Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Παχώμιος ὁ Μέγας – Βίος τοῦ ἁγίου Παχωμίου

Παχώμιος ὁ Μέγας

Αντιμετώπιση δαιμονικών πλανών, θαύματα και αυστηρότητα του κανόνα

Η απόκρουση δαιμόνων που εμφανίζονται ως Χριστός ή γυναίκες, το θαύμα της γλωσσομάθειας, επιτίμια σε ράθυμους μοναχούς και η υπομονή των ασθενών.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Παχώμιος ὁ Μέγας

—

Κεφάλαιο 10 από 11

Ἦν τις ἀσκητὴς καταμόνας οἰκῶν. Οὗτος, ὑπὸ ταῖς τοῦ πονηροῦ ἐπιβουλαῖς ἀπατηθείς, ἔρωτι μαρτυρίου ἡλίσκετο. Διὸ καὶ τὴν σύντροφον καταλιπὼν ἡσυχίαν τῷ μεγάλῳ παραβάλλει ἀξιῶν δέξασθαι αὐτόν. Οὗ γενομένου, μετ’ οὐ πολὺ παρεκάλει τοῦτον εὔξασθαι ὅπως ἀξιωθῇ τὸν τοῦ μαρτυρίου ἀναδέξασθαι στέφανον.

Ὁ δὲ μέγας, ἐκ πονηρᾶς συνεργείας πλανᾶσθαι τοῦτον εἰδώς· «Ἔασον, ἀδελφέ, ἔφη, τοὺς τοιούτους λογισμοὺς καὶ ὑπόμεινον γενναίως τοὺς τῆς ἀσκήσεως ἱδρῶτας· καὶ οὐ μακρὰν ἀφέξῃ τῆς τῶν μαρτύρων κοινωνίας.» Ἐκείνου δὲ ἐπιμένοντος τῇ τοιαύτῃ ἐπιθυμίᾳ, ὁ γέρων παρεκάλει αὐτὸν λέγων· «Ἀσφάλισον σεαυτόν, ἀδελφέ, μήπως, ληφθεὶς εἰς τὸ μαρτυρῆσαι, εὑρεθῇς ἀρνητὴς τῆς ὁμολογίας.» Μετὰ οὖν χρόνον τινά, τῶν ἀδελφῶν εἰς συλλογὴν τῶν θρύων εἰς μίαν τῶν ἐρήμων ἀπιόντων, ἐν τῷ χρονίζειν αὐτοὺς ἐκεῖσε, πέμπει αὐτὸν ὁ τὴν οἰκονομίαν ἐμπεπιστευμένος ἀποκομίσαι τὰ πρὸς τὴν χρείαν τοῖς ἀδελφοῖς μετὰ τῆς ὄνου. Ἦσαν δὲ πλησίον ἐκεῖ βάρβαροι οἱ λεγόμενοι Βλεμμυῖαι. Τούτων τινὲς ὑδρεύσασθαι παραγενόμενοι συναντῶσι τὸν μοναχὸν μετὰ τῆς ὄνου· καὶ τοῦτον τὼ χεῖρε ὀπίσω δήσαντες ἄγουσι μετὰ τῶν χρειῶν πρὸς τοὺς ἑτέρους· οἵ, ἐπεὶ θύοντες ἦσαν τῷ ἑαυτῶν δαίμονι, λύσαντες τὸν μοναχὸν ἠνάγκαζον καὶ αὐτὸν σπείσασθαι ἐκ τῶν ἀλισγημάτων αὐτῶν. Τοῦ δὲ ἀπαναινομένου, εἷλκον αὐτὸν μετὰ θυμοῦ· εἶτα καὶ ξίφη γυμνώσαντες κατασφάττειν ἠπείλουν, εἰ μὴ ἀπογεύσηται τούτων. Μετὰ δὲ πολλὴν πεῖραν παίειν τοῦτον ἐπεχείρουν. Ἐκεῖνος, τὸ μανικὸν καὶ ἄγριον τῶν βαρβάρων κατορρωδήσας, λαβὼν φεῦ οἶνον ἐπέχεε τοῖς θύμασι· καὶ τούτων ἀπογευσάμενος ἀπελύθη.

