Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Παχώμιος ὁ Μέγας – Βίος τοῦ ἁγίου Παχωμίου

Παχώμιος ὁ Μέγας

Συγκρότηση του κοινοβίου, κανόνες και η ίδρυση γυναικείας μονής

Η προσέλευση νέων μαθητών, ο καθορισμός του πλαισίου της μοναχικής πολιτείας, η συνάντηση με τον μέγα Αθανάσιο και η αφιέρωση της αδελφής του αγίου.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Παχώμιος ὁ Μέγας

—

Κεφάλαιο 4 από 11

Ὁ δὲ θεῖος Παχώμιος, καὶ ταύτης τῆς συμμαχίας στερηθείς, ἐδέετο τοῦ θεοῦ θερμῶς ἐξαποσταλῆναι αὐτῷ τὸν συναιρόμενον καὶ ἐπαμύνοντα. Οὕτως οὖν εὐχομένου καὶ θεῷ τὰς εὐχὰς ἀποδιδοῦντος, ἤκουσεν ἄνωθεν φωνῆς λεγούσης πρὸς αὐτόν· «Παχώμιε, μὴ δὴ παύσῃ καταλλάσσων τῷ θεῷ τὸ τῶν ἀνθρώπων γένος. Τοῦτο γὰρ θέλημα αὐτοῦ ἐστιν.» Καὶ ταύτης ἐκ τρίτου ἐξενεχθείσης τῆς φωνῆς, ἀναθαρρήσας ἐδέχετο πάντας τοὺς προσερχομένους ἐν μετανοίᾳ καὶ τῇ προσηκούσῃ ἐξομολογήσει· καὶ μετὰ δοκιμασίας ἐδίδου αὐτοῖς τὸ ἅγιον σχῆμα, πείθων αὐτοὺς ἐν πρώτοις ἀποτάσσεσθαι πᾶσι τοῖς ὑπάρχουσιν αὐτοῖς καὶ γυμνοὺς πάσης προσπαθείας προσέρχεσθαι, ὥστε δύνασθαι καρποφορεῖν αὐτοὺς ἐν τριάκοντα καὶ ἐν ἑξήκοντα καὶ ἐν ἑκατόν. Οἱ οὖν ἀποτασσόμενοι ὁρῶντες τὸν μέγαν νηστείᾳ καὶ πόνοις καὶ τῇ λοιπῇ ἄλλῃ κακουχίᾳ ταλαιπωροῦντα ἑαυτόν, καὶ πᾶσαν τὴν τῆς μονῆς διακονίαν δι’ ἑαυτοῦ ἐνεργουμένην, ἔσπευδον καὶ αὐτοὶ σὺν προθυμίᾳ πάσῃ ταύτας μετιέναι. Καὶ γὰρ ποτὲ μὲν τὴν τράπεζαν φιλοπόνως αὐτοῖς παρετίθει ἐκκαλῶν αὐτοὺς πρὸς ἄριστον, ποτὲ δὲ τὴν τῶν λαχάνων ἐπιμέλειαν καὶ ἀρδείαν ἐποιεῖτο, ἄλλοτε τοὺς ἐν ἀσθενείᾳ ὑπηρετῶν παρεκάλει φέρειν γενναίως τοὺς πόνους καὶ τὰς ὀδύνας, ὡς ἐν πᾶσι τούτοις ὑπόδειγμα καλὸν ἑαυτὸν τοῖς μαθητευομένοις παρέχων.

