Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Παχώμιος ὁ Μέγας – Βίος τοῦ ἁγίου Παχωμίου

Παχώμιος ὁ Μέγας

Ορθόδοξη ομολογία, μοναστηριακή τάξη και σχέσεις με την ευρύτερη Εκκλησία

Συνεργασία με τους επισκόπους, αποκάλυψη της πλάνης των ωριγενιστών, απαντήσεις του Θεοδώρου σε φιλοσόφους και κανόνες για την ακτημοσύνη και την υπακοή.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Παχώμιος ὁ Μέγας

—

Κεφάλαιο 9 από 11

Ἐπεὶ δὲ καὶ ὁ ἐπίσκοπος Πάνου Ἄρειος ἤκουσε τὰ περὶ Παχωμίου οἷος ἐκείνου ὁ βίος, ὁ τρόπος, ἡ ἀρετὴ καὶ οἱ διὰ Χριστὸν ἀγῶνες, ἔρωτι τούτου κατ’ ἄκρας ἁλοὺς ἐδέησε διὰ γραμμάτων πρὸς αὐτὸν σκυλῆναι καὶ τῆς αὐτοῦ μεταδοῦναι χάριτός τε καὶ εὐλογίας. Ὁ δέ, εἰ καὶ γήρᾳ καὶ τῇ κατὰ θεὸν ἀσκήσει κατάκοπος ἦν, ἀλλὰ τῇ ὑπακοῇ ἀναρρώσας ἑαυτὸν ἄρχεται τῆς πρὸς αὐτὸν πορείας. Ἔγνω δὲ τὰ κατὰ τὴν ὁδὸν ἐπισκέπτεσθαι μοναστήρια· καὶ δὴ πλησίον ἑνὸς τούτων γενόμενος ὑπαντᾷ ἐκκομιζόμενον ἕνα τῶν μοναχῶν, ἄρτι τὸν βίον ἀπολιπόντα, μετὰ λαμπάδων καὶ ὕμνων συνόντων καὶ πλείστων τῶν συγγενῶν καὶ φίλων αὐτοῦ. Ἀλλὰ φρίττω πρὸς τὸ ἑξῆς τοῦ λόγου καὶ τὴν φωνὴν ἀνακόπτομαι· ἔχει γάρ τι καὶ ἀνίας καὶ φρίκης γέμον. Βλέπει ὁ μέγας ἐκ τῆς δοθείσης αὐτῷ ἄνωθεν χάριτος τὴν τοῦ ἀδελφοῦ ψυχὴν ὑπὸ τῶν ἀγρίων πνευμάτων κακῶς σπαρασσομένην καὶ εὐθύνας ὑπέχουσαν· ἦν γὰρ ῥαθυμίᾳ συνζῶν καὶ τῇ λοιπῇ ἀμελείᾳ. Καὶ κελεύει κατενεχθῆναι τὸν νεκρὸν τῆς κλίνης ἐκδυθῆναί τε τὸ τῶν μοναχῶν σχῆμα καὶ ἐπὶ πάντων πυρὶ καταναλωθῆναι, αὐτὸν δὲ γυμνὸν καὶ ἀτημέλητον πρὸς τὸ παρακείμενον ὄρος ῥιφῆναι.

Τῶν γοῦν παρόντων δάκρυσι καὶ οἰμωγαῖς συνεχομένων καὶ πολλὰ δυσωπούντων, τινῶν δὲ καὶ σχετλιαζόντων τὸν ἅγιον καὶ ὠμότητα τούτου καὶ σκληροκαρδίαν καταγινωσκόντων, αὐτὸς ἀπεκρίνατο· «Οἶδ’ ὅτι οἰκτείρετε τὸν κείμενον, ἀδελφοί· ἀλλ’ ὑμεῖς τοῦ ὁρωμένου τούτου σκήνους πρόνοιαν ποιεῖν σπεύδοντες δοκεῖτε ὠφέλειάν τινα προσάγειν αὐτῷ· τοὐναντίον μὲν οὖν καὶ πολλὴν τὴν κατάγνωσιν ἐπάγετε. Ἐμοὶ δὲ περὶ ψυχῆς ἐστιν ὁ λόγος, ἧς ἕνεκα τὸ τοιοῦτον προστέταχα, ἵνα κἂν μερικήν τινα ἀπολογίαν ἀνέσεως διὰ τῆς ἀτίμου ταύτης κηδείας προευτρεπίσω. Πηγὴ γὰρ συμπαθείας καὶ ἐλέους καὶ ἀγαθότητος ὑπάρχων ὁ θεὸς ζητεῖ προφάσεις δι’ ὧν δαψιλῶς εἰς ἡμᾶς τῆς ἑαυτοῦ χρηστότητος ἐκχέει τὸν ἔλεον.