Ἐπάνεισι δὲ τοῖς τῆς μεταμελείας κέντροις βαλλόμενος· καὶ διαρρήξας αὐτοῦ τὰ ἱμάτια καὶ τὰς παρειὰς καταξαίνων· «Οἴμοι, ἔλεγε, τῷ ἀθλίῳ· εἰς οἷον πτῶμα κατηνέχθην; ποίων ὀδυρμῶν οὐκ ἄξιος ἐγώ, ποίων οὐ θρήνων, ἅρπαγμα τῷ ἀλλοτρίῳ γενόμενος; Τὸ λοιπὸν ποία μοι ἐλπὶς ὡς μηδὲ τῆς τῶν δαιμόνων ἀποσχόντι θυσίας;» Ἔπειτα πρόσεισι τῷ ἁγίῳ· καὶ τοῖς αὐτοῦ ποσὶ κυλινδούμενος πικρῶς ὠλοφύρετο καὶ πᾶν εἴ τι ἄλλο εἰς οἶκτον ἑλκύσαι ψυχὴν δυνάμενον ἐπιδεικνύμενος· εἶτα ἐξαγγέλλει τὴν συμφοράν, τὴν παρ’ αὐτοῦ συμμαχίαν ἐπιζητεῖ.

Ὁ δέ, ἀναστήσας τοῦτον, δέχεται τὴν ἐξομολόγησιν, ἐπιπλήττει σφοδρῶς· «Ὢ πόσων ἀγαθῶν, λέγων, ἄθλιε, σεαυτὸν ἀπεστέρησας; Ὢ ποῖός σοι στέφανος μαρτυρίας ἐνεπλέκετο; Σὺ δὲ ἀπερρίψω τοῦτον ἀπὸ σοῦ διὰ πρόσκαιρον δειλίαν. Ἀλλὰ στῆθι γενναίως· εἰ γὰρ καὶ σεαυτὸν ἠλλοτρίωσας τοῦ φιλανθρώπου θεοῦ, ἀλλ’ αὐτός, ὡς οἰκτίρμων καὶ εὔσπλαγχνος καὶ μὴ βουλόμενος τὸν θάνατον τοῦ ἁμαρτωλοῦ, παρέξει σοι τὴν συγχώρησιν· μόνον μὴ ἀποκάμῃς.

Ὥσπερ γὰρ δένδρον κοπτόμενον, ἐὰν μὴ ἐκριζωθῇ ταχέως, πάλιν ἀναθάλλει, οὕτως καὶ ψυχὴ πάθεσι κάτοχος γεγονυῖα, εἰ μὴ ἀπογνῷ ἑαυτήν, διὰ μετανοίας καὶ ἐξομολογήσεως εἰς τὴν προτέραν καὶ αὖθις ἀνασῴζεται εὐκληρίαν. Τοιγαροῦν πορευθεὶς κλεῖσον σεαυτὸν ἐν ἡσύχῳ καὶ ἀναχωρητικῷ κελλίῳ, ἀνομίλητος τὸ παράπαν διάγων, ἐσθίων τὸν ἄρτον σου καὶ τὸ ἅλας κατὰ δύο ἡμέρας, ὁμοίως καὶ τὸ ὕδωρ, ἀγρυπνῶν καὶ εὐχόμενος τὸ ἥμισυ τῆς νυκτός· καὶ κύριος ὁ θεὸς συγγνώσεταί σου τὸ ἀνόμημα.» Ὁ μὲν οὖν ἔδρα ὡς προσετέτακτο, μηδενὶ ἑτέρῳ ὁμιλήσας εἰ μὴ τὸν μέγαν καὶ τοῦτο[ν] ἅπαξ ἢ δεύτερον τοῦ ἐνιαυτοῦ πρὸς καρτερισμὸν ἑαυτοῦ. Ἐπὶ δέκα οὖν ὅλοις ἐνιαυτοῖς οὕτως φιλοπόνως μετανοήσας ἐκοιμήθη ἐν εἰρήνῃ.

