» Καὶ ἀσπασάμενος αὐτὸν ἀπέλυσε γράψας τῷ ἀββᾷ Ὀρσισίῳ καὶ τοῖς ἀδελφοῖς δι’ αὐτοῦ ταῦτα· «Εἶδον τὸν συνεργόν σου καὶ πατέρα τῶν ἀδελφῶν Θεόδωρον, ἐν αὐτῷ δὲ τὸν Χριστὸν καὶ θεὸν τοῦ πατρὸς ὑμῶν Παχωμίου.

Καὶ ἠγαλλιασάμην ὁρῶν τῆς ἐκκλησίας τὰ τέκνα· εὔφραναν γὰρ ἡμᾶς τῇ παρουσίᾳ. Ὁ δὲ κύριος μισθαποδότης αὐτῶν ἔσται. Μέλλων δὲ ἀποδημῆσαι ἀπ’ ἐμοῦ Θεόδωρος πρὸς ὑμᾶς, ἔλεγέ μοι τοῦτο· Μνήσθητί μου. Κἀγὼ ἔλεγον αὐτῷ· Ἐὰν ἐπιλάθωμαί σου, Ἱερουσαλήμ, ἐπιλησθείη ἡ δεξιά μου· κολληθείη ἡ γλῶσσά μου τῷ λάρυγγί μου, ἐὰν μή σου μνησθῶ.» Καὶ ταῦτα μὲν ἔγραψεν ἐκεῖνος. Ὁ δὲ ἀββᾶς Θεόδωρος ἀφεὶς αὐτῷ τὸ πλοῖον μετὰ τῶν ἀδελφῶν ὑπέστρεψεν, ἐντειλάμενος αὐτοῖς οὕτως· «Ὅπου δἂν ἐθέλῃ, ἀπέλθετε μετ’ αὐτοῦ· ἐξουσίαν γὰρ ἔχει καὶ τοῦ σώματος ἡμῶν.»

Περὶ τῆς πρὸς Ὀρσίσιον ὁμονοίας. Μετὰ τοῦτο παραμυθούμενος ὁ μέγας Θεόδωρος τὸν πατέρα ἡμῶν Ὀρσίσιον διὰ τὴν τότε γενομένην θλῖψιν ἤρξατο κατὰ μικρὸν ἕλκειν αὐτὸν εἰς τὸ μοναστήριον Παβαῦ· ἦν γὰρ ἐν Μογχώσει. Καὶ προτρεπόμενος αὐτὸν ἤγαγεν ὡς ἵνα πρῶτον ἐπισκέψηται τοὺς ἀδελφούς.

Προλαβὼν δὲ παρεσκεύασε τὸν τῆς ἑβδομάδος κροῦσαι τοῖς ἀδελφοῖς· καὶ οὕτως συναχθέντες ἠσπάσαντο αὐτόν· τῇ ὥρᾳ δὲ τῆς κατηχήσεως παραβιασάμενος τὸν Ὀρσίσιον ποιήσασθαι ταύτην ἐν μέσῳ κατὰ τὸ παλαιὸν ἔθος, αὐτὸς ὁ ἀββᾶς Θεόδωρος ἔστηκεν ἀκούων ὡς διάδοχος αὐτοῦ. Ἔκτοτε οὖν ἀπὸ τῆς εἰς ἀλλήλους ἀγάπης οὐκ ἠθέλησεν ὁ ἀββᾶς Ὀρσίσιος σαλευθῆναι ἀπ’ αὐτοῦ, ἀλλ’ ἦσαν ὡς εἷς ἀμφότεροι· καὶ πάντες ἐθαύμαζον αὐτῶν τὴν ζωοποιὸν χρηστότητα ἣν παρὰ τοῦ κυρίου ἐπαιδεύθησαν. Καὶ λοιπὸν ὡς δεύτερος ἦν Ὀρσισίου Θεόδωρος· ἠρώτα γὰρ αὐτὸν εἰς πάντα. Καὶ ἅπαξ μὲν ἀπήρχετο ὁ ἀββᾶς Ὀρσίσιος εἰς τὰ μοναστήρια τοὺς ἀδελφοὺς ἐπισκέψασθαι, ἅπαξ δὲ πάλιν ὁ πατὴρ Θεόδωρος. Οὐ γὰρ ἠδύνατο σχολάζειν δι’ ἣν εἶχε φροντίδα.

