Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Παχώμιος ὁ Μέγας – Βίος τοῦ ἁγίου Παχωμίου

Παχώμιος ὁ Μέγας

Ποιμαντική μέριμνα, νουθεσίες και θεραπεία των παθών των αδελφών

Οδοιπορίες προς τα ασκητήρια, παιδαγωγικές παρεμβάσεις για την εκκοπή του ιδίου θελήματος και η πνευματική αντιμετώπιση της ακηδίας και της ανυπακοής.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Παχώμιος ὁ Μέγας

—

Κεφάλαιο 7 από 11

Ποτὲ τοῦ μεγάλου πρὸς ἐπίσκεψιν καὶ τῶν λοιπῶν φροντιστηρίων κατὰ τὸ εἰωθὸς ἐξιόντος, συνείποντο αὐτῷ καί τινες τῶν ἀδελφῶν. Ἤδη δὲ πρὸς δυσμὰς τοῦ ἡλίου κλίναντος ἔμειναν μεταξύ. Διηρώτα δὲ τούτοις ὁ Παχώμιος· «Πῶς ἄρα καὶ χρὴ ποιῆσαι τὰς συνήθεις εὐχάς; Δύο γὰρ παρὰ τοῦ θείου Παλάμωνος προσευχῆς ὅρους παρελάβομεν· ἀπὸ ἑσπέρας μέχρι μεσονυκτίου ἢ ἀπὸ τούτου ἕως πρωΐας.» Τούτων δὲ τὸ δεύτερον αἱρετισαμένων, ἀπέλυσε τούτους διαναπαύσασθαι. Ὁ δὲ γέρων μικρὸν ἑαυτὸν προσανακλίνας ἔστη εἰς προσευχήν. Τῆς δὲ νυκτὸς ἤδη ληγούσης, ἐκεῖνοι ἔτι ὑπὸ τοῦ ὕπνου κατεχόμενοι ἔκειντο ἐπὶ τὸ αὐτό. Τετάρτῃ δὲ φυλακῇ τῆς νυκτὸς διαναστάντες βλέπουσι τὸν μέγαν προσευχόμενον καὶ νήφοντα καὶ πρὸς τὸ τέλος τῆς εὐχῆς ἥκοντα· τούτους, ὥσπερ εἰκὸς ἦν, δέος εἰσῄει καὶ μετάμελος, καὶ συγγνώμην ᾐτοῦντο.

Ὡς δὲ καὶ τέλος αὐτῷ εἶχεν ἡ εὐχή, ἐπευξάμενος τούτους ἀπέλυσεν. Ὡς οὖν πλησίον ἐγένοντο, Κορνήλιος ὁ τὴν τῆς μονῆς οἰκονομίαν ἐμπεπιστευμένος, εἰς ἀπάντησιν τοῦ μεγάλου ἐξιών, διηρώτα τούτοις τὰ περὶ τὴν ὁδόν. Ὡς δὲ διὰ θαύματος τὰ τοῦ μεγάλου ἐξηγοῦντο, τὴν ὑπομονήν, τὴν καρτερίαν, τὴν ἀνένδοτον στάσιν, τὴν αὐτῶν περὶ τὴν εὐχὴν ῥαθυμίαν, ὁ Κορνήλιος, ὥσπερ μυκτηρίζων αὐτούς· «Καὶ ὅλως ἠνέσχεσθε, ἔφη, ἄτονον γέροντα ὑπερνικῆσαι ὑμῶν τὴν νεότητα; Ὄντως ἀσθενεῖς ἐστε καὶ ἀπρόθυμοι.» Τούτων οὕτως διομιλούντων προσσχὼν ὁ μέγας, τῇ ἑξῆς μετακαλεῖται τὸν Κορνήλιον καί φησιν· «Ἐπειδή, ἀδελφέ, τὴν χθὲς ῥαθυμία μέ τις κατασχοῦσα τῆς εὐχῆς ἀπεστέρησεν, εἰ βούλει, ἀποτίσωμεν σήμερον κυρίῳ τὰς εὐχάς. Γέγραπται γάρ·