Ἐπληροφόρει δὲ πάντας ὁ μέγας, εὐπρόσδεκτον γενέσθαι τὴν αὐτοῦ μετάνοιαν. Ποτὲ θελήσαντος τοῦ ἁγίου μετά τινων ἀδελφῶν πρὸς τὴν μονὴν γενέσθαι Ταβεννῆσιν, ἧς ἀφηγεῖτο Θεόδωρος ὁ θεῖος, ἔλαχεν ἀρτοποιεῖν ἐκεῖσε τοὺς ἀδελφούς· καὶ τῆς συνήθους εὐχῆς ὥσπερ ἐπιλαθόμενοι ὡμίλουν πρὸς ἀλλήλους. Ὅπερ δῆλον τοῖς ἔνδον τοῦ πατρὸς ὀφθαλμοῖς γεγονός, ἔστενε κατὰ τὴν ὁδόν· τῶν συμπαρόντων δὲ πυνθανομένων τὴν αἰτίαν, ἐκκαλύψαι ταύτην οὐκ ἠνείχετο. Ὡς δὲ ἤδη τῆς μονῆς ἐπέβησαν, συναγηοχὼς πάντας, «Δοκεῖτε, ἔφη, ἀδελφοί, ὅτι αἱ παρ’ ἡμῶν δοθεῖσαι ὑμῖν ἐντολαὶ καὶ νομοθεσίαι ἐξ ἀνθρώπων ὁμοπαθῶν ἡμῶν παρεδόθησαν καὶ διὰ τοῦτο καὶ καταφρονηταὶ τούτων γίνεσθε; Ἢ οἴεσθε λανθάνειν τὸν πλάσαντα κατὰ μόνας τὰς καρδίας ἡμῶν καὶ συνιέντα εἰς πάντα τὰ ἔργα ἡμῶν [εἶναι];» Τῶν δὲ τὴν αἰτίαν τῆς παραβάσεως ἀγνοούντων, ἔφη ὁ μέγας· «Ἐν πᾶσι τοίνυν ὑμῶν τοῖς ἔργοις ἐντειλαμένου μου ᾄδειν ὑμᾶς τοὺς δαυιτικοὺς ψαλμοὺς καὶ μηδένα λόγον ἀργὸν ἐξερεύγεσθαι, ἐξαιρέτως ἐν τῷ φύρειν ὑμᾶς τὸ ἄλευρον καὶ ἀρτοποιεῖν τοῦτον, ὑμεῖς τούτων ἐπιλαθόμενοι οὐκ ἀνονήτους μόνον ὁμιλίας, ἀλλὰ καὶ φαύλας διεξίετε καὶ διεφθαρμένας, πολλὴν ἐξ αὐτῶν τῇ ψυχῇ ὑμῶν καταχέοντες ζόφωσιν.

Ὄντως οὐκ οἴδατε ποίου πνεύματός ἐστε· διὰ τοῦτο ἐπωρώθη ἡ ἀσύνετος ὑμῶν καρδία.» Πρὸς ταῦτα ἐκεῖνοι, δέει τὰς καρδίας κατασεισθέντες, ἐδέοντο τυχεῖν συγγνώμης· οὓς ὁ σοφὸς ἰατρὸς τῶν ψυχῶν παραινέσας καὶ τὰ δέοντα ὑποθεὶς ἀπέλυσεν ἐν εἰρήνῃ, συγγνώμην τούτοις παρασχόμενος.

Σχολῆς οὖν ποτε γενομένης τῷ ἁγίῳ καὶ καθ’ ἑαυτὸν ἡσυχάζοντι ἐφίσταται ὁ πονηρὸς ὀφθαλμοφανῶς ἔμπροσθεν αὐτοῦ καί φησι· «Χαίροις, Παχώμιε». Τοῦ δὲ πυθομένου τίς ἆρα καὶ εἴη[ς], ἀπεκρίνατο· «Ἐγώ εἰμι ὁ Χριστὸς καὶ ἦλθον ἐπιφαῦσαί σοι.» Καὶ ὁ μέγας· «Ἡ τοῦ Χριστοῦ, φησίν, ἐπιστασία ἐλευθέρα παντὸς φόβου καὶ δειλίας ἐστίν· ἐγὼ δὲ νῦν μεστός εἰμι δειλίας καὶ ταραχῆς.» Καὶ ταχὺ ἀναστὰς καὶ ἑαυτὸν σφραγισάμενος, ἀπέστη ἀπ’ αὐτοῦ ὡσεὶ καπνὸς καὶ ἐπλήρωσε τὸν ἀέρα ἀηδίας.