Περὶ τῆς ὑπαλλαγῆς τοῦ βίου τῶν μοναχῶν. Ἐπεὶ δὲ προειρήκαμεν ὅτι πολλοὶ γεγόνασι τούτοις ἀγροὶ καὶ πάλιν μετὰ καιρὸν πλοῖα πολλά— μοναστηρίου γὰρ ἑκάστου ναυπηγοῦντος, ἐν ἀσχολείᾳ καὶ βαρείᾳ φροντίδι γεγένηντο, ἐπὶ δὲ τοῦ ἀββᾶ Παχωμίου ὀλίγοι ὄντες ἐτήρουν ἑαυτοὺς μὴ ἔχειν βάρος ὕλης τοῦ κόσμου· ὁ γὰρ ζυγὸς τοῦ κυρίου ἐλαφρός ἐστιν—, ἐπένθει περὶ αὐτῶν ὁ ἀββᾶς Θεόδωρος βλέπων πολλοὺς αὐτῶν ἀρξαμένους παραλλάσσειν τὴν πολιτείαν τῶν ἀρχαίων ἀδελφῶν. Ἦν οὖν νηστεύων δύο δύο καὶ ἀγρυπνῶν εἰς εὐχὴν μετὰ τοῦ κλαίειν· καὶ τρίχινον ἱμάτιον ἔσωθεν τοῦ λεβήτωνος κατὰ νύκτα φορῶν.

Συνῆκαν οὖν ὁρῶντες οἱ ἀδελφοὶ ταῦτα ἔχειν τι τοῦτον. Καὶ πορευομένῳ πολλάκις εἰς τὸ ὄρος νυκτὸς ἠρέμα πρὸς τὸ εὔξασθαι ὅπου οἱ τάφοι τῶν ἀδελφῶν ὡς ἀπὸ μιλίων ὄντες πλέον τριῶν, ἠκολούθησέ τις αὐτῷ ποτε· καὶ εἶδεν ἑστηκότα μακρόθεν ἄνω πρὸς τῷ μνημείῳ τοῦ πατρὸς ἡμῶν Παχωμίου καὶ εὐχόμενον· προσεγγίσας δὲ ἤκουε τί ηὔχετο καὶ ἐφοβήθη. Ταῦτα δὲ εὐχόμενος ἔλεγε· «Κύριε ὁ θεὸς τοῦ δούλου σου Παχωμίου, οὗ στήκω νῦν ἐν τῷ τάφῳ, εὐδόκησον τοῦ ἐπισκέψασθαί με, εἰ θέλημά σού ἐστιν. Ἐπληθύνθη γὰρ ἡ ἀμέλεια ἡμῶν καὶ οὐκ ἐργαζόμεθα τὸ ἀγαθόν· ὅμως μὴ ἐγκαταλίπῃς τοὺς δούλους σου, κύριε. Κἂν ἀμελῶμεν, διέγειρον ἡμᾶς· κἂν καταφρονῶμεν, φοβέρισον ἡμᾶς, ὑπομιμνῄσκων τὰς αἰωνίους βασάνους. Καὶ δὸς αὐτοῖς ὁδεύειν τὴν ὁδόν σου τὴν ἀγαθήν, ὅτι σὺ ἔπλασας ἡμᾶς, κύριε, καὶ οὐκ ἐφείσω τοῦ μονογενοῦς υἱοῦ σου τοῦ παραδοῦναι αὐτὸν ὑπὲρ πάντων ἡμῶν ἵνα σωθῶμεν.» Ἐχρόνισε δὲ ταῦτα εὐχόμενος· καὶ λοιπὸν κατέβη.