Τοιγαροῦν ἐγὼ ὡς καταξιωθεὶς τὴν τῶν ψυχῶν ὑμῶν ἰατρείαν, ἑκάστῳ τὸ πρόσφορον προσφέρω βοήθημα, ἵνα μὴ ὡς καταφρονητὴς κἀγὼ συγκατακριθῶ ὑμῖν.» Ταῦτ’ ὁ μὲν εἰπὼν ἐδεῖτο ὑπερεύχεσθαι τούτου. Ἡμερῶν δὲ μεταξὺ διαγενομένων, ὁρᾷ τις τῶν μοναχῶν περὶ μέσας νύκτας παρεστῶτα τὸν ἀδελφὸν ἐκεῖνον καὶ τὰ συνήθη περιβεβλημένον καὶ φάσκοντα πρὸς αὐτόν· «Ἰδοὺ διὰ τῶν εὐχῶν τοῦ πατρὸς καὶ τῆς ἀτίμου ταύτης κηδείας συνεχωρήθη<ν> παρὰ τοῦ φιλανθρώπου θεοῦ· καὶ νῦν εἰμι ἐν ἀγαλλιάσει μετὰ τῶν λοιπῶν ἀδελφῶν. Τὸ λοιπὸν μηκέτι περὶ ἐμοῦ ἀνιᾶσθε.» Ἕωθεν τοίνυν ἀναστὰς ὁ μοναχὸς ἀπαγγέλλει τὰ ὁραθέντα τοῖς ἀδελφοῖς· καὶ πάντες ἐδόξασαν τὸν θεόν.

Διατρίβοντος δὲ ἐκεῖσε τοῦ ἁγίου καὶ τὰ λογικὰ αὐτοῦ ποίμνια καταρτίζοντος, ἀπαγγέλλεται αὐτῷ ὅτι· «Ἀδελφός τις ἐν τῇ τῶν Χηνοβοσκίων μονῇ ἀρρωστίᾳ συνεχόμενος δέεται τῆς παρὰ σοῦ ἐπισκέψεως.» Τοῦτο ἀκούσας ὁ τοῦ θεοῦ ἄνθρωπος ἀναστὰς ἐπορεύετο. Γενόμενος δὲ ὡς ἀπὸ σημείων τριῶν τῆς τοιαύτης μονῆς ἀκούει ἄνωθεν φωνῆς καὶ ἀναβλέψας ὁρᾷ τὴν τοῦ ἀδελφοῦ ψυχὴν ὑπὸ ἁγίων ἀγγέλων ἀναφερομένην εἰς τοὺς οὐρανούς.

Τῶν δὲ συνεπομένων ἐν ἀπορίᾳ καὶ ἐκπλήξει ὄντων, ὁρώντων αὐτὸν ἐπὶ τοσοῦτον εἰς οὐρανοὺς ἀτενίζοντα, προσελθόντες· «Σπεύσωμεν, ὦ πάτερ, ἔλεγον, σπεύσωμεν πρὸ τοῦ ἐκδημῆσαι τὸν ἀδελφόν.» Ὁ δέ, μέγα στενάξας· «Ὁ ἀδελφός, εἶπεν, εἰ οὐκ ἠπάτημαι, πρὸς τὰς αἰωνίους ἄρτι μεταβαίνει σκηνάς. Μὴ οὖν κόπους παρέχωμεν ἑαυτοῖς.» Παραγενομένων δὲ ἡμῶν ἐκεῖσε καὶ κομψότερον πυθομένων περὶ τῆς ὥρας ἐν ᾗ ἐκοιμήθη ὁ ἀδελφός, ἔγνωμεν τὰ ὑπὸ τοῦ ἁγίου ὁραθέντα ἀληθῆ εἶναι. Καὶ ταῦτα διεξῆλθον βουλόμενος δεῖξαι οἵας ἠξίωτο χάριτος ὁ Παχώμιος. Ἀλλ’ ἐπανιτέον ὅθεν ἐξέβημεν.