Μετὰ οὖν ἡμέρας τινὰς ἐξιόντος τοῦ μεγάλου ἅμα Θεοδώρῳ εἰς τὴν ἔρημον, ὁρᾷ πόρρωθεν φαντασίαν γυναικὸς κάλλος ἐχούσης ἀμήχανον καὶ περὶ αὐτὴν πλῆθος πολύ. Καὶ διαταραχθέντες τὰς ψυχὰς ἱκέτευον γνωρισθῆναι αὐτοῖς τὰ περὶ αὐτῆς. Καὶ δὴ πλησίον αὐτῶν γενομένης, ἔφη. «Εἰς τί ἆρα καὶ κατεύχεσθαι κατ’ ἐμοῦ προείλεσθε, ὦ μοναχοί; Ὄντως οὐ δύνασθε οὐδέν· ἐξουσίαν γὰρ εἴληφα τοῦ πειράζειν ὑμᾶς.» Ὁ δὲ θεῖος Παχώμιος θαρραλέᾳ τῇ φωνῇ· «Σὺ δὲ τίς εἶ, ἔφη, καὶ ποῖ τὴν πορείαν ποιεῖ;» Ἡ δέ— ὢ τόλμης ἀναισχύντου—«Ἐγώ εἰμι, ἔφη, ἡ δύναμις ἡ μεγάλη· ἐγὼ πολλοὺς τῶν μεγάλων ὑποσκελισθῆναι καὶ κατενεχθῆναι πεποίηκα.

Ἐγὼ τοῦ χοροῦ τῶν μαθητῶν τὸν Ἰούδα ἐκπεσεῖν παρεσκεύασα. Ἐγὼ τοῦ παραδείσου τὸν πρωτόπλαστον ἐξογκισθῆναι παρέπεισα. Νυνὶ δὲ ἥκω πρὸς σὲ καταρράξαι σου τὸ ποίμνιον, ὅτι πολλοὺς ἐνίσχυσας κατ’ ἐμοῦ, οὐ μόνον ἐξ ἀνδρῶν ἀλλὰ καὶ γυναικῶν, ὥστε καταπατεῖσθαί με ὑπ’ αὐτῶν ὡς στρουθίον καὶ καταπαίζεσθαι. Ἀλλ’ οὐκ ἀποστήσομαι ἕως ἂν ἐκτρίψω ὑμᾶς.» Καὶ ὁ μέγας· «Ἡμᾶς οὖν, ἔφη, μόνους ἧκες πειράσων ἢ καὶ πάντας τοὺς μοναχούς;» Καὶ ὁ πονηρός· «Τῷ ὄντι, ἀπεκρίνατο, δέδοικα περὶ πάντων ἐφάλλεσθαι, ἐπεὶ καί τινας ἐξ ὑμῶν πειράζειν δοκῶν μειζόνων ἀμοιβῶν αἴτιος γίνομαι. Ἀλλὰ πάντως κἂν μετὰ τὴν σὴν ἀποβίωσιν εὑρὼν τούτους ἀσθενεῖς καὶ ἀτειχίστους κατισχύσω αὐτῶν ὡς ἀβοηθήτων.» Καὶ ὁ Παχώμιος· «Πόθεν σοι δῆλον τοῦτο;» «Ὅτι μέν, ἔφη, ἐπὶ παντὸς πράγματος ἡ ἀρχή, ἐπιτεταμένον τὸν πρὸς τὸ σπουδαζόμενον πόθον ἔχουσα, εὐτόνους τοὺς ἀνθρώπους ἀπεργάζεται· ἐπὰν δὲ χρόνῳ παλαιωθῇ, ἀτόνους τούτους καὶ ῥαθύμους καὶ ἀσθενεῖς ἀποδείκνυσι. Ἀλλ’ ἔγωγε οὐ παύσομαι ἐπισπείρων ἐν ὑμῖν τὰς κακομηχάνους μου προσβολάς, ἕως οὗ ἴδω ὑμᾶς γαργαλιζομένους καὶ ὑποκύπτοντας τοῖς θελήμασί μου.» Καὶ ὁ μέγας· «Ἆρα καὶ πάντας ἐξαπατᾶν δύνασαι;» Καὶ ὁ πονηρός· «Πάντας μέν, ἔφη, ὑποσκελίζειν πειρῶμαι.