Θάνατος Θεοδώρου τοῦ μεγάλου. Πρὸ τοῦ πάσχα οὖν ἀρρωστῶν τις πολιτικός, Ἥρων λεγόμενος, δεύτερος τοῦ ἀββᾶ Θεοδώρου τοῦ πολιτικοῦ, προσεδοκᾶτο ἀποθανεῖν. Αὐτῷ δὲ τῷ θείῳ σαββάτῳ ὀψέ, τῶν ἀδελφῶν ὄντων ἐν τῇ συνάξει, ὠχλεῖτο τὴν ψυχὴν παραδοῦναι. Ἐξελθὼν οὖν ὁ πατὴρ ἡμῶν Θεόδωρος ἀπὸ τῆς συνάξεως, εὗρεν αὐτὸν ἀποδιδόντα τὸ πνεῦμα· καὶ λαλήσας αὐτῷ, τοὺς ὀφθαλμοὺς αὐτοῦ ἐκάλυψε. Τότε δὴ λέγει λοιπὸν ὁ ἀββᾶς Θεόδωρος ὅτι ὁ ἀδελφὸς οὗτος ὁ κοιμώμενος ἑτέρου κοιμηθῆναι μέλλοντος ἀνυπονοήτου σημεῖόν ἐστι. Καὶ οὕτως ἠγρύπνησαν οἱ ἀδελφοὶ ψάλλοντες καὶ ἀναγινώσκοντες περὶ τὸ σκήνωμα. Πρωῒ δὲ τῆς κυριακῆς τῆς χαρᾶς ἐνταφιάσας ἔθαψεν αὐτόν, ψαλλόντων τῶν ἀδελφῶν.

Θάνατος Θεοδώρου. Καὶ μεθ’ ἡμέρας ἐνόσησεν ὁ ἀββᾶς Θεόδωρος, πρῶτον προπέμψας ἑκάστου μοναστηρίου ἀδελφοὺς τοὺς ἐλθόντας εἰς τὸ πάσχα μετὰ παραμυθίας πολλῆς· ἐλάλησε γὰρ αὐτοῖς τὰ συμφέροντα μετὰ σπουδῆς πολλῆς, γινώσκων ἑαυτὸν ἤδη μεταβεβηκέναι τοῦ κόσμου. Λοιπὸν δὲ νοσοῦντι αὐτῷ συμπαρῆν ὁ ἀββᾶς Ὀρσίσιος καὶ πάντες οἱ μεγάλοι ἀδελφοί. Βλέπων οὖν αὐτὸν ὁ ἀββᾶς Ὀρσίσιος ὅτι ἔκλινεν εἰς ἐκεῖνον τὸν κόσμον ἀπελθεῖν, συνεκάλεσε τοὺς ἀδελφοὺς εἰς σύναξιν εὔξασθαι ὑπὲρ τοῦ ἀββᾶ Θεοδώρου καὶ παρακαλέσαι τὸν θεὸν ἀφεῖναι αὐτόν· καὶ αὐτὸς δὲ πεσὼν ἐπὶ πρόσωπον μετὰ κλαυθμοῦ πικροῦ ὁμοῦ σὺν πᾶσι τοῖς ἀδελφοῖς ἔλεγεν οὕτως· «Κύριε, τὸν ἀναπαύοντα ἡμᾶς αἴρεις; καὶ τίνι καταλιμπάνεις ἡμᾶς; Ἆρον ἐμὲ καὶ ἄφες αὐτὸν τὸν δυνάμενον διόρθωσιν ποιήσασθαι καὶ οἰκονομῆσαι τοὺς ἀδελφούς.» Οὕτως οὖν ἐποίησαν τρεῖς ἡμέρας· καὶ ὁ ἄνθρωπος, ἐγγίσας ἤδη τοῦ παραδοῦναι τὴν ψυχήν, λέγει τῷ ἀββᾷ Ὀρσισίῳ, τῶν ἄλλων ἑστώτων· «Μὴ ἆρα, πάτερ, ἐλύπησά σέ ποτε ἐν λόγῳ ἢ ἐν διαταγῇ;» Καὶ οὐκ ἠδυνήθη Ὀρσίσιος ἀπολογήσασθαι αὐτῷ ἀπὸ τοῦ κλαυθμοῦ. Καὶ πάλιν ἐκεῖνος ἔλεγεν· «Οὐκ οἶδα εἰ ἐλύπησά σε, οὐ μόνον δέ σε, ἀλλ’ οὐδὲ ἕτερον ἀδελφόν· οὐ γὰρ ἠμέλησά ποτε τῆς σωτηρίας τῆς ἐμῆς ψυχῆς. Τοῦτο δὲ οὐκ ἔστιν ἐμόν, ἀλλὰ τοῦ ἐλεήμονος θεοῦ· ἰδοὺ ἐν οὐρανῷ ὁ μάρτυς μου καὶ ὁ συνίστωρ μου ἐν ὑψίστοις.»