Εὔξασθε καὶ ἀπόδοτε κυρίῳ τῷ θεῷ ἡμῶν.» Τοῦ δὲ συνθεμένου, ἔστησαν ἀπὸ ἑσπέρας προσευχόμενοι ἄχρι τῆς τοῦ ὄρθρου συνάξεως. Εἶτα παραλαβὼν αὐτὸν ἀπῄει εἰς τὴν ἐκκλησίαν. Μετὰ δὲ τὴν συμπλήρωσιν τῆς ἑωθινῆς δοξολογίας, ὁ Κορνήλιος ὥσπερ ἐξατονήσας προσανεκλίνετο. Ὁ δὲ μέγας τοῦτον θεασάμενος· «Τί ἔστι τοῦτο, Κορνήλιε; ἔφη. Οὕτως ὀλίγωρος εἶ περὶ τὰς εὐχάς, ὅτι ἴσα καὶ σαθρῶν γερόντων τὴν καρτερίαν ἐπιδείξασθαι οὐκ ἀνέχῃ;» Τότε τοίνυν ὁ Κορνήλιος, εἰδὼς ὅτι οὐ διέλαθεν, συγγνώμην ᾐτεῖτο· παιδεύων διὰ τούτου τὸν Κορνήλιον συμπάσχειν τοῖς ἀσθενεστέροις τῶν ἀδελφῶν. Καὶ ταῦτα μὲν περὶ Κορνηλίου.

Ἐπεὶ δὲ καὶ Παφνούτιος ὁ τοῦ Θεοδώρου αὐτάδελφος πρὸς τὸ ἀποτάξασθαι καὶ αὐτὸς τὰ ἐκεῖσε κατέλαβεν, ἐδέετο θερμῶς τὸν ἀδελφὸν θεάσασθαι καὶ τῆς παρ’ αὐτοῦ ὁμιλίας καθαπολαῦσαι. Τοῦ δὲ παρὰ γνώμην τοῦ πατρὸς τοῦτο διαπράξασθαι μὴ ἀνεχομένου, ἐπισκήπτει τὰ περὶ αὐτοῦ τῷ μεγάλῳ· καὶ προτραπεὶς παρ’ αὐτοῦ ἔξεισι πρὸς αὐτόν· καὶ ἀσπασμοῦ μεταδοὺς διεπυνθάνετο τὸν τῆς ἀφίξεως τρόπον. Ὁ δέ· «Ἐμοὶ μέν, ἔφη, ἐξαίρετον, σοῦ τοῦ φιλτάτου καθαπολαῦσαι, εἶτα καὶ ψυχὴν ἀποκαθᾶραι διὰ τῆς ἐμμελοῦς ταύτης ἀσκήσεως.» Ἥσθη οὖν ἐπὶ τούτῳ τὴν ψυχὴν ὁ Θεόδωρος· καὶ παραυτίκα εἰσάγει αὐτὸν πρὸς τὸν μέγαν· κἀκεῖνος πλεῖστα τοῦτον κατηχήσας καὶ διδάξας ἀποκείρει καὶ τὰ τῶν μοναχῶν ἐπενδύει ἐπισκήψας τῷ Θεοδώρῳ ἐπιμελεῖσθαι τοῦ ἀδελφοῦ. Ἔλεγεν γάρ· «Ὥσπερ δένδρον νεοπαγὲς πολλῆς δεῖται τῆς ἀρδείας καὶ τῆς συνεχοῦς ἐπιμελείας ἕως οὗ ῥιζωθῇ, οὕτως καὶ οἱ ἐν ἀρχαῖς ἀποτασσόμενοι πολλῆς δέονται τῆς ἐπικουρίας καὶ τῆς παρακλήσεως, ἕως εἰς ἕξιν αὐτοῖς τὰ ἐπίπονα τῆς ἀσκήσεως καταστῇ. Ἕξις γὰρ τῷ χρόνῳ βεβαιωθεῖσα εὐχερῶς ὡς ἐπίπαν τοὺς τῆς ἀρετῆς ἀγῶνας διανύειν πέφυκεν.» Καὶ ταῦτα μὲν περὶ Παφνουτίου.