Ἐπὰν δὲ εὕρω τῇ πίστει καὶ τῇ μετριοφροσύνῃ τεθωρακισμένους ὑμᾶς καὶ διὰ τοῦτο μὴ προσιεμένους μηδὲ τὴν ἐπιβουλὴν ὑποπτήσσοντας, ὡσεὶ καπνὸς διαλύομαι καὶ εἰς ἀέρα χωρῶ.» Ταῦτα τὸ πονηρὸν πνεῦμα καὶ ἆκον ὁμολογῆσαν φεύγειν ἀγεννῶς ἀπὸ προσώπου αὐτοῦ ἐπειρᾶτο. Τῷ δὲ θείῳ Παχωμίῳ εὐχαριστία ἦν πρὸς θεὸν καὶ θερμὴ δέησις τὸν δόντα τοῖς ἑαυτοῦ δούλοις πατεῖν ἐπάνω ὄφεων καὶ σκορπίων καὶ ἐπὶ πᾶσαν τὴν δύναμιν τοῦ ἐχθροῦ. Ἐπανιόντος δὲ αὐτοῦ ἐκ τῆς ἐρήμου, συγκαλεῖ ἅπαν τὸ τῶν μοναχῶν πλῆθος· καὶ διηγήσατο αὐτοῖς ὅσα τε εἶδεν καὶ ὅσα ἤκουσε παρὰ τοῦ ὀλεθρίου δαίμονος, ἐξασφαλιζόμενος αὐτοὺς τῷ φόβῳ στοιχειοῦσθαι τῷ θείῳ καὶ μηδὲν ἡγεῖσθαι τὰς αὐτοῦ φαντασίας. Οἱ δὲ ταῦτα ἀκούσαντες ἐπὶ πλεῖον ἐκραταιοῦντο κατὰ τῶν πονηρῶν πνευμάτων καὶ τῶν αὐτῶν προσβολῶν.

Ἀμέλει καὶ ἀδελφόν τινα, ζηλωτὴν τῆς αὐτοῦ ἀρετῆς δόκιμον, κατὰ τὸν τῆς προσευχῆς καιρὸν ἐξ ἐνεργείας τοῦ πονηροῦ συνέβη σκορπίον ποθὲν ἑρπύσαντα τρῶσαι αὐτοῦ τὸν δεξιὸν πόδα. Ἐπὶ τοσοῦτον δὲ ἥψατο αὐτοῦ τὸ πάθος ὡς ἐκλείπειν αὐτὸν παρὰ μικρόν· αὐτὸς δὲ καίπερ οὕτως πάσχων οὐκ ἀπέστη, ἕως καὶ τὰ τῆς εὐχῆς ἔληξε. Εἶτα προσελθὼν τῷ ἁγίῳ καὶ παρ’ αὐτοῦ σφραγισθεὶς τῆς τοῦ πονηροῦ ἀπηλλάττετο ἐπηρείας.

Μετ’ οὐ πολὺ δὲ ἕτερον τῶν ἀδελφῶν πάθος περὶ τὴν κεφαλὴν προσβάλλει, ἀφορήτους αὐτῷ ἐντιθεὶς τὰς ὀδύνας. Ὁ δὲ μὴ ὑποφέρων ᾐτεῖτο τὸν μέγαν εὔξασθαι ὑπὲρ αὐτοῦ. Ὁ δέ, ἐξ ἐνεργείας τοῦ πονηροῦ πάσχειν εἰδώς· «Ὑπόμεινον, ἔφη, ἀδελφέ· καὶ φεύξεται ἀπὸ σοῦ. Ὁ γὰρ ἐχθρός, εἰ καὶ πειράζειν δοκεῖ, ἀλλὰ διὰ τῆς ἡμῶν ὑπομονῆς αἰσχυνθεὶς ὑπαναχωρεῖ, στεφανῶν ἡμᾶς διὰ τῆς τῶν θλιβερῶν τούτων ἐπαγωγῆς.» Οὕτως εἰπὼν ἰάσατο τοῦτον.

Μετὰ δὲ ταῦτα ἐγένετο τὸν μακάριον πρὸς ἐπίσκεψιν καὶ τῶν λοιπῶν διεξιέναι φροντιστηρίων καὶ τῶν ἐν τούτοις μοναχῶν. Καὶ ἐν τῷ ἐπισκέπτεσθαι τούτους προσβάλλει πρός τινα μοναχόν, Ῥωμαῖον τῷ γένει, τὴν ἑλληνικὴν γλῶτταν εἰς ἄκρον ἐξησκημένον. Καὶ γνοὺς τὰ τῆς καρδίας αὐτοῦ κινήματα οἷος ἐκεῖνος τῶν κρυφίων ἐπόπτης ὤν, ἔσπευδε τοῦτον ἀποκαθᾶραι.