Καταλαβόντων τοίνυν ἡμῶν ἐν τῷ ἐπισκοπείῳ καὶ ἀσμένως ὑποδεχθέντων, μετὰ τρίτην ἡμέραν ἀνακαλύπτει αὐτῷ ὁ ἐπίσκοπος τὰ περὶ ἑαυτοῦ καὶ ὅτι, θεοῦ βουλομένου, ἔγνω ἐν τῇδε τῇ πόλει δείμασθαι μοναστήριον εἰς ὠφέλειαν τῶν ἐνταῦθα, ἀλλὰ μὴν καὶ τῶν πόρρωθεν προσιόντων· εἶτα ὑποδείκνυσί τε αὐτῷ τὸν τόπον εὖ ὥρας ἔχοντα καὶ θέσεως, ἀέρων τε εὐκρασίαν καὶ ποτίμων ὑδάτων ἀεννάους πηγὰς εὐχρήστους πρὸς λαχάνων ἐπιμέλειαν καὶ λοιπὴν ἄλλην χρείαν τῶν μοναχῶν. Τὴν οὖν πρόθεσιν τούτου ἀνακόψαι ὁ ἅγιος μὴ βουληθεὶς ἀπάρχεται τοῦ ἔργου· καὶ πολυχειρίᾳ ταύτην ἐντὸς ὀλίγου ἀνοικοδομήσας, τειχίον κύκλῳ περιβάλλει διὰ τὸ μὴ εἰσιτητὴν εἶναι τοῖς πολλοῖς. Τῆς γοῦν τοιαύτης τοῦ φροντιστηρίου οἰκοδομῆς τέχνῃ καὶ σπουδῇ τελειωθείσης, φθόνος οὐ μικρὸς ὑπανάπτεται τοῖς πλησιοχώροις· καὶ δὴ νυκτὸς ἐπελθόντες ἅπαν καταβάλλουσι τὸ τειχίον. Τοῦτο δὶς καὶ τρὶς καταβαλόντων, ὁ μέγας πολλὴν πρὸς θεὸν ἐποιεῖτο ὑπὲρ τούτου τὴν δέησιν. Εἶτα πάλιν ἐπὶ καταστροφῇ τούτου παραγεγονότων, ἡ θεία οὐκ ἠμέλει δίκη· ἄγγελος γὰρ κυρίου τούτους προσυπαντήσας κατέφλεξε καὶ ἀπώλεσε. Ὁ οὖν Παχώμιος καὶ οἱ σὺν αὐτῷ θερμότερον διαναστάντες εἴχοντο τῆς οἰκοδομῆς. Εἶτα ἐφίστησιν αὐτοῖς οἰκονόμον, Σαμουήλιον τὴν κλῆσιν, ἄνδρα λίαν ψυχὰς ῥυθμίζειν δυνάμενον καὶ πραγμάτων καλῶς προΐστασθαι εἰδότα.

Παραμένοντος δὲ ἔτι ἐκεῖσε τοῦ μεγάλου, πρόσεισί τις φιλόσοφος τῆς αὐτῆς πόλεως πειράσαι τοῦτον οἰόμενος. Τοῦτο γνοὺς τῷ πνεύματι ὁ μέγας πέμπει πρὸς αὐτὸν Κορνήλιον καὶ Θεόδωρον. Ὁ δὲ τούτους ἰδών· «Πολύς, ἔφη, λόγος κατέχει περὶ ὑμῶν ὡς σοφοί τινές εἰσιν παρ’ ὑμῖν· καὶ βούλομαι ἐκ τῶν ὑμετέρων γραφῶν ζητῆσαί τινα προβλήματα πρὸς διάλυσιν τούτων.» Ὁ οὖν Θεόδωρος· «Σοφία παρ’ ἡμῖν ἐστιν, ἔφη, ὁ τοῦ θεοῦ λόγος ὁ διδοὺς πᾶσιν γνῶσιν καὶ ἀποκαλύπτων βαθέα. Τοιγαροῦν ὃ βούλῃ φράσον.» Τοῦ δὲ πυθομένου· «Τίς μὴ γεννηθεὶς ἀπέθανεν ἢ τίς γεννηθεὶς οὐκ ἀπέθανεν ἢ τίς ἀποθανὼν οὐκ ἐπώζεσεν;», καὶ ὁ Θεόδωρος· «Οὐ μέγα σου, ἔφη, τὸ ἐρώτημα, ὦ φιλόσοφε· πλὴν ἐρῶ. Ὁ μὴ γεννηθεὶς καὶ ἀποθανών ἐστιν ὁ Ἀδάμ· πλασθεὶς γὰρ χειρὶ θεοῦ, διὰ τὴν παρακοὴν θανάτῳ προσωμίλησεν.

Ὁ δὲ γεννηθεὶς καὶ μὴ ἀποθανών ἐστιν Ἐνὼχ [καὶ Ἠλίας]. Ὁ δὲ ἀποθανὼν καὶ μὴ ἐποζέσας ἐστὶν ἡ τοῦ Λὼτ γυνή, ἥτις εἰς στήλην μεταβληθεῖσα ἁλὸς οὐκ ἐπώζεσεν. Ἀλλὰ δὴ τὰς προτάσεις ταύτας ἀφεὶς πρόσελθε τῷ Χριστῷ καὶ λάβε ἁμαρτιῶν ἄφεσιν.» Πρὸς ταῦτα ἐννεὸς γενόμενος ὁ φιλόσοφος ἀπῄει θαυμάζων τὴν τοῦ Θεοδώρου ὀξύτητα.

