Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Παχώμιος ὁ Μέγας – Βίος τοῦ ἁγίου Παχωμίου

Παχώμιος ὁ Μέγας

Οράματα για το μέλλον της μονής και η μετάνοια του μοναχού Σιλουανού

Η προφητική ενατένιση των μελλοντικών δοκιμασιών της αδελφότητας, η αποστολή του Θεοδώρου και η βαθιά μετάνοια του εκπεσόντος Σιλουανού.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Παχώμιος ὁ Μέγας

—

Κεφάλαιο 8 από 11

Ἀλλ’ ὁ λόγος καὶ πρὸς τὰ λοιπὰ τοῦ τρισμάκαρος ὁρμᾶν ἐπείγεται. Συνέβη ποτὲ μετὰ τῶν ἀδελφῶν ἀπιέναι τὸν μέγαν ἐπὶ συλλογὴν τῶν θρύων. Καὶ δὴ διαπονουμένου αὐτοῦ, γίνεται ὡς ἐν ἐκστάσει καὶ ὁρᾷ τινας τῶν ἀδελφῶν ἐπ’ ἀνθράκων διερχομένους καὶ τούτων τοὺς μὲν τὴν τούτων καῦσιν μὴ ὑποφέροντας, τοὺς δὲ ἀβλαβεῖς διατηρουμένους, ἄλλους γυμνῷ τῷ ποδὶ ἐπὶ τριβόλων καὶ ἀκανθῶν ἱσταμένους καὶ διαδρᾶναι μὴ ἰσχύοντας, ἑτέρους ἐπὶ κρημνοῦ ἑστῶτας καὶ ὅσον οὔπω κατ’ αὐτοῦ φέρεσθαι προσδοκωμένους, ἄλλους ἐπὶ πεδίου ἑστῶτας καὶ ὑπὸ ποταμοῦ πλήρης κροκοδείλων περιστοιχιζομένους καὶ περαιοῦσθαι μὴ δυναμένους διὰ τὴν τῶν θηρίων λώβην. Εἰς ἑαυτὸν οὖν ἐλθὼν ἔστενε δακρύων· τὴν δὲ αἰτίαν τῆς ἀνίας πυθομένων τῶν ἀδελφῶν· «Δι’ ὑμᾶς, ἔφη, ὦ τέκνα, καὶ τὴν ὑμῶν κυβέρνησιν ἀπολοφύρομαι, ὅτι οὐδεὶς ἔσται (ὡς ὑπεδείχθη μοι) μετὰ τὴν ἐμὴν ἀνάλυσιν ὁ δυνάμενος ἀπὸ τῶν ἐπερχομένων ὑμῖν πολλῶν θλίψεων ὀδυνωμένους παραμυθεῖσθαι ὑμᾶς καὶ πρὸς τὸ βέλτιον χειραγωγῆσαι.» Οὕτως ἔφη· καὶ ἐπανιόντων ἡμῶν πρὸς τὴν μονήν, μετακαλεῖται ὁ μέγας τὸν Θεόδωρον ἐπὶ πάντων καί φησι· «Βούλομαί σε, ὦ τέκνον, ἐν τῇ μονῇ τῇ ἐν Ταβεννήσει γενέσθαι καὶ ταύτης τὴν προστασίαν ἐγχειρισθῆναι.» Τοῦ δὲ μὴ ἀνεχομένου μηδὲ πρὸς βραχὺ τοῦ πατρὸς διαζευχθῆναι, ἔστη σκυθρωπάζων καὶ ἑαυτὸν ἀποκλαιόμενος.

Τοῦτον ὁ μέγας οὕτως ἔχοντα θεασάμενος· «Ἔοικάς μοι, ἔφη, Θεόδωρε, μὴ καθαρῶς τὴν ὑποταγὴν μετιέναι μηδὲ τὴν τοῦ πλησίον σωτηρίαν ἐπισπεύδειν, ἣ μείζων πασῶν ἔστι τῶν ἐντολῶν. Εἰ δὲ καὶ τὴν ἀφ’ ἡμῶν διάστασιν βαρέως φέρεις, ἐγώ σοι συχνῶς παραβάλλειν οὐκ ὀκνήσω οὐδὲ τὰ δέοντα προσομιλεῖν καὶ ὑποτιθέναι.» Τούτων ἀκούσας ὁ Θεόδωρος εἶξε καὶ ἄκων. Καὶ πρὸς τὴν μονὴν παραγενόμενος, πολλὰς τῷ θεῷ προσῆξε ψυχὰς ταῖς ἀγαθαῖς αὐτοῦ παραινέσεσι καὶ διδασκαλίαις.