Ὡς δὲ τὰς πρὸς ἀλλήλους ὁμιλίας συμβαλεῖν οὐκ εἶχον, ἐπεὶ ὁ μὲν τὴν ἑλλάδα, ὁ δὲ τὴν τῶν Αἰγυπτίων φωνὴν ἠσκεῖτο, ἔγνω δι’ ἑρμηνέως τῶν τῆς καρδίας αὐτοῦ κρυφίων ἀκοῦσαι. Ἐκείνου δὲ μὴ ἀνασχομένου ἔκφορα ταῦτα ἀμφοτέροις ποιῆσαι, ἵστατο σιωπῶν καὶ περιπαθὲς στένων· ἀγωνία τοιγαροῦν λαμβάνει ἀμφοτέρους.

Καὶ δὴ ἐξιὼν τῆς κέλλης ὁ μέγας καὶ πρὸς τὸν τῆς μονῆς ναὸν ἀφικόμενος καὶ ἐπικλείσας τὰς θύρας ἐδέετο θερμῶς λέγων· «Δέσποτα καὶ κύριε τοῦ ἐλέους, ἐπεί με τὸν ἀνάξιον ψυχῶν ἰατῆρα τῶν σῶν κατέστησας λογικῶν προβάτων, ἐγὼ δὲ τὰς τῶν προσερχομένων φωνὰς ἀγνοῶν οὐ δύναμαι τὰ πρὸς διόρθωσιν τούτοις ὁμιλεῖν ἢ τὰ παρ’ αὐτῶν ἐξαγγελλόμενα ἐννοεῖν, δίδαξόν μοι διὰ τῆς ἐπιδημίας τοῦ ἁγίου σου πνεύματος τὰς τούτων διαλέκτους ἐπίστασθαι καὶ ἀπταίστως τούτοις προσομιλεῖν τὰ σωτήρια, ἵνα μὴ διὰ κενῆς ἡ τούτων εἴη ἄσκησις. Ἐπὶ σὲ γὰρ ἐπέρριψαν ἑαυτοὺς τὸν δυνάμενον σῴζειν ἀπὸ ὀλιγοψυχίας καὶ ἀπὸ καταιγίδος.» Ἐπὶ τοιούτοις <τῆς> εὐχῆς ῥήμασι τὴν γλῶσσαν κινῶν, ὥσπερ ὑπό τινος ἠρέμα γλυκυτάτου ὕπνου κατενεχθείς, ἐμβάλλεται τῇ χειρὶ αὐτοῦ τόμος ἔσωθεν καὶ ἔξωθεν ἐγγεγραμμένας ἔχων πάσας τὰς τῶν γλωσσῶν φωνάς. Καὶ φωνὴ ἄνωθεν αὐτῷ ἐξηχεῖτο· «Θάρσει, Παχώμιε· ἰδοὺ γὰρ ἀπὸ τοῦ νῦν ἔσῃ γινώσκων τὰς τῶν προσερχομένων σοι φωνὰς εἰς τὸ ἀπταίστως προσομιλεῖν αὐτοῖς καὶ ἐνωτίζεσθαι τὰ αὐτῶν.» Ὁ δὲ χείλει ἀγαλλιάσεως αἰνεῖ τὸν ἐπὶ πάντων θεὸν τὸν τηλικαύτην αὐτῷ χάριν παρασχόντα. Εἶτα πρὸς ἐκεῖνον τὸν μοναχὸν παραγενόμενος ἤρξατο αὐτῷ διαλέγεσθαι ἑλληνιστὶ καὶ ῥωμαϊστὶ ἀπταίστως.

Ἐκπλαγεὶς οὖν ἐκεῖνος ἐπὶ τῇ τοιαύτῃ παραδοξοποιΐᾳ χαίρων πάντα τὰ καθ’ ἑαυτὸν ἀπαγγέλλει τῷ ὁσίῳ· πολλὰ τοίνυν παρ’ αὐτοῦ κατηχηθεὶς καὶ μυηθεὶς τὰ συμφέροντα ἔμεινε παρ’ αὐτῷ, μέγας ἐν ὀλίγῳ γενόμενος.