Μετὰ δὲ ταῦτα ὑποστρέψαντος τοῦ ἁγίου πρὸς τὰ οἰκεῖα φροντιστήρια, παραβάλλει εἰς ἓν τούτων κατὰ πάροδον. Καὶ δὴ ἐξελθόντων τῶν ἀδελφῶν εὐλογηθῆναι παρ’ αὐτοῦ, προσελθὼν εἷς τῶν μικρῶν μοναχῶν—παρ’ αὐτῷ γὰρ τοὺς ἀτελεῖς τὴν ἡλικίαν ἐξέπεμπεν—μετὰ δακρύων προσέπιπτε λέγων· «Ὦ πάτερ, ἐξ ὅτου ἀπέστης ἀφ’ ἡμῶν, οὔτε λαχάνου μετελάβομεν ἑψητοῦ ἢ ἀθηρᾶς ἤ τινος ἄλλου τῶν ἐδωδίμων.» Πρὸς ὃν ὁ μέγας· «Μὴ λυποῦ, τέκνον, ἔφη· ἐγώ σοι ὡς βούλει ποιῶ.» Καὶ δὴ εἰσιόντος ἐν τῇ μονῇ καὶ τῆς συνήθους εὐχῆς γενομένης, ἄπεισι ἐν τῷ μαγειρείῳ· καὶ εὑρὼν ἐκεῖσε ψιάνθους πλείστας παρὰ τοῦ τὴν διακονίαν τοῦ μαγειρείου διενεργοῦντος κατεσκευασμένας φησὶ πρὸς αὐτόν· «Πόσον χρόνον ἔχεις ἀφ’ οὗ τοῖς ἀδελφοῖς ἑψητοῦ οὐκ ἐποίησας;» Τοῦ δὲ ψεύδεσθαι τῷ πατρὶ μὴ εἰδότος· «Εἰσί, πάτερ, ὡσεὶ καὶ δύο μηνῶν τὸν ἀριθμὸν ἡμέρες.» Καὶ ὁ πατήρ· «Τίνος ἕνεκεν;» Ὁ δέ· «Ἐπειδή, ἔφη, τῶν ἀδελφῶν ἐγκρατεύεσθαι βουλομένων, ἀνάλωτα τὰ ἑψόμενα ἑκάστης ἡμέρας διέμενον. Ἵνα δὲ μὴ κακῶς ταῦτα ἀπόλοιντο, καταλείψας τὴν προκειμένην λειτουργίαν, περὶ τὰς ψιάνθους φιλοπονώτερον εἰχόμην, ἑνὸς ἱκανοῦ ὄντος εἰς τὴν τῶν ἀδελφῶν χρείαν.» Καὶ ὁ μέγας· «Πόσα, ἔφη, εἴργασται παρὰ σοί;» Ὁ δέ· «Ὡσεὶ πεντακόσια, ἔφη, τίμιε πάτερ.»

Καὶ κελεύει προσενεχθῆναι ταύτας καὶ πυρὸς ἀναφθέντος κατακαῆναι πάσας· «Ἰδού, λέγων, ὥσπερ σὺ παρεῖδες τὴν ἡμῶν ἐντολήν, οὕτως κἀγὼ τὴν τῶν σου χειρῶν ἐργασίαν. Ἴσθι τοίνυν ὅτι ὅταν, πλειόνων ἐδεσμάτων προκειμένων, αὐτοὶ τὴν τούτων ἀποχὴν διὰ θεὸν ποιούμεθα, πολὺν καρπούμεθα τὸν μισθόν· ὅταν δὲ μηδενὸς προκειμένου ἐγκρατεύεσθαι δόξωμεν, οὐ τῆς ἡμῶν προαιρέσεως ἡ χάρις, ἀλλὰ τῆς ἀπορίας ἡ ἐνέργεια. Ὅρα οὖν, διὰ μικρὸν ἀνάλωμα πόσης ὠφελείας ἀπεστέρησας τούτους;» Ταῦτα πρὸς αὐτὸν διεξιόντος καὶ ἱκανῶς διορθωσαμένου, ἀπέλυσε πάντας.