Ἀλλὰ καὶ ταῦτα πράττων ἀεὶ τὰ χείλη πρὸς δοξολογίαν ἐκίνει θεοῦ· ἐξαιρέτως δὲ τὸ θεῖον εὐαγγέλιον διὰ στόματος φέρειν οὐκ ἐπαύετο· ὅπερ καὶ τοὺς ὑπηκόους ποιεῖν παρῄνει· «Τὰ γὰρ τὴν διάνοιαν ἡμῶν φωτίζοντα, ἔλεγε, καὶ τὴν ψυχὴν διαθερμαίνοντα ταῦτά εἰσι· καὶ δεῖ ὡς ἔκ τινων πηγῶν ἀεννάων τὸ σωτήριον ἐκεῖθεν τῶν ἀρετῶν ἀρύεσθαι νᾶμα.» Τοιαῦτα τοῖς φοιτηταῖς διαλεγόμενος, πρὸς ἀρετῆς ἐπίδοσιν καὶ κοινωνίαν τῶν πόνων ἐφείλκετο. Φιλεῖ γὰρ ὡς τὰ πολλὰ τῷ προηγουμένῳ συνέπεσθαι καὶ τὸ ὑπήκοον. Διὸ καὶ ἐδέοντο θερμῶς συγκοπιᾶν αὐτῷ πρὸς τὰς τῆς μονῆς λειτουργίας· ὁ δὲ ὁμαλῶς εὖ μάλα καὶ χαριέντως προσωμίλει αὐτοῖς λέγων· «Οὐδείς, ἀδελφοί, ζεῦγος βοῶν ἀπειρόζυγον εὐθὺς ἐπιτίθησι βάρος, ἀλλὰ διαβαστάζει αὐτὸ ἕως ἂν ἐν συνηθείᾳ γένηται· καὶ τότε χρῆται πρὸς πᾶσαν ἐργασίαν ἣν ἂν καὶ βούληται. Καὶ ὑμᾶς στηρίξει κύριος ὁ θεὸς ἐν πάσῃ ὑπομονῇ καὶ μακροθυμίᾳ, ὡς ἂν τὸν χρηστὸν αὐτοῦ ζυγὸν διαβαστάζειν ὑμᾶς ἀβαρῶς καὶ φέρειν γενναίως καὶ εὐψύχως τὰ ἐπίπονα τῆς ἀσκήσεως σκάμματα.» Ἐπεὶ δὲ κατὰ τὴν ἐνεχθεῖσαν αὐτῷ φωνὴν πάντας τοὺς προσερχομένους ἄσμενος ὑπεδέχετο, ἐδεῖτο τοὺς τὴν ἀναίμακτον θυσίαν ἐκπληροῦν μέλλοντας ἱερεῖς πρὸς μετάληψιν τῶν ἀχράντων καὶ θείων μυστηρίων.

Καὶ γὰρ εἰς ἑκατὸν καὶ πεντήκοντα ὁ ἀριθμὸς προϊὼν τῶν συνειλεγμένων, οὐκ ἠνείχετο ἐξ αὐτῶν τινα τὸ τῆς ἱερωσύνης ἐπιθεῖναι βάρος, ἀλλ’ ἐκ τῶν πλησιοχώρων ἱερεῖς προσκαλούμενος τὴν ἱερὰν ἐπετέλει μυσταγωγίαν. «Λυσιτελεῖ γάρ, ἔλεγε, τοὺς μοναχοὺς καὶ μᾶλλον ἐν κοινοβίῳ ἀτίμως οὕτως διάγειν ἢ τῇ τῆς ἱερωσύνης τιμῇ τῶν ἄλλων κατεπαίρεσθαι. Ὡς γὰρ σπινθὴρ ἐν ἅλωνι εἰσπεσὼν πάντα τὸν τοῦ ἐνιαυτοῦ καρπὸν ἀπόλλυσι, οὕτως καὶ λογισμὸς ὑψηλοφροσύνης τὸν πολὺν τῆς ἀσκήσεως καταλυμαίνεται πόνον. Χρὴ οὖν τοὺς προσερχομένους ἀποτάξασθαι, ἱερεῖς προσλαμβάνεσθαι καὶ μᾶλλον εἰ ἀμέμπτους ἑαυτοὺς τετηρήκασι· εἰ δέ τις ἐξ αὐτῶν ὡς ἄνθρωπος ἑάλω παραπτώματι, μὴ προσφερέσθω· πλὴν οὐχ ἡμῶν ἐστιν τὸ ἀνακρίνειν τοὺς τοιούτους, ἀλλ’ οὓς ὁ θεὸς ἔθετο ἐπισκόπους. Ὑμᾶς δὲ βούλομαι οἰκτίρμονας εἶναι καὶ ἐπιεικεῖς τὰ πρὸς ἀλλήλους καὶ ἀλλήλων τὰ βάρη βαστάζειν ἀόκνως καὶ ὑπὲρ ἀλλήλων εὔχεσθαι, ὅπως ῥύσηται ὑμᾶς κύριος ἐκ τῶν πολυπλόκων παγίδων τοῦ ἐχθροῦ.» Ταῦτα καὶ τὰ τούτοις ὅμοια ὁ συμπαθὴς ἐκεῖνος οὐ διδάσκων ἦν μόνον, ἀλλὰ καὶ πράττων.