Ἀλλὰ τίς ἂν τῶν τοῦ τρισμάκαρος θαυμασίων ἕκαστα ἐξειπεῖν δυνηθείη; Ἡμεῖς δὲ πρὸς τὰ καιριώτερα τὸν λόγον τρέψωμεν. Καθημένου αὐτοῦ ποτε μετὰ καὶ ἑτέρων μοναχῶν καὶ τὰ πρὸς σωτηρίαν διομιλούντων, ἀδελφός τις ἐμπαιζόμενος ὑπὸ τοῦ δαίμονος καὶ ἐργαζόμενος πλεῖστα, ὡς μηδὲ τροφῆς ἢ εὐχῆς μιμνῄσκεσθαι, καίπερ τοῦ μεγάλου πᾶσιν ἐντελλομένου, μὴ ἐν ἔργοις τὴν πᾶσαν σχολὴν ποιεῖσθαι, ἀλλὰ καὶ εὐχῆς ἐπιμελεῖσθαι καὶ τῶν συνάξεων μὴ ἀπολιμπάνεσθαι, ἐκεῖνος, πάντων τῶν περὶ τὰς ψιάνθους πονούντων ἀνὰ μιᾶς ἐργαζομένων, δι’ ὅλης ἡμέρας οὗτος δύο ἦν ἐργαζόμενος, πολλάκις καὶ τρεῖς. Τῇ οὖν τῶν χειρῶν αὐτοῦ ἐργασίᾳ ὥσπερ ὑπεραιρόμενος, φέρων αὐτὰς ἀποτίθησι ἔμπροσθεν τοῦ μεγάλου, οἰόμενος ἐκ τούτων ἐπαινεθήσεσθαι παρ’ αὐτοῦ. Ὁ δέ, ὑπὸ τοῦ τῆς κενοδοξίας δαίμονος τὸν τοιοῦτον ἡττᾶσθαι τῷ πνεύματι γνούς, πρὸς τοὺς συνανακειμένους αὐτῷ μοναχούς· «Ὁρᾶτε, ἔφη, πῶς οὐκ ἀφίσταται πειράζειν ἡμᾶς ὁ πονηρὸς καὶ ἀπ’ αὐτῶν τῶν δοκούντων εἶναι ἀγαθῶν; Ὁ γὰρ ἀδελφὸς οὗτος, ὑπὸ ἀλαζονίας νικώμενος, ὅλον τὸν κόπον αὐτοῦ τῷ διαβόλῳ παρέσχεν, μηδὲν εἰς ὠφέλειαν ψυχῆς ἐμπορευσάμενος.

Τοῦτο δὲ συνέβη αὐτῷ διὰ τὸ τῷ οἰκείῳ ἕπεσθαι θελήματι.» Ταῦτα εἰπὼν κελεύει τὸν ἀδελφὸν ἐπὶ πάντων ἐν τῇ συνάξει ταύτας διαβαστάζοντα λέγειν ἐν συντριβῇ καρδίας· «Σύγγνωτέ μοι, πατέρες καὶ ἀδελφοί, ὅτι προέκρινα ταύτας τῆς τοῦ θεοῦ ἐργασίας. Ἀλλὰ δεήθητε τοῦ κυρίου, δοθῆναί μοι συγγνώμην τῆς πλημμελείας ταύτης.» Εἶτα ἐπὶ πενταμηνιαῖον χρόνον κελεύει τοῦτον ἐν τῷ ἰδίῳ κελλίῳ ἀπρόϊτον παραμένειν, ἐσθίοντα τὸ πρὸς ἑσπέραν ἄρτον καὶ ὕδωρ καὶ ἐργαζόμενον καὶ ἀποστηθίζοντα τὸ ψαλτήριον, ἵνα ὁ ἐγκαυχησάμενος ὑποσκελίζειν αὐτὸν πονηρὸς δαίμων καιρίαν αὖθις παρ’ αὐτοῦ δέξηται τὴν πληγήν.

Ἄξιον μηδὲ τοῦτο παραδραμεῖν. Τῶν μοναχῶν τις, Ἀθηνόδωρος τὴν κλῆσιν, τῇ ἱερᾷ πεπτωκὼς νόσῳ ἐλωβᾶτο τὸ σῶμα. Γνοὺς δὲ τοῦτο ὁ μέγας κελεύει ἐν ἰδιάζοντι κελλίῳ τὴν οἴκησιν ποιεῖσθαι. Ὁ δὲ οὐκ ἐπαύετο ἐργαζόμενος τὰς ψιάνθους, ὡς ἐκ τούτου πολλάκις αἱμάτων ῥύακας τῶν χειρῶν ἀποστάζειν· ἀλλὰ καὶ οὕτως ταλαιπωρῶν τῶν συνάξεων οὐκ ἠμέλει· οὐδὲ μὴν ἐν ἡμέρᾳ ὕπνῳ κατεσχέθη τὸν ἅπαντα χρόνον. Εἰώθει δὲ τὸ πρὸς ἑσπέραν μικρὸν τοῦ ὕπνου μεταλαμβάνειν καὶ τοῦτο ἐπὶ σκάμνου, εἶτα ἀνίστασθαι καὶ ἀποστηθίζειν τὰς θείας γραφὰς ἕως μεσονυκτίου.