Ταῦτα λέγων ἀπέδωκε τὸ πνεῦμα τῇ δευτέρᾳ τοῦ παχὼν μηνός.

Ἀπὸ δὲ τῆς κραυγῆς—οὐ γὰρ ἠδυνήθησαν ἐγκρατεῖς γενέσθαι τοῦ κλαυθμοῦ—ἤκουσαν οἱ εἰς τὸ πέραν τοῦ ποταμοῦ· καὶ οὐ δυνάμεθα γράφειν ὅσα ἐγένοντο. Ἀγρυπνήσαντες οὖν ὁμοίως καὶ πρωῒ κηδεύσαντες τὸ σκήνωμα ἀπήνεγκαν μετὰ ψαλμῶν εἰς τὸ ὄρος καὶ ἔθαψαν. Μετὰ δὲ τὸ ἐλθεῖν αὐτοὺς κάτω, ἀπῆλθεν ἀρχαῖός τις, Ναφερσάης λεγόμενος, τοῦ μοναστηρίου Παβαῦ δεύτερος μετά τινων ἄλλων· καὶ μετέθηκαν αὐτὸν ἐγγὺς τοῦ σκηνώματος τοῦ ἀββᾶ Παχωμίου.

Οἱ δὲ ἀδελφοὶ ἐποίησαν ἡμέρας σφόδρα λυπούμενοι καὶ λέγοντες· «Ἡμεῖς ἐλυπήσαμεν αὐτόν, ἵνα δεηθῇ τοῦ κυρίου περὶ τούτου· καὶ ἰδοὺ ἀπῆλθε καταλείψας ἡμᾶς.» Καὶ μνημονεύοντες τῆς πολλῆς αὐτοῦ χρηστότητος ἧς εἶχε πρὸς πάντας καὶ ὃν εἶχε φόβον εἰς τὸν θεὸν ἀναλογιζόμενοι, λίαν κατώδυνοι ἦσαν. Ἐποίησε γὰρ τοσοῦτον χρόνον ἐξ ὅλης καρδίας τῷ κυρίῳ λατρεύων.

Ὁ ἀββᾶς δὲ Ὀρσίσιος ἀναλαβόμενος αὖθις τὴν ἰδίαν τάξιν ἐκυβέρνα τοὺς ἀδελφοὺς κατὰ τὸ δυνατὸν αὐτῷ· ἦν γὰρ ἀγαθὸς λίαν καὶ ἀγαπῶν σῶσαι ψυχάς. Καὶ ὁ θεὸς ἐνίσχυσεν αὐτόν, πλατύνας αὐτῷ τῶν γραφῶν τὰ νοήματα. Ἐκυβέρνησεν οὖν ἐν εἰρήνῃ τοὺς ἀδελφοὺς χρόνον πολύν.