Ἦν γὰρ καὶ ἔργῳ καὶ λόγῳ τῷ πατρὶ παρόμοιος. Μετὰ δὲ ταῦτα κατὰ τὸ εἰωθὸς προσκαλεῖται ὁ μέγας τὸν ἐπὶ τῆς πύλης ἑστῶτα καὶ διαπυνθάνεται εἴ εἰσί τινες τῶν ἀποτάξασθαι βουλομένων· οὐ γὰρ διελάνθανέ τι τοὺς διορατικοὺς ἐκείνου ὀφθαλμούς. Ὁ δὲ εἶναι μὲν δύο ἔλεγεν, ἕνα μὲν πεπαλαιωμένον τῷ χρόνῳ, ἕτερον δὲ ἀπὸ μίμων νέον τῇ ἡλικίᾳ, τῇ κλήσει Σιλβανόν.

Τούτους εἰσαγαγεῖν ὁ μέγας διακελευσάμενος διηρώτα τίνες τε εἶεν καὶ ὅθεν ἥκοιεν. Ὁ οὖν πρεσβύτερος ῥίπτει ἑαυτὸν παρὰ τοὺς πόδας τοῦ μεγάλου ἐξομολογούμενος καὶ λέγων· «Σύγγνωθί μοι, πατέρων ἄριστε, κακῶς λογισαμένῳ περὶ σοῦ.

Τὴν γὰρ χθὲς ἡμέραν πρὸς ἑσπέραν εἶδόν τινας τῶν μοναχῶν εἰς τὸ φρέαρ κατιόντας καὶ ἀγανακτήσας εἶπον καθ’ ἑαυτόν· Ὄντως ὁ ἄνθρωπος οὗτος οὐκ ἀγαθός ἐστιν, ὅτι ἐν τοιαύτῃ ὥρᾳ κατιέναι παρὰ τὸ φρέαρ τοὺς ἀδελφοὺς διακελεύεται. Καὶ ταῦτα διαλογιζομένου μου, ὁρῶ κατ’ ὄναρ ἄνδρα τινὰ λαμπροφαῆ μέσον τούτων ἑστῶτα (κἀγὼ συμπαρήμην ἐκεῖσε) καὶ λέγοντα πρὸς αὐτούς· Λάβετε στέφανον ὑπακοῆς· πρὸς ἐμὲ δὲ στραφείς· Λάβε καὶ σὺ πνεῦμα ἀπιστίας. Δέομαι τοιγαροῦν· Εὖξαι ὑπὲρ ἐμοῦ, ἵνα ἀφεθῇ μοι τὸ ἁμάρτημα.» Ὁ δὲ μέγας ἐπευξάμενος τοῦτον καὶ κατηχήσας τῇ ἐν Χριστῷ ἀδελφότητι συναριθμεῖ.

