Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Παχώμιος ὁ Μέγας – Βίος τοῦ ἁγίου Παχωμίου

Παχώμιος ὁ Μέγας

Προοίμιο, νεανικά χρόνια και μεταστροφή στον χριστιανισμό

Εισαγωγή στο έργο, καταγωγή του Παχωμίου, στρατιωτική θητεία, κλήση προς την ευσέβεια και άγιο βάπτισμα.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Παχώμιος ὁ Μέγας

—

Κεφάλαιο 1 από 11

Βίος καὶ πολιτεία τοῦ ὁσίου πατρὸς ἡμῶν Παχωμίου Τὸ τῆς οἰκονομίας ὄντως μυστήριον προδιαγράφων ὁ τοῦ θεοῦ πατρὸς λόγος φησὶ πρὸς τὸν Ἀβραάμ· «Ἐν τῷ σπέρματί σου εὐλογηθήσονται πάντα τὰ ἔθνη»· ὅπερ ἕκαστος τῶν προφητῶν, σαφῶς εἰδὼς ὡς ἀδύνατον ψεύσασθαι θεόν, πανταχοῦ τὴν ἐπ’ ἐσχάτων τῶν ἡμερῶν μετὰ σαρκὸς αὐτοῦ ἐπιδημίαν προκατήγγελλον· ἐπεὶ δὲ καὶ πέρας ἡ ταύτης ἐπαγγελία ἐλάμβανεν, εἰς πᾶσαν τὴν γῆν ἡ τοῦ εὐαγγελικοῦ κηρύγματος δύναμις διαδραμοῦσα πολλοὺς μὲν τῶν ἐθνῶν τῷ πρὸς Χριστὸν πόθῳ μάρτυρας ἀπέδειξεν, ἄλλους τὸν ἀπέριττον καὶ ἄσκευον τῶν προφητῶν βίον ἑλέσθαι παρεσκεύασε καὶ τοὺς ὑπὲρ ἀρετῆς πόνους γενναίως φέρειν παρέπεισεν. Περὶ ὧν φησι τὸ σκεῦος τῆς ἐκλογῆς Παῦλος· «Περιῆλθον ἐν μηλωταῖς, ἐν αἰγείοις δέρμασιν, ὑστερούμενοι, θλιβόμενοι, κακουχούμενοι, ἐν ἐρημίαις πλανώμενοι καὶ ὄρεσι καὶ σπηλαίοις καὶ ταῖς ὀπαῖς τῆς γῆς,» ὡς ἐξισοῦσθαι τούτων τοὺς ἀγῶνας τῶν ὑπὲρ Χριστοῦ ἐνηθληκότων. Εἰ γὰρ ἐκεῖνοι πρὸς τυράννους καὶ ἡγεμόνας ἀντεπαρατάξαντο, ἀλλὰ καὶ οὗτοι πρὸς τὰς ἀρχάς, πρὸς τὰς ἐξουσίας, πρὸς τοὺς κοσμοκράτορας τοῦ σκότους τοῦ αἰῶνος τούτου, πρὸς τὰ πνευματικὰ τῆς πονηρίας· διὸ καὶ τοὺς στεφάνους ἴσους καὶ τὰ γέρα συνεκληρώσαντο.

Τούτων εἷς ἐστιν καὶ ὁ νῦν εἰς εὐφημίαν προκείμενος Παχώμιος ὁ θεῖος. Ἦν μὲν γὰρ ἐν Αἰγύπτῳ Ἀντώνιος, ὁ μέγας τὴν ἀρετήν, τὸν Ἠλιοὺ καὶ Ἰωάννου μιμούμενος βίον, Παῦλος ὁ ἀπὸ Θηβῶν, Ἀμοῦν ὁ Νιτριώτης, Παλάμων ὁ θεῖος καὶ ἄλλοι σποράδην καθ’ ἑαυτοὺς τὴν ἀρετὴν μετιόντες καὶ παντοίοις χαρίσμασι διαλάμποντες. Ἀφ’ οὗ δὲ ὥσπερ τις ἑωσφόρος ὁ ἀοίδιμος ἐν βασιλεῦσι ἀνέτειλε Κωνσταντῖνος καὶ πανταχοῦ ἡ σωτήριος διέλαμψε θεογνωσία, τὰ μὲν τῶν δαιμόνων τεμένη σπουδῇ πάσῃ κατερριπτοῦντο, ἐκκλησίαι δὲ πανταχοῦ ἀνεγείροντο, ὡς λοιπὸν καὶ μοναστήρια συνίστασθαι παρὰ τῶν εὖ καὶ ὡς Θεῷ φίλον βεβιωμένων. Ἀλλὰ ἀρκτέον ἄνωθεν τὰ κατὰ τὸν θεῖον Παχώμιον καὶ ὡς οἷόν τε διηγητέον τοῖς φιλαρέτοις εἰς παροξυσμὸν ἐναρέτου βίου καὶ μοναδικῆς πολιτείας ὑπογραμμόν.

Τοῦτον ἤνεγκεν Αἴγυπτος ἡ καρποφόρος καὶ εὔσταχυς ὥσπερ τι ῥόδον ἐξ ἀκανθῶν (τὸ τοῦ λόγου). Καὶ γὰρ ἐκ προγόνων ἔφυ τὰ Ἑλλήνων πρεσβευόντων. Σπαρεὶς δὲ ἐξ αὐτῶν καὶ ἀναδοθείς, ἐξ αὐτῆς γραμμῆς τὸν μὲν χριστιανισμὸν ἀσπαζόμενος ἦν, τὰ κωφὰ δὲ καὶ αἰσθήσεως ἔρημα εἴδωλα μυσαττόμενος. Ἐπεὶ δὲ καὶ μαθημάτων ἥπτετο αἰγυπτιακῶν, ἐπὶ πλεῖον πρὸς θεοσέβειαν διεθερμαίνετο· καὶ θεὸν τὸν πάντων δημιουργὸν κατενόει· ὡς καί ποτε τῶν αὐτοῦ γεννητόρων παρὰ τὴν τοῦ ποταμοῦ γενομένων ὄχθην—ἦν γὰρ ἐκεῖσε ναὸς εἰδωλικός—θυσίαν προσενεγκεῖν τοῖς ἀκαθάρτοις θεοῖς, καὶ αὐτὸς συναπῄει τούτοις.