Εἶτα ἐζήτουν αὐτὸν ἰδεῖν τῶν ἀναχωρητῶν τινες καὶ εὐλογηθῆναι παρ’ αὐτοῦ. Ὁ δὲ εἰσελθεῖν αὐτοὺς προτρεψάμενος ἠσπάζετο περιχαρῶς. Εἶτα, εὐχῆς γενομένης, ἐκαθέσθησαν διομιλοῦντες ἀλλήλοις. Καὶ εὐθὺς γίνεται δυσοσμία ἀφόρητος, ὡς αἰσθέντα τὸν ἅγιον διαπορεῖσθαι τί ἆρα καὶ ἦν. Ἐπεὶ δὲ ἤδη τῆς ἡμέρας κλινούσης ἀνέστησαν πορεύεσθαι, παρεκάλει αὐτοὺς ἅψασθαι τροφῆς· ἐκεῖνοι δέ, πρὸ ἡλίου δυσμὰς καταλαβεῖν τὰ οἰκεῖα ἐπειγόμενοι, ἐξίασι συνταξάμενοι πᾶσιν. Ὁ οὖν μέγας, μαθεῖν βουλόμενος τὴν τῆς δυσωδίας ἐκείνης αἰτίαν, ἐδέετο τοῦ θεοῦ· καὶ ἀπεκαλύφθη αὐτῷ ὅτι τὰ τοῦ Ὠριγένους νοσοῦντες ἦσαν. Τότε ᾗ ποδῶν ἔσχεν καταδιώξας αὐτούς· «Τὸν θεόν, ἔφη, εἴπατέ μοι, πατέρες, εἰ τὰ τοῦ αἰσχίστου Ὠριγένους συντάγματα ἀναγινώσκετε· τοῦτο γὰρ ἀπεκαλύφθη μοι.» Οἱ δέ, ἔξαρνοι γενόμενοι, ἵσταντο κάτω νεύοντες. Ὁ δὲ μέγας· «Μαρτύρομαι ὑμῖν, ἔφη, ὅτι πᾶς ὁ ταῦτα μετιὼν ἀπωλείᾳ παραδοθήσεται. Εἰ οὖν βούλεσθε μὴ παροργίζειν θεῷ, ἀπορρίψατε ταῦτα ἐξ ὑμῶν καὶ τῷ βυθῷ παραπέμψατε.» Οἱ δὲ ὥσπερ αἰσχυνθέντες τῷ ποταμῷ ταύτας κατεπόντωσαν.

Ἐκεῖνος δὲ ὑπεστρέφετο χαίρων. Μεθ’ ἡμέρας οὖν τινας ὁ θεῖος Παχώμιος καὶ αὖθις ἐδέετο τοῦ θεοῦ γνωρισθῆναι αὐτῷ οἷα μετὰ τελευτὴν αὐτοῦ μέλλουσι συμβαίνειν τοῖς μοναχοῖς καὶ περὶ τῆς αὐτῶν καταστάσεως.

Καὶ δὴ περὶ μέσας νύκτας φῶς ἄρρητον περιήστραψεν αὐτόν· καὶ ὡς ἐν ἐκστάσει γενόμενος ὁρᾷ ἑαυτὸν ἐπί τινος ἀπόπτου τόπου ἑστῶτα, καὶ ὑποκάτωθεν αὐτοῦ κοιλάδα ἡπλωμένην ἀχμηρὰν καὶ βαθεῖαν καὶ ὁμίχλης πλῆρες, καὶ περὶ αὐτὴν σμῆνος μοναχῶν, τῶν μὲν ἐξ αὐτῆς ἀνιέναι προαιρουμένων, μὴ ἰσχυόντων δέ, τῶν δὲ κατὰ πρόσωπον προσυπαντώντων καὶ ἀλλήλους μὴ ἐπιγινωσκόντων, ἑτέρων ἀνελθεῖν μὲν ἐπειγομένων, ὑπὸ δὲ τοῦ πολλοῦ κόπου ἐξατονούντων καὶ κατὰ γῆς καταφερομένων, ἄλλων ἀνερχομένων καὶ ἐν τῷ ἐγγίζειν αὐτῶν αὖθις καταρρασσομένων, ἑτέρων ἐλεεινῶς θρηνούντων καὶ ἐπιζητούντων τὴν ἄνοδον, τινὰς ἐξ αὐτῶν μόλις ποτὲ μετὰ καμάτου πολλοῦ ἀνιόντων, οὓς καὶ φῶς ὑπεδέχετο θεῖον καὶ χαρὰ ἄληκτος. Φωνὴ δὲ ἄνωθεν ἠκούετο· «Νόει τὰ ὁραθέντα, Παχώμιε.» Καὶ ἰδοὺ ἄνδρες δύο, λαμπροὶ τῷ σχήματι, κατάπληκτοι τὴν θέαν, οἳ καὶ διεσάφουν τὰ θεαθέντα λέγοντες· «Οἱ μὲν ἀνιέναι προαιρούμενοι, μὴ ἰσχύοντες δέ, οὗτοί εἰσιν οἱ μειζόνως ἀσκεῖν προαιρούμενοι, ὑπὸ δὲ τῆς φιλοδοξίας καὶ τῆς οἰήσεως πρὸς τελειότητα φθάσαι μὴ συγχωρούμενοι. Οἱ δὲ κατὰ πρόσωπον ἀπαντῶντες καὶ ἀλλήλους μὴ ἐπιγινώσκοντες διὰ τὴν ζόφωσιν, οἱ ἐν ἀμελείᾳ βιοῦντες καὶ ῥαθυμίᾳ καὶ ὑπὸ τῆς σφῶν τυφλώσεως οὐ μόνον οὐ ζηλοῦντες τοὺς ἐναρέτους, ἀλλὰ καὶ διαβάλλοντες.