Καὶ γὰρ τοὺς μὲν ὑπὸ γήρους ἢ νόσῳ καμπτομένους μετριοπαθῶς ὑπηρετῶν οὐκ ἀνίει νύκτωρ καὶ μεθ’ ἡμέραν, τοὺς δὲ τὴν ἡλικίαν νεάζοντας καὶ τῷ σώματι ἰσχυροὺς κοπιᾶν παρῄνει καὶ ταλαιπωρεῖν πρὸς κατάλυσιν τῶν τῆς σαρκὸς κινημάτων, τοὺς δέ γε νεοπαγεῖς ὡς προσῆκον ἦν κατὰ βραχὺ ἐχειραγώγει πρὸς τὰ ἐπίπονα τῆς ἀσκήσεως, ὅπως μὴ ἐξ ἀρχῆς ἀποκάμωσιν.

Πολλὴ δέ τις ἦν ἐν τούτοις ἡ διαφορὰ τῆς καταστάσεως καὶ τῆς πολιτείας αὐτῶν· ηὔξανε δὲ ὁσημέραι τὸ πλῆθος τῶν προσερχομένων καὶ ἐνεδίδοτο. Διὸ καὶ αὐτὸς ὑπὸ τῆς χάριτος ὁδηγούμενος μέτρα ἀσκήσεως καὶ κανόνας τούτοις ἐπετίθει καὶ τοῖς μὲν τὴν διὰ τῶν χειρῶν ἐργασίαν παρεῖχεν, τοῖς δὲ τὴν τῶν ἀδελφῶν ὑπηρεσίαν, ἄλλοις τὰς τῆς μονῆς ἐνεχείριζε διακονίας, πᾶσιν ἐπιλέγων τὸ τοῦ ἀποστόλου· «Ὁ ἀργὸς μηδὲ ἐσθιέτω». Παρεκάλει δὲ πάντας ἑτοίμους εἶναι εἰς ὑπακοὴν καὶ μὴ τῷ ἑαυτῶν στοιχεῖν θελήματι.