Πρὸς δὲ τὸν Σιλβανὸν βλέψας· «Ἴδε, ἔφη, ἀδελφέ, ὁποῖος κόπος ἐστὶ τοῖς μοναχοῖς· καὶ χρεία νηφούσης ψυχῆς καὶ διεγηγερμένης εἰς τὸ δυνηθῆναι ἀντιστῆναι πρὸς τὰς τοῦ ἀντικειμένου μεθοδείας, μάλιστα τῆς μακρᾶς συνηθείας ἐπὶ τὰς πράξεις ἑλκούσης καὶ μὴ ἐώσης ἠρεμεῖν τὸν ἐντὸς ἄνθρωπον.» Τοῦ δὲ πάντα φυλάττειν συνταξαμένου, ἀποκείρει καὶ τοῦτον ὁ μέγας καὶ τῇ τῶν μοναχῶν συντάττει ὁμηγύρει. Ἐπεὶ δὲ καλῶς καὶ θεαρέστως ἐβίω, ὁ τοῖς ἀγαθοῖς βασκαίνων πονηρὸς δαίμων, μὴ ἔχων ἠρεμεῖν μηδὲ ὑπὸ τοιούτου ἀνεχόμενος ἡττᾶσθαι, ἐπέθετο κραταιῶς ὑποσαίνων αὐτὸν εἰς τὰς τοῦ κόσμου ἡδονὰς καὶ τὰς συνήθεις ἐργασίας. Κατακυριευθεὶς οὖν ὑπ’ αὐτῶν ἤρξατο ἀμελεῖν τῆς ἑαυτοῦ σωτηρίας· εἶτα κατὰ μικρὸν ταῖς ἐξ ἔθους εὐτραπελίαις καὶ τοῖς ἀσέμνοις τοῦ κόσμου ᾄσμασιν ἐπᾴδειν μεταξὺ τῶν ἀδελφῶν μὴ αἰσχυνόμενος, πρὸς γέλωτα ἐκίνει τοὺς νέους καὶ τὰς φαύλας ἐνθυμήσεις. Τοῦτο ὁ μέγας αἰσθόμενος παρῄνει παύσασθαι τῶν μωρολογιῶν καὶ τῶν αἰσχρῶν ῥημάτων. Ὁ δέ, ἐμπαιζόμενος ὑπὸ τοῦ δαίμονος, ἀσύνετος ἦν καὶ ἀνήκοος, ὡς πολλάκις εἰς ὀργὴν κινηθέντα τὸν μέγαν πληγὰς αὐτῷ ἐπιθεῖναι καὶ ἐξεῶσαι τῆς μονῆς. Ἀπογνοὺς οὖν ἐκ πάντων ὁ μέγας μετακαλεῖται τοῦτον καὶ ἀποδυθῆναι τὸ τῶν μοναχῶν σχῆμα ἐπὶ πάντων κελεύει, ἐπενδυθῆναι δὲ τὰ ἑαυτοῦ καὶ ἐκβληθῆναι τῆς μονῆς.

Ἐπὶ ἑπτὰ οὖν ἡμέρας τῇ τῆς μονῆς πύλῃ προσκαρτεροῦντος ἐκείνου καὶ μετανοοῦντος ἐπὶ τοῖς πραχθεῖσι, ἐξιόντι τῷ μεγάλῳ διά τινα χρείαν ἐπιλαμβάνεται τῶν τούτου ποδῶν· «Σύγγνωθί μοι, λέγων, τίμιε πάτερ, ἐφ’ οἷς οὐ μόνον ἑαυτὸν ἀλλὰ καὶ ἑτέρους πρὸς βυθὸν ἀπωλείας συνώθησα. Καὶ πιστεύω τῷ πάντα δυναμένῳ θεῷ μηκέτι τοῖς αὐτοῖς περιπεσεῖν μηδὲ τὰς σὰς ἐντολὰς ἐν δευτέρῳ θέσθαι.» Ὁ οὖν θεῖος Παχώμιος· «Οὐκ οἶσθα, ἄθλιε, ἔφη, ὁπόσα σοι παρῄνουν πλημμελοῦντι καὶ παρακουόμενος ἀνειχόμην, ἀναμένων τὴν σὴν ὄντως ἐπιστροφὴν καὶ μετάνοιαν; Πολλάκις δὲ καὶ ἐπέπληξα καὶ χεῖρας ἐπέβαλον, εἴ πως κἂν οὕτως δυνηθείην διορθώσασθαί σου τὴν ἀπήνειαν. Εἰ οὖν μετὰ τοσαύτας παραινέσεις καὶ ἐπιπλήξεις βελτιῶσαί σε οὐδαμῶς ἴσχυσα, πῶς εἰσάξας συναγελάζεσθαί σε τῇ θείᾳ ταύτῃ ποίμνῃ ἐάσω, δεδοικὼς μὴ καὶ τὰ λοιπὰ τῆς ψυχοφθόρου ταύτης μεταδῷς λύμης;» Τοιαῦτα τοῦ πατρὸς πρὸς αὐτὸν εἰρηκότος, ἐκεῖνος καὶ ἔτι τοῖς τῆς μεταμελείας κέντροις βαλλόμενος ἐδεῖτο θερμῶς, ἑαυτὸν τοῦ λοιποῦ διορθώσασθαι ἐγγυώμενος. Πετρώνιος δέ τις θεῖος ἀνήρ, οἰκτείρας τοῦτον, μεσίτης τὰ πρὸς τὸν μέγαν γίνεται.