Οἱ δὲ ἐξατονήσαντες περὶ τὴν ἄνοδον καὶ κατὰ γῆς κείμενοι, οἱ μετὰ θερμῆς προθέσεως ἀποτασσόμενοι, εἶτα ὀκλάσαντες τῆς σφῶν ἀμελοῦσι σωτηρίας. Οἱ δὲ ἀνελθεῖν σπεύδοντες καὶ ἐν τῷ ἐγγίζειν αὐτοὺς ἀνιέναι καταρρασσόμενοι, οἱ τὴν ἀρετὴν φιλοπόνως μετιόντες καὶ προκόπτειν δοκοῦντες, διὰ δὲ τῆς τῶν πλησίον κατακρίσεως εἰς ὄλισθον ἀπωλείας καταπίπτοντες. Οἱ δὲ ἐλεεινῇ τῇ φωνῇ ἐπιζητοῦντες ἀνιέναι, οἱ ὑπὸ παθῶν ἐνοχλούμενοι καὶ ταῖς ματαίαις ἀσχολίαις τοῦ βίου, διὰ δὲ τὸ ἀπορεῖν χειραγωγοῦ κινδυνεύειν ἐπειγόμενοι. Οἱ δὲ μετὰ καμάτου ἀνιόντες καὶ φωτὸς ἀπείρου πληρούμενοι, οὗτοί εἰσιν οἱ ἐν τοῖς ἐσχάτοις καιροῖς ὑπὸ τῆς πολλῆς ὁμίχλης ἤγουν τοῦ περισπασμοῦ κατασυρόμενοι, διὰ δὲ τῆς ὑπομονῆς καὶ τῆς εὐχαριστίας πολλὴν τὴν ἀμοιβὴν καρπούμενοι· διὸ καὶ εὑρεθήσονται οὗτοι ὑπὲρ τοὺς ἄκρως πολιτευσαμένους εὐαρεστήσαντες τῷ κυρίῳ.» Ταῦτα ἀκούων ὁ Παχώμιος λύπης ἐπληροῦτο καὶ «Εἰ οὕτως, ἔλεγε, παρὰ φαύλων καὶ ὀλιγώρων μέλλουσιν ἄρχεσθαι οἱ ἀποτασσόμενοι καὶ τοιούτοις περιπίπτειν πειρασμοῖς, ἵνα τί γενέσθαι ταυτὶ τὰ κοινόβια εὐδόκησας;

Αὐτὸς γὰρ οἶδας, ὁ τῶν κρυπτῶν γνώστης· ἀφ’ οὗ κόσμῳ καὶ τοῖς ἐν κόσμῳ ἀπεταξάμην, οὐκ ἐκορέσθην ἄρτου ἢ ὕδατος ἤ τινος ἄλλου τῶν ἐπὶ τῆς γῆς, ἀλλὰ καὶ νύκτωρ καὶ μεθ’ ἡμέραν πολλὰ ὑπὲρ αὐτῶν ἐδεόμην, διατηρηθῆναι τούτους ἀτρώτους ἐκ τῶν τοῦ πονηροῦ βελῶν.» Κἀκεῖνοι· «Μὴ καυχῶ, ἔφησαν, Παχώμιε, ἄνθρωπος ὤν· ἀλλ’ αἴτει τὸ ἔλεος τοῦ θεοῦ καὶ τὴν φιλανθρωπίαν· τῷ γὰρ ἐλέει αὐτοῦ τὰ πάντα συνίστασθαι πεφύκασι.» Κύψας δὲ βαλεῖν αὐτοῖς μετάνοιαν ὁρᾷ μέσον αὐτῶν νεανίαν τινὰ τῷ κάλλει ὡραῖον, στέφανον ἀκάνθινον ἐπὶ τῆς κεφαλῆς φέροντα. Καὶ αὐτοὶ πάλιν· «Ἰδού, φασίν, ὁ δοτὴρ τοῦ ἐλέους, ὁ μονογενὴς λόγος τοῦ πατρός, ὃν ἀπέστειλε λύτρον ὑπὲρ ὑμῶν· ἀλλ’ ὑμεῖς, τούτου τῇ κεφαλῇ στέφανον ἐξ ἀκανθῶν περιθέντες, σταυρῷ προσεπήξατε.» Τούτων ἀκούσας ὁ Παχώμιος, σύντρομος γενόμενος· «Οὐκ ἐγώ, δέσποτα, ἔφη, τὸ βαρὺ τοῦτο καὶ πάντολμον εἰς σὲ εἰργασάμην ἀνόμημα, ἀλλὰ τὸ τῶν Ἰουδαίων γένος.» Κἀκεῖνος· «Οἶδα κἀγώ, ἔφη. Θάρσει οὖν καὶ μὴ ἀθύμει· οὐ φὰρ ἐκλείψει ἕως συντελείας τοῦ αἰῶνος τὸ σὸν σπέρμα καὶ ἡ νομοθεσία αὕτη.» Καὶ ταῦτα εἰπὼν πρὸς οὐρανοὺς ἐπάνεισι.