Ἐφίστη[ς] δὲ τούτοις δευτερεύοντα καὶ οἰκονόμον, ἵνα ὁ μὲν ἀντ’ αὐτοῦ ἐν πάσῃ ταπεινοφροσύνῃ καὶ ἐπιεικείᾳ οἰκοδομῇ τὰς τούτων ψυχάς, διατυπῶν ἕκαστον ἀναλόγως τὰς ἀρετὰς ἐργάζεσθαι, ὁ δὲ εἰς τὸ πᾶσαν διακονίαν καὶ ὑπηρεσίαν ἀδελφῶν καὶ τὰ ἔργα τούτων διευθύνειν ἐν ἐπιμελείᾳ καὶ ἀγαθῇ συνειδήσει. Ἐσιτοῦντο δὲ οἱ μὲν ἑκάστης ἡμέρας, οἱ δὲ παρὰ μίαν, ἄλλοι δὲ παρὰ δύο, καὶ οἱ μὲν τρίτην ὥραν, οἱ δὲ πρὸς ἕκτην, ἄλλοι τε πρὸς ἐνάτην καὶ ἄλλοι τὸ πρὸς ἑσπέραν βαθεῖαν. Ἀλλὰ καὶ ἡ τροφὴ οὐχ ἡ αὐτὴ τοῖς πᾶσιν, ἀλλὰ τοῖς μὲν ἄρτος καὶ ὕδωρ, τοῖς δὲ βρεκτὰ ὄσπρια, ἄλλοις λεπτὰ λάχανα σὺν ἄρτῳ, τοῖς δὲ κοπιῶσι καὶ ἀσθενεστέροις λάχανα σὺν ὀσπρίοις καὶ ἐλαίῳ· καὶ οἶνος ἀνάλογος ταῖς κράσεσιν τῶν σωμάτων. Ἐκέλευε δὲ μηδένα ἄνευ ἐπωμίου ἐσθίειν ἢ πίνειν ἢ ἐργάζεσθαι ἢ προσεύχεσθαι ἢ ἀναπαύεσθαι, ἀλλὰ καὶ ἐπὶ τραπέζης τὰ τῆς ἀκακίας κουκούλια ἐπὶ κεφαλῆς φέρειν, ἵνα μὴ ἕτερος τὸν ἕτερον ἐσθίοντα βλέπῃ μήτε προσομιλῇ τινι, ἀλλὰ καὶ χρείας παρεμπεσούσης διὰ νεύματος ἢ κρούσματος ταύτην δηλοῦσθαι. Ἐπετίθει δὲ τούτοις καὶ καιροὺς καὶ μέτρα προσευχῆς, ἐν μὲν τῇ ἡμέρᾳ εὐχὰς δώδεκα, ὁμοίως καὶ ἐν τῇ ἑσπέρᾳ· προσευχομένοις δὲ μὴ ἐξεῖναι ἕτερος πρὸς τὸν ἕτερον περιβλέψασθαι ἢ συνᾶραι λόγον ἢ ἀνακλῖναι ἑαυτόν, παραμένειν δὲ ἐν ταῖς συνάξεσιν μέχρις αὐτῆς συμπληρώσεως, ἐξιοῦσι δὲ φεύγειν ὡς ἀπὸ πυρός.

Οὕτως ἀσκουμένων τῶν μοναχῶν, ἔχαιρε λίαν ὁ μέγας ἐπὶ τῇ τούτων προκοπῇ. Συνέβη δὲ κατ’ ἐκεῖνον τὸν καιρὸν τὸν μέγαν Ἀθανάσιον τὸν τῆς Ἀλεξανδρείας ἐπίσκοπον πρὸς τὰ τῆς ἄνω Θηβαΐδος μέρη καὶ αὐτῆς τῆς λεγομένης Συήνης διελθεῖν εἰς καταρτισμὸν τῶν ἐκκλησιῶν καὶ τοῦ πιστοῦ λαοῦ. Ὡς δὲ δήλη τοῖς πᾶσι ἡ τούτου ἐγεγόνει παρουσία, καὶ ὁ μέγας οὗτος, συναγηοχὼς πάντας τοὺς ὑπ’ αὐτὸν μοναχούς, ἔξεισι εἰς ἀπάντησιν τούτου, εὐλογηθῆναι παρ’ αὐτοῦ γλιχόμενος.