Καὶ τοῦτον ἀναδεξάμενος παρ’ αὐτοῦ ἐπὶ τοσοῦτον ἐταπείνωσεν ὥστε ὑπογραμμὸν θέσθαι τοῖς πολλοῖς κατὰ πᾶν εἶδος ἀσκήσεως, ἐξαιρέτως δὲ ἐν τοῖς τῆς μετανοίας δάκρυσιν, ὡς καὶ ἐν τῷ ἐσθίειν μὴ ἐπισχεῖν αὐτὰ δύνασθαι, τὸ δαυϊτικὸν πληρῶν λόγιον τὸ «Καὶ τὸ πόμα μου μετὰ κλαυθμοῦ ἐκίρνων.» Πολλάκις παρὰ τοῦ θείου ἀνδρὸς ἐκείνου παρακαλούμενος παύσασθαι τοῦ πολλοῦ θρήνου ἐκείνου ἔλεγε μὴ ἰσχύειν κατέχειν αὐτά· «Ἀλλὰ πῶς ἂν καὶ παυσαίμην θρηνῶν, ὦ πάτερ, πάντα μου τὸν βίον ἐν ἀσωτίᾳ κακῶς δαπανήσαντος καὶ ἀμελείᾳ; Δέδοικα δὲ μὴ καὶ μέσον ὑμῶν ὡς Ἀβηρὼν ἢ Δαθὰν καταποθῶ ἢ ὡς Κορὲ ὑπὸ πυρὸς καταναλωθῶ, χεῖρας ἐμοῦ τὰς βεβήλους πρὸς θεὸν αἴρειν τετολμηκότος.» Ἐν τοιαύτῃ οὖν ἀπορρήτῳ συντριβῇ μετανοοῦντος τοῦ Σιλβανοῦ καὶ τὴν ψυχὴν διορθουμένου, ὁ μέγας τῆς τοιαύτης ὠφελείας καὶ ἑτέρους μεταδοῦναι βουληθείς· «Ἰδού, ἀδελφοί, ἔφη, πάντες ὑμεῖς, τὸν ἐχθρὸν ὡς στρουθίον δήσαντες, καταπατεῖσθαι ὑπὸ τῶν ποδῶν ὑμῶν πεποιήκατε· ἀλλ’ εἴ τις καὶ μικρὸν τῆς ἀσκήσεως ὀλιγωρήσει, φεύξεται ἀπ’ αὐτοῦ καὶ μειζόνως κατ’ αὐτοῦ στρατεύσει.

Ὁ δὲ κομιδὴ νέος οὗτος τῇ ἀσκήσει Σιλβανὸς διαναστὰς παντελῶς αὐτὸν ἐχειρώσατο, ὡς μὴ δύνασθαι παρ’ αὐτῷ ἰσχύειν ἔτι τῇ ὑπερβολῇ τῆς αὐτοῦ ταπεινώσεως καὶ κατανύξεως. Καὶ εἰ μὲν ἀπὸ κενοδοξίας ἁλίσκεσθαι τοῦτον ᾔδειν, οὐκ ἂν ἐδήλωσα ὑμῖν τοῦτο· ἀλλ’ ἐπεὶ τῇ χάριτι τοῦ Χριστοῦ τετείχισται ὁ τοιοῦτος τῷ θείῳ φόβῳ, διὰ τοῦτο ἐπὶ πάντων ὑμῶν ἀνωμολόγησα ταῦτα.

Ἀλλὰ καὶ ἔτι ἐρῶ· ὑμεῖς μὲν ὡς ἔργα ἔχοντες δικαιοσύνης ἴσως θαρρεῖτε· οὗτος δέ, ἀδόκιμον καὶ ἀχρεῖον λογιζόμενος ἑαυτὸν καὶ μηδὲν τῶν παρ’ αὐτοῦ κατωρθωμένων πρὸς θεὸν ἀνατρέχειν οἰόμενος, τελέως αὐτὸν ἐξενεύρωσε καὶ κατῄσχυνε. Καὶ γὰρ οὐδὲν οὕτως εἴωθε τὸν πονηρὸν καταβάλλειν ὡς ἡ ταπεινοφροσύνη καὶ τὸ δάκρυον.» Ἐν ὅλοις οὖν ὀκτὼ ἔτεσι πρὸς τοῖς εἴκοσι ὁ Σιλβανὸς καλῶς ἀγωνισάμενος τελευτᾷ τὸν βίον, τὴν μὲν ψυχὴν χερσὶν ἀγγέλων παραθέμενος, τὸ δὲ σῶμα τῇ τῶν συνασκουμένων ἀδελφῶν ὁμηγύρει. Καὶ τὰ μὲν περὶ τούτου τοιαῦτα καὶ οὕτως ἔχοντα.