Ἕωθεν τοίνυν ὁ Παχώμιος τὴν καλὴν ἐκείνην συνοδίαν τῶν μοναχῶν συναθροίσας, τὰ τῆς φρικτῆς ταύτης ὄψεως ἅπαντα ἐξηγεῖτο. Καὶ πάντων εἰς φανερὰ κατενεχθέντων δάκρυα, «Ἀδελφοί, ἔφη, καὶ πατέρες, ἀγωνισώμεθα ὑπὲρ τῆς ἡμῶν σωτηρίας πρὸ τοῦ καταλαβεῖν τὸ τέλος, ὅτε οὐδεὶς δύναται ἐργάσασθαι. Ἀπασχολήσωμεν ἑαυτοὺς ἀπὸ τῆς τῶν γηΐνων προσπαθείας· πᾶσαν παράλογον ὄρεξιν ἀφ’ ἑαυτῶν ἀπορρίψωμεν· πάντα σπῖλον ἐκ τῶν ψυχῶν ἡμῶν ἐκκαθάρωμεν, μήπως οἱ ἐν τῷ κόσμῳ διατρίβοντες καὶ ταῖς τοῦ βίου πραγματείαις ἐμπλεκόμενοι μακαρίους τε ἡμᾶς ἐν τῷ νῦν αἰῶνι ἡγούμενοι εὑρεθῶσιν ἐκεῖ κατακρίνοντες ἡμᾶς. Θῶμεν τοιγαροῦν πρὸ ὀφθαλμῶν τὴν φοβερὰν ἐκείνην ὥραν· καὶ πᾶσα σατανικὴ ἐνέργεια ἐκφεύξεται ἀφ’ ἡμῶν. Ὁ γὰρ τοῦ θεοῦ φόβος μυρίων διδασκάλων καὶ παιδαγωγῶν πλέον διδάσκει καὶ σοφίζει τοὺς αὐτὸν ἀεὶ περιφέροντας ἐν ἑαυτοῖς.» Ταῦτα καὶ τὰ τούτοις ὅμοια διεξιόντος τοῦ ὁσίου, οὐ μόνον μιμητάς, ἀλλὰ καὶ πληρωτὰς τούτους τῶν αὐτοῦ ἀπεδείκνυεν ἐντολῶν. Ἡμεῖς δὲ καὶ πρὸς τὰ ἑξῆς τοῦ λόγου βαδιούμεθα.

Λιμὸς ἦν περὶ τὴν χώραν· καὶ δὴ καὶ τῶν τῆς μονῆς σιτοβολώνων ἐκκενωθέντων, οἱ μαθηταί, περὶ τὸ στενὸν τῆς διαίτης ἀχθόμενοι, προσίασι τῷ πατρὶ ἀξιοῦντες προνοίας τυχεῖν. Ὁ δέ, τῆς τούτων μικροψυχίας καταγνούς, προσκαλεῖται ἕνα τῶν ἀδελφῶν καί· «Λάβε, φησίν, ἑκατὸν τοῦ χρυσίου τάλαντα καὶ περίελθε τὰς πέριξ πόλεις καὶ χώρας· καὶ κόμισον αὐτοῖς τὰ πρὸς τὴν χρείαν.» Τοῦ δὲ ἐξιόντος καὶ τὰ πάντα περινοστήσαντος, φθάνει καὶ μέχρις αὐτῆς Ἑρμώθης τῆς πόλεως. Ἦν δὲ ἐν αὐτῇ ἀνὴρ εὐλαβὴς πάνυ, ὃς ἐμπεπίστευτο παρὰ τοῦ ἄρχοντος σῖτον τοῦ δημοσίου ἱκανόν. Ἀκούων δὲ τὰ περὶ τῆς πολιτείας τοῦ ἁγίου καὶ τῶν σὺν αὐτῷ ἐγλίχετο ἰδεῖν αὐτόν. Ὡς δὲ ἀνηγγέλθη αὐτῷ ὅτι ἐστί τις μοναχὸς ἐξ αὐτῶν ἐπ’ ἀγορᾷ σίτου τὰ ἐνταῦθα καταλαβών, ἐγεγήθη λίαν· καὶ προσκαλεσάμενος αὐτόν· «Ἐμοὶ μέν, ἔφη, πάτερ, ἔστιν σῖτος ἱκανὸς ἐμπεπιστευμένος καὶ μέχρι τοῦ τῆς ἅλωνος καιροῦ μὴ ἐπιζητούμενος. Λάβε τοίνυν ὅσον ἂν καὶ βούλῃ· καὶ τότε ἐξωνησάμενος ἀποδώσεις ἡμῖν χαίρων.» Ὁ δὲ μοναχὸς ἔλεγεν μὴ τοιαύτην ἐντολὴν παρὰ τοῦ πατρὸς εἰληφέναι· «ἀλλὰ μᾶλλον θέλησον ἀναλαβέσθαι τὸ χρυσίον καὶ δοῦναι ἡμῖν σῖτον ὡς ἂν καὶ βούλῃ.» Τοῦ δὲ ἐπὶ δέκα καὶ τριῶν ἀρταβάδων παρασχόντος τὸν σῖτον, ἔλαβεν τὰ ἑκατὸν τοῦ χρυσίου νομίσματα, δοὺς αὐτῷ καὶ ἑτέρων ἑκατὸν νομισμάτων ἐπὶ ἀποκαταστάσει ἐν καιρῷ τῆς ἅλωνος.