Συνῆν δὲ τούτοις καὶ ὁ τῆς <Τεν>τύρου ἐπίσκοπος. Ὁ δὲ θεῖος Παχώμιος, συγκαταμίξας ἑαυτὸν τῷ πλήθει τῶν μοναστῶν, ἐκρύπτετο μέσον τούτων—οὐ γὰρ ἐβούλετο κατάφωρον ἑαυτὸν ποιεῖν. Ὡς δὲ κατ’ ὄψιν αὐτῶν ὁ πολὺς τὰ θεῖα Ἀθανάσιος ἐγεγόνει, ῥήμασι θεοφθόγγοις τούτους ἐμυσταγώγει καὶ εὐλογίας τῆς παρ’ αὐτοῦ ἠξίου. Ἐπεὶ δὲ πάντας ἀπέλυσεν ἐν εἰρήνῃ, ὁ ἐπίσκοπος <Τεν>τύρου πάντα τὰ κατὰ τὸν θεῖον Παχώμιον περιφανῶς αὐτῷ ἀπαγγέλλει. Ὁ δέ, ἐγγὺς τοῦτον παραστησάμενος, τό τε τοῦ ἤθους χρηστὸν καὶ τὸ ἐπιεικὲς τοῦ φρονήματος καὶ μέτ<ριον> καταμαθών, περιέψα, περιέβαλλε, γνησίως αὐτὸν κατησπάζετο. «Ἐκ πολλοῦ με, λέγων, τὰ περὶ σοῦ λεγόμενα, τιμιώτατε πατέρων, διὰ σπουδῆς ἦν θεάσασθαί σε· τὰ νῦν δὲ θεὸς ἐναργῶς ἐγνώρισεν ὁποῖος σὺ τὴν ἀρετὴν ἀπαράμιλλος. Ἀλλ’ ἀξιῶ τὰ τοῦ αἰσχίστου Ὠριγένους συγγράμματα καὶ Ἡρακλείου τοῦ γεγονότος ἀρχιεπισκόπου Ἀλεξανδρείας μὴ ἐᾶσαί τινα τῶν ὑπὸ σὲ ἀναγινώσκειν ἢ ἑτέρων ἀναγινωσκόντων ἀκούειν· ἐπισφαλῆ γάρ εἰσι καὶ ὀλέθρια καὶ θεοῦ πόρρω διϊστῶντα.» Ταῦτα εἰπὼν καὶ προθυμότερον τῆς καλῆς ἐκείνης διὰ Χριστὸν ἀγωγῆς ἔτι ἔχεσθαι παρακαλέσας, πρὸς ἐπίσκεψιν καὶ τῶν λοιπῶν ἄπεισι ἐκκλησιῶν. Καὶ τὰ μὲν περὶ τοῦ μεγάλου Ἀθανασίου τοιαῦτα καὶ οὕτως ἔχοντα. Ἡμεῖς δὲ ἐπ’ αὐτῷ τρέψωμεν τὸν λόγον.

Ἀκούσασα τοίνυν τὰ περὶ τῆς ἐναρέτου πολιτείας αὐτοῦ ἡ κατὰ σάρκα ἀδελφὴ δι’ ἐπιθυμίας εἶχεν τοῦτον θεάσασθαι. Καὶ δὴ πρὸς αὐτὸν γενομένη, πέμπει τὸν τὰς ἀποκρίσεις ποιοῦντα εἰπεῖν αὐτῇ· «Εἰ μὲν ζηλῶσαι τὸν ἡμέτερον βίον ἐπιποθοῦσα παραγέγονας, εἰσδεχθήσῃ φιλοτίμως, ὡς τὰ ἀδελφὰ ἡμῖν φρονοῦσα. Εἰ δὲ θέας ἕνεκα μόνης, ἄπελθε τοιγαροῦν μετ’ εἰρήνης, οὐδέν τι πλέον ἕξουσα ἕτερον παρ’ ἡμῶν.» Ἡ δέ· «Μὴ δὴ βδελύξῃ, ὦ πάτερ καὶ ἀδελφέ, ἔλεγεν, τὴν σὴν ὁμαίμονα, ἀλλὰ τῆς σῆς μετάδος καὶ θέας καὶ ὁμιλίας· σοῦ γὰρ μόνου ἐξεχομένη καὶ ἐπὶ σοὶ τὰς ἐλπίδας σαλεύουσα παραγέγονα, ὡς ἂν μέτοχον τῆς σῆς ἀναγεννήσεως ποιήσειας καὶ καθαρὰν προσαγάγῃς τῷ εὐσπλάγχνῳ καὶ φιλανθρώπῳ θεῷ.» Ταύτης τὴν ἀπόκρισιν δεξάμενος ὁ ἱερὸς Παχώμιος ἐγεγήθει λίαν καὶ δὴ ἐξιὼν εὐλαβῶς ἠσπάζετο, καὶ εὐλογίας ἠξίου τῆς παρ’ αὐτοῦ. Εἶτα μετ’ οὐ πολὺ ἀποκείρας αὐτὴν τρίχινόν τι ἔνδυμα περιβάλλει καὶ κελλίον αὐτῇ ὡς ἀπὸ σταδίων τριῶν τῆς μονῆς ἀνεγείρει. Πρὸς παράταξιν δὲ τοῦ δυσμενοῦς ἐπιρρώσας αὐτὴν καὶ φέρειν γενναίως τοὺς τῆς ἀσκήσεως πόνους ὑπαλείψας ἐπάνεισι χαίρων. Ἐκείνη δὲ ὥσπερ τις γῆ ἀγαθὴ τὸν τοιοῦτον σπόρον δεξαμένη ἐκαρποφόρει ἐν τριάκοντα καὶ ἐν ἑξήκοντα καὶ ἐν ἑκατόν.

