Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Παχώμιος ὁ Μέγας – Βίος τοῦ ἁγίου Παχωμίου

Παχώμιος ὁ Μέγας

Η έλευση του Θεοδώρου, ποιμαντική καθοδήγηση και θαυματουργικές ιάσεις

Η είσοδος του Θεοδώρου στο κοινόβιο, η διαχείριση απειθών αδελφών, η πνευματική διάκριση του αγίου απέναντι στους νεήλυδες και θεραπείες ασθενών.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Παχώμιος ὁ Μέγας

—

Κεφάλαιο 5 από 11

Θεόδωρός τις, εὐσεβὴς τὰ πρὸς θεὸν ἐκ προγόνων ὑπάρχων καὶ τὴν οὐσίαν αὐτάρκη κεκτημένος, ἐτῶν δέκα πρὸς τοῖς ἓξ ὑπάρχων, ἔρωτι θείῳ τὴν ψυχὴν ἁλοὺς ἀθετεῖ πάντων ὅσων οἶδε θέλγειν φύσιν οὕτω ἁπαλὴν καὶ νεάζουσαν· καὶ πρὸς ἓν τῶν πλησιοχώρων φροντιστήριον παραγεγονὼς τὴν κεφαλὴν ἀποκείρεται καὶ τὰ τῶν μοναχῶν ἐπενδύεται· καὶ ἦν εὐψύχως ὑποτασσόμενος καὶ πάντα φέρων γενναίως. Ἐν μιᾷ δὲ τῶν ἡμερῶν, ὁμιλίας τινὸς ἀναμεταξὺ τούτων κινηθείσης καὶ τὰ περὶ τοῦ θείου Παχωμίου καὶ τῆς ἐναρέτου αὐτοῦ πολιτείας καὶ τῶν παραδόσεων τούτου εἰς τὸ μέσον διεξιόντων ὅσα τε εἶδον καὶ ἀκοῇ παρειλήφεσαν, μεγίστη κατέστη τῷ Θεοδώρῳ τῆς εἰς θεὸν προκοπῆς ἀφορμή.

Ἐπὶ τοσοῦτον γὰρ ἑάλω τῆς τοῦ ἀνδρὸς θέας καὶ ὁμιλίας ὡς πάντα δεύτερα θέμενον πρὸς αὐτὸν ἀφικέσθαι. Φθάσας οὖν ἔστη πρὸς τῇ τῆς μονῆς πύλῃ· καὶ δὴ ἐξιόντος τοῦ μεγάλου κατά τινα χρείαν, ἐδεῖτο ἀπὸ καρδίας εἰσδεχθῆναι τοῦτον καὶ τῇ ὑπ’ αὐτοῦ ποιμαινομένῃ συναριθμηθῆναι ἀδελφότητι. Ὁ δέ, μὴ ἀγνοήσας ὅστις εἴη καὶ ὁποῖος ἔσται τὸ μετὰ ταῦτα τὴν ἀρετήν, χαίρων χαίροντα εἰσάγει καὶ πεπονηκότα διαναπαύει καὶ τῇ λοιπῇ συντάττει ἀδελφότητι. Καὶ γίνεται τῆς ἀρετῆς αὐτοῦ ἐραστὴς θερμότατος, μαθητὴς προθυμότατος, ὑπηρέτης δοκιμώτατος, ἥδιστα τοὺς ὑπὲρ ἀρετῆς ἀσπαζόμενος πόνους καὶ πολλὴν ὅσην ἐπιδεικνύμενος τὴν ταπείνωσιν καὶ τὴν ὑπακοήν. Ἐκ τούτων ὑπερφιλῆσαί τε αὐτὸν λέγεται τὸν Παχώμιον καὶ κοινωνὸν ἔχειν τῶν πόνων καὶ τῶν ἱδρώτων καὶ τῆς πνευματικῆς ἐκείνης ἀναβάσεως. Εἰ γὰρ καὶ ὡς νεοπαγοῦς ἐκήδετο, ἀλλ’ ἡ τῶν τρόπων ἐκείνου εὐθύτης καὶ ὁ κατὰ θεὸν ζῆλος πολλὴν αὐτῷ παρεῖχεν τὴν προθυμίαν.