Ἐπεὶ δὲ τῶν ἀδελφῶν τις ἀδιαφορῶν συχνῶς παρὰ τοῦ πατρὸς ἠλέγχετο, λύπῃ συνεχόμενος πρὸς φυγὴν ἔβλεψεν. Τοῦτο ὁ θεῖος Θεόδωρος αἰσθόμενος καὶ τὸν ἀδελφὸν ὥσπερ ἀνακτήσασθαι βουλόμενος προσεποιήσατο καὶ αὐτὸς κατὰ τοῦ πατρὸς βαρέως φέρειν· καὶ δὴ ἐν μιᾷ προσελθὼν αὐτῷ· «Ἵνα τί, ἔφη, ἀδελφέ, μάτην τὰς ἑαυτῶν καταναλίσκομεν ἡμέρας ἀσχάλλοντες ἐπὶ τῇ τοῦ γέροντος τούτου ἀποτομίᾳ καὶ ταῖς βαρείαις αὐτοῦ ἐπιπλήξεσιν;

Ἀλλὰ δεῦρο καὶ μεταβῶμεν τῶν ἐντεῦθεν· ἐν τῷ γὰρ παντὶ ὁ κύριός ἐστιν.» Τούτου ἐκεῖνος ὡς ἤκουσεν περιχαρὴς γενόμενος· «Εἰ ἀληθῶς, πάτερ, ἔφη, καὶ σοὶ τοῦτο κατὰ νοῦν στρέφεται, γενώμεθα ἅμα πρὸς ἕτερον δηλαδὴ τόπον, μηδεμίαν ὠφέλειαν ἀπό γε τοῦ νῦν ἐξ αὐτοῦ καρποῦσθαι μέλλοντες.» Ὁ δὲ Θεόδωρος· «Ἐπίσχωμεν, ἔφη, μικρὸν ἑαυτούς, ἀδελφέ· καὶ εἰ μὲν χρηστὸς καὶ ἐπιεικὴς τὰ πρὸς ἡμᾶς μεταβαλὼν γένηται, μενοῦμεν ἐν ᾧ καὶ ἐκλήθημεν τόπῳ· εἰ δὲ μή, κοινῇ γνώμῃ τὴν ἀναχώρησιν ἐπισπεύσωμεν.» Πείθεται τῇ ἐπισκήνῳ ταύτῃ συμβουλῇ ὁ μοναχός. Ὁ δὲ Θεόδωρος πάντα καταμηνύει τῷ πατρί. Τῇ ἐπιούσῃ δὲ νυκτὶ ἐν τῷ αὐτῷ κοινολογουμένων, ἐφίσταται ἀψοφητὶ ὁ μέγας, ὀνειδίζει πράως τὴν ἐνδομυχοῦσαν αὐτῶν λαθραίαν ὑποχώρησιν, μεταφέρει τὴν αἰτίαν εἰς ἑαυτόν· «Συγχωρήσατέ μοι, λέγων, ἀδελφοί· ἐγὼ γάρ εἰμι ὁ τῆς τοιαύτης ὑμῶν κακοβουλίας αἴτιος. Ἀλλ’ εἰ μὲν φιλοθέως πρὸς ἄσκησιν ἑαυτοὺς ἐξεδώκατε, ὀφείλετε γενναίως φέρειν τὰ παρὰ τοῦ πατρὸς ὑμῶν ἐπαγόμενα ὀνείδη καὶ τὰς ἐπιπλήξεις.

Διὰ γὰρ τούτων πᾶς μολυσμὸς ψυχῆς ἀποκαθαίρεται καὶ ὁ τῆς μαρτυρίας στέφανος πλέκεται. Ἀλλὰ καὶ ὁ θεῖος ἡμῖν παρακελεύεται Παῦλος λέγων· Ἐπίστηθι εὐκαίρως ἀκαίρως, ἐπίπληξον, παρακάλεσον, ἵνα τὸ ἀλαζονικὸν τοῦ φρονήματος καὶ τετυφωμένον διὰ τῶν τοιούτων καταποθῇ, μάλιστά γε τῶν νέων καὶ ἁπαλῶν τὴν διάνοιαν.» Ἐπὶ τούτοις σφόδρα τὴν ψυχὴν ἐκεῖνος κατανυγεὶς ἐδέετο συγγνώμης· καὶ ὃ κατὰ νοῦν ἔστρεφε στηλιτεύσας ἔμεινεν ἕως τῆς αὐτοῦ τελευτῆς ἐκεῖσε ὑπομένων πᾶσαν κάκωσιν καὶ στενοχωρίαν.