Ὡς δὲ ὁ μιαρὸς τούτων ἱεροτελεστὴς τὰς μυσαρὰς αὐτῶν θυσίας ἐπιτελεῖν ἐπεχείρει, συνεὶς ἐκ τῆς τούτων ἐνεργείας φωνὰς ἠφίει τοιάσδε· «Τί τὸν ἀποστάτην τῶν ἀηττήτων θεῶν ἐνταῦθα εἰσαγαγεῖν ἐσπεύσατε; Τί προνομεῦσαι τὰς τούτων χάριτας ἥκατε;

Ἀπόστητε τῶν ἐνταῦθα· οὐδὲ γὰρ ἀνέχονται τῆς ὑπὲρ τοῦ παιδὸς ὑμῶν ὁλοκαρπώσεως.» Τούτων ἀκούοντες τῶν φωνῶν οἱ τούτου τοκῆες, συνορᾶν τὸ αἴτιον μὴ ἔχοντες, ἀφορήτῳ συνείχοντο λύπῃ· οἴκαδε ἐπανιόντες, καθ’ ἑαυτοὺς τὰ εἰρημένα περὶ τοῦ παιδὸς ἔστρεφον.

Ὁ δὲ θεῖος Παχώμιος, προκόπτων τῇ ἡλικίᾳ, πόνοις κατεδάμαζε τὰ τῶν ἀτάκτων παθῶν σκιρτήματα, μήπω σημειωθεὶς τῷ βαπτίσματι. Ἐπεὶ δὲ ἡ τοῦ Λικινίου τυραννὶς πρὸς ἐκστρατείαν ἐκάλει τὸν μέγαν ἐν βασιλεῦσι Κωνσταντῖνον, διάταγμα κατὰ πᾶσαν πόλιν καὶ χώραν παρ’ αὐτοῦ ἐξεπέμπετο, πλείστους τῶν νέων καταλεγῆναι εἰς τήρωνας. Τότε δὴ καὶ ὁ μέγας οὗτος διά τε ῥώμην σώματος καὶ ἡλικίας ἄνθος τούτοις ἐναριθμεῖται εἰκοστὸν ἤδη καὶ πέμπτον ἔτος ἄγων. Ὡς οὖν ἀποπλεῖν μετὰ τῶν ἑταίρων ἔμελλεν, οὐ κατηφῆ ὄψιν οὐκ ἄλλο τι μικρόψυχον ἐπεδείκνυτο, ἀλλὰ φαιδρῷ μᾶλλον προσώπῳ καὶ γεγανυμένῃ καρδίᾳ τοῦ πλοίου ἐπιβὰς εἴς τινα πόλιν τῶν Αἰγυπτίων Θηβῶν καταίρει.

Οἱ οὖν τῆς πόλεως, τὰ κατ’ αὐτοὺς ἀναμαθόντες, τὰ πρὸς τροφὴν αὐτοῖς ἀπεκόμιζον, ἐξαιρέτως τοῖς περὶ τὴν πίστιν ὑγιῶς ἔχουσι. Ὅπερ ὁρῶν ὁ Παχώμιος πρὸς πλείονα πόθον τῆς εὐσεβείας ἡλίσκετο. Μικρὸν δὲ τῶν ἑτέρων ἀποβὰς καὶ καθ’ ἑαυτὸν γενόμενος, χεῖράς τε καὶ ὄμματα εἰς οὐρανὸν διάρας· «Κύριε ὁ θεός, ἔλεγεν, ὁ ἐκ μὴ ὄντων τὸν σύμπαντα συστησάμενος κόσμον, ὁ χειρὶ οἰκείᾳ τὸν ἄνθρωπον διαπλάσας, ἐπίβλεψον ἐπὶ τὴν ταπείνωσίν μου· καὶ δώρησαί μοι τὴν ἐπίγνωσιν τῆς σῆς ἀληθείας, ὅπως δουλεύσω σοι πάσας τὰς ἡμέρας τῆς ζωῆς μου.» Οὐ πολὺ τὸ ἐν μέσῳ, καὶ ὁ θεομάχος Λικίνιος, ἀξίας τὰς δίκας εἰσπραχθείς, τὸν ἀνθρώπινον ὑπεξῄει βίον. Ἐπεὶ οὖν χαίροντες ἀνέκαμπτον πάντες πρὸς τὰ οἰκεῖα, καὶ αὐτὸς δὴ ὁ θεῖος Παχώμιος, τοὺς συνεταίρους ἐκκλίνας, εἴς τινα κώμην Χηνοβοσκία οὕτω καλουμένην ἀπέπλευσεν. Κἀκεῖσε χρόνον τινὰ ἐνδιατρίψας, παρὰ τῶν τῆς ἐκκλησίας πρεσβυτέρων τὸ ἅγιον δέχεται βάπτισμα, πολλὰ πρότερον παρ’ αὐτῶν κατηχηθείς. Καὶ ἦν πάσῃ φυλακῇ τηρῶν ἑαυτὸν ὡς ἄξιος τῆς κλήσεως καὶ τοῦ ἁγιασμοῦ.