Βραχὺς ὁ μεταξὺ χρόνος καὶ ἡ μήτηρ τοῦ Θεοδώρου, πρὸς ζήτησιν αὐτοῦ ἐξιοῦσα, ἐπεὶ ἐμάνθανε παρὰ τὸν μέγαν ἥκειν τὸν ταύτης υἱόν, καὶ αὐτὴ πάντα ὄκνον ἀποσεισαμένη πρὸς τὴν μονὴν ἔρχεται· ἔλεον αὐτῆς λαβὼν ὁ μέγας ἐκπέμπει ταύτην πρὸς ἓν[α] τῶν γυναικείων ἐκείνων σεμνείων ξενισθῆναι. Εἶτα μετακαλεσάμενος τὸν Θεόδωρον· «Ἰδού, τέκνον, ἡ σὴ μήτηρ ποθοῦσά σε παραγέγονεν. Ἄπιθι τοιγαροῦν, μετάδος αὐτῇ καὶ θέας καὶ ὁμιλίας. Ἴσως πρὸς μίμησιν τοῦ σοῦ βίου διαθερμανεῖς αὐτῆς τὴν ψυχὴν καὶ ταύτῃ τῶν ὠδίνων ἀντιδώσεις τὴν ἀμοιβήν.» Ὁ δέ· «Καὶ πῶς, ὦ πάτερ, ἔφη, οὐκ ἄντικρυς τοῦτο πλημμέλεια πρὸς θεόν, ἐν γνώσει πάντων ὑπεριδὼν εἰ ἀγεννῶς πάλιν ὑπὸ τοῦ ταύτης πόθου ἑλκυσθήσομαι;» Καὶ ὁ γέρων· «Πιστεύω, ἔφη, τῷ Θεῷ, τέκνον, ὅτι μικρὸν ὅσον ὄψει τὴν σὴν μητέρα τὸν ἡμῶν ἐπανῃρημένην βίον καὶ πόνων καὶ ἀγώνων τῶν αὐτῶν ἡμῖν μεθέξουσαν.» Ἕλκει τοῦτο τὸν Θεόδωρον πρὸς ὄψιν ἐκείνης ἐλθεῖν. Ἡ δέ, τὴν τοῦ υἱοῦ ὄψιν μὴ ἐπιγνοῦσα—ἠλλοίωτο γὰρ ὑπὸ τῆς ἄγαν ἐγκρατείας—, ἡσυχῇ δακρύουσα ἦν. Ὁ δὲ παρεκάλει αὐτὴν παύσασθαι τῶν θρήνων. Ὡς δὲ ἐπέμενε ζητοῦσα τὸν ταύτης ποθούμενον, ἐκεῖνος· «Εἰ μή, ὦ κυρία, ἔφη, τὴν μαλακὴν ταύτην καὶ περισπούδαστον ἀπεκδύσῃ στολὴν καὶ τὴν τῶν μοναχῶν ἐπενδύσῃ περιβολήν, οὐκέτι ὄψει τόν σοι ποθούμενον.» Οὕτως εἰπὼν καὶ ἐπευξάμενος αὐτῇ ἐπάνεισι πρὸς τὴν μονήν.

Ἐκείνη δέ, μετὰ τὴν ἀναχώρησιν μαθοῦσα τὸν ταύτης εἶναι υἱὸν τὸν ταύτῃ προσομιλήσαντα, ὑπὸ τῶν σπλάγχνων νενικημένη ἐλεεινῶς ὠλοφύρετο· «Τί με, λέγουσα, τὴν σήν, ὦ τέκνον, πενθεῖν καὶ σκυθρωπάζειν μητέρα καταλέλοιπας; Τί με τῶν ἐλπίδων ψευσθῆναι πεποίηκας; Τί μὴ μεταδέδωκας ἀσπασμοῦ, ὡς ἂν δι’ αὐτοῦ τὸν τῆς ἐμῆς καρδίας καύσωνα κατέσβεσας;» Ἐπεὶ δὲ ὁ θεῖος Παχώμιος τὰ περὶ αὐτῆς ἐδηλώθη, μετακαλεσάμενος Θεόδωρον· «Δεῖν, ἔφη, σέ, τέκνον, τοὺς προσερχομένους θεῷ, κἂν τῶν οἰκείων ὦσι, προσίεσθαι τούτους καὶ χεῖρα ὀρέγειν καὶ πρὸς ἄσκησιν ὑποτιθέναι. Εἰ δέ τις τοὺς ἔτι τῷ κόσμῳ προσμένοντας προσίεται καὶ ὑπὸ τῆς τούτων ἕλκεται προσπαθείας, ἀκουέτω τῆς εὐαγγελικῆς φωνῆς λεγούσης· Ἄφες τοὺς νεκροὺς θάψαι τοὺς ἑαυτῶν νεκρούς.» Ὑπήκουσεν ἄσμενος ὁ Θεόδωρος· καὶ καταλαβὼν αὐτὴν ἀσπασμοῦ μεταδίδωσι καὶ εὐλογίας, εἶτα καὶ ὁμιλίας ἀπάρχεται τοιᾶσδε· «Ἐπειδήπερ, ὦ μῆτερ, τὰ κατ’ ἐμὲ ὁ θεὸς ὥσπερ δὴ καὶ ἠθέλησεν ᾠκονόμησε, βούλομαί σε πάντα καταλείψασαν ἐνταῦθα ἀποτάξασθαι καὶ πολιτείας ἀκρίβειαν ἀναλαβεῖν, ἵνα εὐσεβῶς καὶ ὡς θεῷ φίλον τὸν ὑπόλοιπον χρόνον διαβιώσασα τῶν αἰωνίων ἐπιτύχῃς γερῶν.»