Ἄξιον δὲ μηδὲ τοῦτο παραδραμεῖν. Ἦν τις ἀδελφὸς ἐν τῷ κοινοβίῳ ἀεὶ τῷ ἰδίῳ ἐν πᾶσι στοιχῶν θελήματι. Ὃν ὁρῶν ὁ μέγας χλευαζόμενον ὑπὸ τοῦ πονηροῦ παρῄνει λέγων· «Παῦσαι, ἀδελφέ, χλευαζόμενος καὶ μάθε ἀπὸ τῆς τοῦ κυρίου φωνῆς ὅσην ἔχει τὴν ἀντιμισθίαν ἡ ἐκκοπὴ τοῦ θελήματος. Καὶ γὰρ διαρρήδην βοᾷ λέγων·

Οὐκ ἦλθον ἵνα ποιῶ τὸ θέλημα τὸ ἐμόν, ἀλλὰ τοῦ πέμψαντός με πατρός. Ἄτοπον μεταξὺ πάσης τῆς ἀδελφότητος συνάμα στρεφόμενόν σε παραλύειν τὸν τῆς μονῆς κανόνα, φανερὰν οὕτω καὶ ἐκκήρυκτον ἐπιδεικνύμενος πολιτείαν, δυνατοῦ σου ὄντος συνέρχεσθαι τούτοις καὶ συνίστασθαι, καὶ παρὰ μικρὸν μὲν τῆς τροφῆς κοινωνεῖν, τῶν συνάξεων δὲ συμμετέχειν ἀνολιγώρως. Ὁ δὲ νοῦς ἀεικίνητος ὢν ὀφείλει διὰ παντὸς ἐν πᾶσι τοῖς τῶν χειρῶν ἔργοις ἐνδελεχίζειν θεῷ καὶ ἐντυγχάνειν αὐτῷ ἐν ἀλαλήτοις τῆς καρδίας στεναγμοῖς. Διὰ γὰρ τῆς τοιαύτης ἐργασίας ὁ τῆς οἰήσεως καὶ ἀνθρωπαρεσκείας ἐκδιώκεται δαίμων.» Ταῦτα καὶ τὰ τούτοις ὅμοια διδασκόμενος ἐκεῖνος ἐπέμενε τοῖς αὐτοῖς, μὴ ἀνεχόμενος τῆς τοῦ γέροντος συμβουλῆς ἀκοῦσαι. Ἐπεὶ δὲ ταῖς οἰκείαις ἐξακολουθῶν ὁρμαῖς κατεκυριεύθη ὑπὸ τοῦ πονηροῦ, πέμπει πρὸς αὐτὸν ὁ μέγας τὸν ἀδελφὸν Θεόδωρον ἰδεῖν ἐν τῷ κρυπτῷ τί ἆρα καὶ διαπράττεται. Ὡς οὖν προσευχόμενον τοῦτον κατέλαβεν, ἔστη ὡς ἐν παραβύστῳ· καὶ τὸν νοῦν παραστήσας ἤκουεν αὐτοῦ ἀδολεσχοῦντος καὶ ῥήματα προϊεμένου πρὸς θεὸν ἀπᾴδοντα· καὶ θαυμάσας τὴν κακότεχνον τοῦ διαβόλου πλάνην ἔλεγε πρὸς ἑαυτόν· «Ὄντως πολλῆς νήψεως δεῖται ὁ μοναχὸς εἰς τὸ ἄτρωτον διατηρῆσαι ἑαυτὸν ἀπὸ τῶν πολυπλόκων παγίδων τοῦ ἐχθροῦ.»

Εἶτα μετὰ τὴν εὐχὴν προσιὼν καὶ προσαγορεύσας ἀποκαλύπτει αὐτῷ τὴν πεπλανημένην ἐκείνην καὶ τεταραγμένην προσευχήν. Ὁ δέ, εἰς συναίσθησιν τῆς τοιαύτης πλάνης ἐλθών, ἄπεισι πρὸς τὸν μέγαν ἐξαιτούμενος ἔντευξιν ὑπὲρ αὐτοῦ πρὸς θεὸν ποιήσασθαι εἰς τὸ ἀπαλλαγῆναι τῆς τοιαύτης μανίας. Τότε ὁ μέγας ἀθροίζει πᾶσαν τὴν ἀδελφότητα καὶ εὐχὴν ὑπὲρ αὐτοῦ ποιησάμενος ἐλευθεροῖ τοῦτον τῆς τοῦ κοινοῦ ἐχθροῦ μανίας. Καὶ ἔμεινε τὸ ἀπὸ τοῦδε σωφρονῶν ὁ ἀδελφὸς εἰς πᾶν ἀρετῆς ὕψος ἐπεκτεινόμενος.