Τῆς οὖν φήμης ἴσα καὶ πτερῷ πανταχοῦ διαθεούσης, συνηθροίζοντο πρὸς αὐτὴν τῶν γυναικῶν οὐκ ὀλίγαι ἀποτασσόμεναι κόσμον καὶ τὰ ἐν κόσμῳ· ὧν προηγεῖτο ἡ μακαρία πάνυ ἐπιστημόνως καὶ σωτηρίως. Πέτρον δέ τινα, τὴν μὲν ἡλικίαν πρεσβύτερον, τῇ δὲ ἀπαθείᾳ ὑπὲρ ἄνθρωπον, φροντιστὴν τούτων ἐφίστησιν ὁ μέγας, παραδοὺς αὐταῖς ἐγγράφους παραδόσεις πρὸς ὑπωπιασμὸν τῆς σαρκὸς καὶ τὰς ἐκ ταύτης ἐπαναστάσεις, ἵνα μὴ ὡς ἀσθενεῖς τὴν φύσιν, καταδραμὼν ὁ πονηρὸς καθελκύσῃ πρὸς ἀτόπους ἐπιθυμίας καὶ ἔρωτας ἀλλοκότους.

Ἐπεὶ δὲ τῶν συνασκουμένων τῷ Παχωμίῳ πλεῖσται πρὸς γένους ἐκεῖσε ἀπετάσσοντο, εἴποτε συνέβη δι’ ἐπιθυμίας τὸν οἰκεῖον θεάσασθαι, ἐπέμπετο μὲν μετὰ τοῦ προρρηθέντος πρεσβύτου· καὶ ἅμα τῆς προεστώσης συνεδριάσαντες τὰ εἰκότα προσωμίλουν, ὅσον τὸν πόθον ἀφοσιώσασθαι· εἶτα ἐπανῄεσαν χαίροντες. Καὶ τοῦτο ἦν εἰς παραμυθίαν ἀλλήλων. Οὐ γὰρ ἐξῆτό τινι τούτων ἐκεῖσε τροφῆς μεταλαβεῖν, εἰ μὴ πρὸς τὴν οἰκείαν ἐπανῆκε μονήν.

Ἀλλὰ καὶ εἴ τις ἐξ αὐτῶν πρὸς τὰς αἰωνίους μετῆρε σκηνάς, κοσμίως αὐτὴν αἱ λοιπαὶ περιστείλασαι, ἔν τινι ὡρισμένῳ τόπῳ καταθεῖσαι ὑπέστρεφον, μόνην τὴν προεστῶσαν καταλείψασαι. Οἱ δὲ τῶν μοναχῶν, ὅσοι γήρᾳ καὶ τῇ κατὰ θεὸν ἀσκήσει τὸ θαρρεῖν εἶχον, ἀπιόντες ἐπιτάφια ᾄσαντες ἐπ’ αὐτὴν ὑπέστρεφον δοξάζοντες τὸν θεόν. Μετὰ δὲ ταῦτα ἐκήδευον εὐλαβῶς ἐκεῖναι ἅμα τῷ προειρημένῳ Πέτρῳ καὶ ὅσα νεκροῖς νόμος ἐπ’ αὐτὴν ἐπλήρουν. Ἀλλ’ ἡμῖν καὶ αὖθις ἐχέσθω τῆς ἀκολουθίας ὁ λόγος.