Τοῦ δὲ κρούσματος πρὸς τὴν σύναξιν πάντας ἐκκαλοῦντος, πρῶτος πάλιν αὐτὸς ἀπήντα, μηδὲ μικρὸν ὑπὸ τῆς τοιαύτης νόσου καταμαλακισθείς. Ἤσθιε δὲ ἑκάστης ἡμέρας ἄρτον καὶ ὕδωρ. Τούτῳ παρέβαλέ τις τῶν ἀδελφῶν· καὶ ἰδὼν αἵματος πλῆθος ἐκ τῶν αὐτοῦ χειρῶν καταρρέον, παρεκάλει παύσασθαι τοῦ τοιούτου ἔργου. Τοῦ δὲ μὴ ἀνεχομένου ἵνα μὴ καὶ δωρεὰ<ν> τὸν ἄρτον ἐσθίῃ, ἐκεῖνος κἂν ἐλαίῳ τὰς χεῖρας ἐπιχέειν παρῄνει πρὸς ἐξίασιν τῶν τραυμάτων. Τούτου πεισθεὶς τῇ συμβουλῇ ὁ καρτερικώτατος ἐκεῖνος ἐποίει οὕτως. Τοῦ οὖν μεγάλου πρὸς ἐπίσκεψιν αὐτοῦ γενομένου καὶ ἰδόντος τὰς χεῖρας ἐλαίῳ ἐπαλείφοντα· «Τίς σε κοπιᾶν ἐπὶ τοσοῦτον, φησί, κατηνάγκασεν ἢ τίς παρέπεισε τὴν ἐκ τοῦ ἐλαίου θεραπείαν προτιμητέαν θέσθαι τῆς τοῦ θεοῦ ἀντιλήψεως;

Μὴ γὰρ ἀδυνατεῖ τῷ θεῷ ἐξιάσασθαί σου τὴν νόσον; ἢ παρορᾷ κάμνοντα ὁ τῆς φύσεως ἡμῶν εἰδὼς τὸ ἀσθενές; Ἀλλὰ τὴν τῶν ψυχῶν ἡμῶν διὰ τῶν τοιούτων πραγματευόμενος σωτηρίαν παραχωρεῖ πειράζεσθαι ἡμᾶς, ἵνα διὰ τῆς τούτων ὑπομονῆς οὐ μόνον ἐκκαθάρῃ ἀλλὰ καὶ στεφανώσῃ μειζόνως καὶ κληρονόμους τῶν ἀπορρήτων αὐτοῦ ἀποδείξῃ ἀγαθῶν.» Τούτων ἀκούσας ἐκεῖνος ἐδεῖτο συγγνώμην, ὥσπερ τι πονηρὸν δεδρακώς. Διεβεβαιοῦντο γὰρ περὶ τούτου ὅτι διὰ τὴν τοῦ ἐλαίου χρῆσιν ὅλον ἐνιαυτὸν πενθῶν ἦν καὶ διὰ δύο ἡμερῶν τὸν ἄρτον αὐτοῦ μεταλαμβάνων καὶ τὸ ὕδωρ.

Τοῦτον ὁ μακάριος ἐργάτην δόκιμον εἰδώς, τινὰς τῶν ἀδελφῶν παραβάλλειν αὐτῷ προσέταττεν πρὸς καταρτισμὸν ψυχῶν· ἦν γὰρ παρακαλῶν πάντας καὶ ὑποστηρίζων τοῖς φιλοθέοις αὐτοῦ διηγήμασι καὶ ταῖς νουθεσίαις. Ἀλλ’ ὁ μὲν ἐπὶ τηλικαύταις ταλαιπωρίαις τὸ σῶμα ἐκδαπανώμενος πρὸς κύριον ἐξεδήμησεν, τὴν ἐν οὐρανοῖς ἀπόλαυσιν κληρωσάμενος.