Ἕτερος δὲ πάλιν ἀδελφός, ὑπὸ τοῦ ἐχθροῦ ἐξελκόμενος καὶ δελεαζόμενος, εἰς τοσαύτην περιέπεσεν ἀκηδίαν καὶ ῥαθυμίαν τῶν ἐντολῶν ὡς μὴ ἀνέχεσθαι ἀκοῦσαι ὅλως συμβουλῆς τοῦ πατρὸς ἢ ἑτέρας ἄλλης διδασκαλίας. Τότε μετακαλεῖται ὁ μέγας τὸν οἰκονόμον καί φησι· «Ἄπελθε πρὸς τὸν δεῖνα ἀδελφὸν καὶ εἰπὲ αὐτῷ·

Ἵνα τί, ὦ οὗτος, ἐκδέδωκας ἑαυτὸν τοῖς ὀλεθρίοις λογισμοῖς, οἳ ἐπὶ τοσοῦτον κατεθορύβησάν σου τὴν ψυχὴν καὶ διετάραξαν ὡς πρὸς φυγὴν βλέψαι καὶ τὰς τοῦ κόσμου ματαιότητας; Ἴσθι τοιγαροῦν ὅτι τὸν μικρὰ ἀπονυστάξαντα ἀνάγκη μὴ ἐκπεσεῖν τῆς προθέσεως καὶ ἀποσυληθῆναι τὸν τῶν ἱδρώτων μισθόν. Διὸ τοίνυν καὶ σύ, ἐὰν μὴ κατασφαλίσῃς σεαυτὸν τῷ θείῳ φόβῳ, πᾶσάν σου τὴν ἄσκησιν προσαπώλεσας, καθὼς καὶ ὁ κύριος ἔφη· Ὁ γὰρ τὰ πάντα κατωρθωκώς, πταίσας δὲ ἐν ἑνί, πάντων ἐκείνων ἀπεβουκολίσθη[ν] ἀθλίως καὶ ὑπὸ κρίσιν ἐνάγεται καὶ εὐθύνην. Ἤκουσα γάρ ποτε τῶν πονηρῶν δαιμόνων ἐγκαυχωμένων καὶ πρὸς ἀλλήλους διαλεγόντων ὅτι· “Ὄντως ἀπεπλάνησα τὸν δεῖνα καὶ ἀπονυστάξαι πεποίηκα”, ἄλλοτε ὀλολυζόντων καὶ φασκόντων ὅτι· “Πρὸς τὸν δεῖνα γενόμενοι εὕρομεν αὐτὸν εἰς προσευχὴν ἑστῶτα· καὶ μὴ φέροντες τὴν ἐκ ταύτης καῦσιν ἀνεχωρήσαμεν ἄπρακτοι.” Διὸ χρὴ ἡμᾶς τειχίζεσθαι τῇ ἐργασίᾳ τῶν θείων ἐντολῶν· καὶ αὐτοὶ καθ’ ἡμῶν πάντως ὡς μὴ ἰσχύοντες ὡς καπνὸς ἐκφεύξονται.» Ὡς οὖν πολλὰ κατηχηθεὶς ὁ ἀδελφὸς παρὰ τοῦ οἰκονόμου ἔτι ἐπέμενε τῇ ἀπειθείᾳ, ἔξεισι τῆς μονῆς λάθρᾳ. Συχνὸν δὲ χρόνον ὑπὸ τοῦ πονηροῦ ἐμπαιζόμενος καὶ πάσχων χαλεπῶς ἔμενεν ἐν τῷ κόσμῳ μήτε θεὸν πτοούμενος μήτε ἄνθρωπον αἰσχυνόμενος, ἕως τῶν ἀδελφῶν τινες, οἶκτον αὐτοῦ λαβόμενοι, παρὰ τὸν ἅγιον ἀποφέρουσι καὶ τὴν ἰδίαν αὐτοῦ μονήν.

Ὁ δὲ μετακαλεῖται τοῦτον παραινῶν, νουθετῶν, παρακαλῶν, διδάσκων, μακροὺς περὶ ὑπομονῆς ἀποτείνων λόγους. Κἀκεῖνος, θειοτέρῳ φέγγει τὴν ψυχὴν καταυγασθείς, πάντα ἐν βραχεῖ ἀνορθοῦται· καὶ ἔμεινεν ἀσκῶν σὺν πάσῃ φυλακῇ ἕως ἐσχάτης ἀναπνοῆς.