Ὁ οὖν μοναχός, περιχαρὴς γενόμενος, πλοίῳ ἐνθέμενος τοῦτον ἔπλευσεν ἕως τῆς μονῆς. Ἀκούσας δὲ ὁ μέγας τὸν τῆς ἀγορᾶς τρόπον καὶ τῶν ἐπὶ καταστάσει τῶν ἑτέρων ἑκατὸν νομισμάτων δυσχεράνας κελεύει μήτε τὸν μοναχὸν εἰς θέαν αὐτοῦ ἱκέσθαι μήτε τὸν σῖτον τοῦ πλοίου ἐκφορῆσαι. Οἱ δὲ μοναχοί, ἀπορίᾳ συνεχόμενοι, ἐδέοντο κἂν τὸν τοῦ χρυσίου σῖτον εἰληφέναι, ἐκ πίστεως τοῦ ἀνδρὸς παρασχόντος. Ὁ δὲ μέγας οὐκ ἠνέσχετο. Ὡς οὖν πολλὰ βιασθεὶς κελεύει ἐπὶ τῶν πέντε ἀρταβάδων ἀναλαβέσθαι τοῦτον, τὸν δὲ λοιπὸν ἀποκαταστῆσαι τῷ οἰκείῳ δεσπότῃ. Οὗ καὶ γενομένου καὶ τοῦ μοναχοῦ ὑποστρέψαντος καὶ συγγνώμην λαβόντος, οὐκέτι εἴασεν αὐτὸν ἔτι τῆς μονῆς ἐξελθεῖν. Καὶ τοῦτο μὲν οὕτως, τὸ δὲ ἐφεξῆς παρόμοιον τούτου.

Ἕτερός τις τῶν μοναχῶν ἔλαβε παρὰ τοῦ σκυτέως σανδάλια, διαπωλῆσαι αὐτά· τὰ γὰρ τῶν χειρῶν αὐτῶν ἔργα διαπωλοῦντες κοινὰ ἑαυτοῖς εἰς χρείαν καὶ τοῖς δεομένοις ἐποίουν. Ὁ δὲ ἀπελθὼν ἀπέδοτο ταῦτα πλείονος τοῦ τυπωθέντος τιμήματος καὶ ὑπέστρεψε χαίρων. Τοῦτο γνοὺς ὁ μέγας μετακαλεῖται τὸν σκυτέα· καὶ διηρώτα πόσου ἆρα τιμήματος ἀποδόσθαι τὰ σανδάλια προετρέψατο.

Τοῦ δέ· «Πεντήκοντα ἀργυρίων» φήσαντος, λέγει τῷ ἀδελφῷ· «Τί τοῦτο ἐποίησας, εἰς τὸ τριπλάσιον ταῦτα πεπραχώς;» Καὶ ὁ μοναχός· «Τὴν αὐτήν, ἔφη, ὦ πάτερ, ἐπιζητοῦντός μου τιμήν, ἐκεῖνοι· Εἰ μὴ κεκλοφώς, εἶπον, ταῦτα ὑπῆρχες, οὐκ ἂν ἐπὶ τοσούτῳ τιμήματι ταῦτα ἐπέπρασκες. Διὸ καὶ χαίροντες κατέβαλον ταῦτα, ἐμοῦ μηδὲν πρὸς αὐτοὺς εἰρηκότος.» Καὶ ὁ γέρων· «Ἡμάρτηκας, ἀδελφέ, παρὰ τὸ διατεταγμένον σοι εἰληφώς. Ὑστερεῖσθαι δεδιδάγμεθα, μὴ γὰρ ἀποστερεῖν. Τοιγαροῦν ταχὺ πορευθεὶς ἀπόδος αὐτοῖς τὸ πλέον· καὶ ἐλθὼν μετανόησον· διακονεῖν γὰρ οὐ συμφέρει σοι.» Ζακχαῖον δὲ ἕνα τούτων ἄνδρα ἀγαθὸν καὶ ἐπιεικῆ κατέστησε τούτοις διακονεῖν, παιδεύων πάντας μὴ τῷ ἰδίῳ ἕπεσθαι θελήματι μηδὲ τοῦ πλείονος ἐφίεσθαι. Ὥρα δὲ ἤδη καὶ πρὸς τὰ ἑξῆς μεταβῆναι τὸν λόγον.