Ἐπιστολὴ τοῦ μεγάλου Ἀθανασίου πρὸς Ὀρσίσιον. Ἀκούσας δὲ ὁ ἁγιώτατος ἀρχιεπίσκοπος Ἀθανάσιος περὶ τῆς κοιμήσεως τοῦ πατρὸς ἡμῶν Θεοδώρου πάνυ ἐλυπήθη καὶ ἔπεμψε τὴν ἐπιστολὴν ταύτην τῷ ἀββᾷ Ὀρσισίῳ καὶ τοῖς ἀδελφοῖς παραμυθούμενος αὐτοὺς ἐπὶ τῇ κοιμήσει αὐτοῦ οὕτως· «Ἀθανάσιος τῷ ἀββᾷ Ὀρσισίῳ πατρὶ μοναχῶν καὶ πᾶσι τοῖς σὺν αὐτῷ τὸν μονήρη βίον ἀσκοῦσι καὶ πίστει θεοῦ ἱδρυμένοις ἀγαπητοῖς καὶ ποθεινοτάτοις ἀδελφοῖς, ἐν κυρίῳ χαίρειν. Ἤκουσα περὶ τοῦ μακαρίτου Θεοδώρου καὶ πάνυ μετὰ πολλῆς φροντίδος ἤνεγκα τὴν ἀκοήν, εἰδὼς αὐτοῦ τὸ πρὸς ἡμᾶς χρήσιμον. Εἰ μὲν οὖν μὴ Θεόδωρος ἐκεῖνος ἦν, πολλοῖς ἂν πρὸς ὑμᾶς λόγοις μετὰ δακρύων ἐχρησάμην, λογιζόμενος τὰ μετὰ θάνατον. Ἐπειδὴ δὲ Θεόδωρός ἐστιν ὃν ὑμεῖς τε καὶ ἡμεῖς ἐγνώκαμεν, τί δεῖ γράφοντά με λέγειν ἤ· Μακάριος Θεόδωρος, ὃς οὐκ ἐπορεύθη ἐν βουλῇ ἀσεβῶν· μακάριος δέ ἐστιν ὡς φοβούμενος τὸν κύριον. Νῦν γὰρ μακαρίζειν αὐτὸν τεθαρρήκαμεν, ἔχοντες ἀσφαλῆ τὸν λόγον ὅτι καταντήσας εἰς λιμένα λοιπὸν ἀμέριμνον βίον ἔχει. Εἴθε καὶ ἐφ’ ἑκάστῳ ἡμῶν τοῦτο ἔφθανεν· εἴθε τρέχων ἕκαστος προσορμίσειε τὸ ἴδιον σκάφος εἰς τὸν ἀμέριμνον βίον ἐκεῖνον, ἵνα μετὰ τῶν πατέρων ἀναπαυόμενος λέγῃ· Ὧδε κατοικήσω, ὅτι, ᾑρετισάμην αὐτήν.

Οὐκοῦν, ἀγαπητοὶ καὶ ποθεινότατοι ἀδελφοί, μὴ κλαίετε Θεόδωρον· οὐ γὰρ ἀπέθανεν, ἀλλὰ καθεύδει. Μητὲ δακρυέτω τις μνημονεύων αὐτοῦ, ἀλλὰ ζηλούτω τὸν βίον. Οὐδὲ γὰρ λυπεῖσθαι δεῖ ἐπὶ τῷ ἀπελθόντι εἰς τὸν ἄλυπον τόπον. Ταῦτα δὲ κοινῇ μὲν ὑμῖν γράφω, ἐξαιρέτως δὲ σοί, ἀγαπητὲ καὶ ποθεινότατε Ὀρσίσιε, ἵνα κοιμηθέντος ἐκείνου σὺ τὴν ὅλην ἀναδέξῃ φροντίδα καὶ γένῃ ἀντ’ αὐτοῦ τοῖς ἀγαπητοῖς. Κἀκείνου γὰρ περιόντος, ἀμφότεροι ὡς εἷς ἐτυγχάνετε· καὶ ἑνὸς ἀποδημοῦντος, ἐπληροῦτο ἡ τῶν δύο χρεία· καὶ τῶν δύο παρόντων, ὡς εἷς ἐγίνεσθε τοῖς ἀγαπητοῖς ὁμιλοῦντες τὰ πρὸς ὠφέλειαν. Οὕτως πρᾶττε καὶ οὕτως ποιῶν γράφε ἡμῖν καὶ σήμαινε περὶ τῆς ἑαυτοῦ τε καὶ τῆς ἀδελφότητος σωτηρίας. Καὶ εὔχεσθε, παρακαλῶ, κοινῇ πάντες, ἵν’ ἐπὶ πλέον εἰρήνην βραβεύσῃ ταῖς ἐκκλησίαις ὁ κύριος. Καὶ γὰρ καὶ νῦν μετ’ εὐθυμίας ἑωρτάσαμεν τό τε πάσχα καὶ τὴν πεντηκοστήν· καὶ εὐφραινόμενοι ἐπὶ ταῖς τοῦ κυρίου εὐεργεσίαις γράφομεν τοῦτο ὑμῖν. Προσαγορεύουσιν ὑμᾶς οἱ σὺν ἐμοὶ ἀδελφοί. Ἐρρῶσθαι ὑμᾶς ἐν κυρίῳ εὔχομαι, ἀγαπητοὶ καὶ ποθεινότατοι ἀδελφοί. Προσαγορεύσατε πάντας τοὺς φοβουμένους τὸν κύριον.»