Τούτων ἐκείνη ἀκούσασα, ἐπεὶ καὶ τῷ πόθῳ τούτου ἐκκέκαυτο, δύο ἔκρινε τὰ κάλλιστα διὰ τῆς τοιαύτης ἀποταγῆς πραγματεύσασθαι· τὴν τῆς οἰκείας ψυχῆς σωτηρίαν καὶ τὴν τοῦ υἱοῦ ἀπόλαυσιν· καὶ δὴ συνθεμένη παραυτίκα τὴν ἡμερινὴν διαπλάττεται πλάσιν καὶ πρὸς τὸν θεοφιλῆ μεταρρυθμίζεται βίον. Οὕτω πολλάκις καὶ τὸ κατὰ θεὸν αὐστηρὸν ὠφελείας πρόξενον γίνεται, εἰ καὶ πρὸς βραχὺ λυπεῖν οἶδεν τοὺς ἄλλως ἔχοντας. Ἀλλὰ τὰ μὲν περὶ τοῦ θείου Θεοδώρου τοιαῦτα· ἡμεῖς δὲ καὶ πρὸς τὰ ἑξῆς τοῦ λόγου ἴωμεν.

Μοναχοί τινες τῶν ἐκεῖσε ἀποταξαμένων, ὑπὸ σαρκικοῦ φρονήματος ἔτι κατεχόμενοι καὶ τὸν παλαιὸν τελείως μὴ ἀποδυσάμενοι ἄνθρωπον, ἀλλ’ ἔτι πρὸς τὰ τοῦ κόσμου κεχηνότες, ἐλύπουν πάνυ τὸν ἅγιον καὶ συνεχῶς παρώργιζον. Ὁ δέ, τὰς ἐνθυμήσεις αὐτῶν μὴ ἀγνοῶν, παρεκάλει τούτους ἐν ὀδύνῃ ψυχῆς πάσῃ φυλακῇ τηρεῖν ἑαυτοὺς καὶ μηκέτι λυπεῖν τὸ πνεῦμα τὸ ἅγιον, δι’ οὗ τοὺς ἀρραβῶνας τῆς ἀτελευτήτου ζωῆς ἐλάβομεν. Οἱ δέ, τῇ ἀπειθείᾳ ἐχόμενοι, πνεύμα<τι> δειλίας πλανηθέντες, λάθρᾳ ὑπαναχωροῦσι τῆς μονῆς. Ὁ οὖν πατήρ, τὰ σπλάγχνα δεινῶς ἐπ’ αὐτοῖς στρέφων, λύπῃ συνείχετο. Καὶ προσευχόμενος ἔλεγεν· «Ὁ θεός, ὁ ἐντειλάμενος ἀγαπᾶν τὸν πλησίον ὡς ἑαυτόν, μὴ παρίδῃς τὸν δοῦλόν σου, ἀλλ’ ἐμφύτευσον τὸν φόβον σου εἰς τὰς καρδίας αὐτῶν, τοῦ ἐλθεῖν εἰς ἐπίγνωσιν τῆς σῆς ἀληθείας· καὶ μὴ ἐάσῃς γενέσθαι ἐπίχαρμα τοῦ ἐπιζητοῦντος ἀπολέσαι αὐτούς.» Ὡς οὖν ηὔχετο, γίνεται ἐν ἐκστάσει καὶ θεωρεῖ λήϊον εὐθαλὲς ἔχον ζιζάνια καί τινας ἐκριζοῦντας αὐτά· καὶ φωνὴ περὶ αὐτόν· «Σύνες, Παχώμιε· ἐὰν γὰρ μὴ ἐκ μέσου οἱ πονηροὶ γένωνται, ἀνάγκη καὶ ἑτέρους συναπαχθῆναι τῇ τούτων πονηρίᾳ· κακίας γὰρ ῥᾷον μεταλάβοιέν τις ἢ ἀρετῆς.» Ταῦτα μετὰ τοὺς ἑωθινοὺς ἐκείνης τῆς νυκτὸς ὕμνους ὑπὸ ταῖς πάντων ἀκοαῖς ἐξηγησάμενος ὁ μέγας ἐναγωνίους πάντας ἐποίει.

Καὶ ταῦτα προσετίθει· «Ἀδελφοί, ὥσπερ τοὺς κατὰ κόσμον βιοῦντας ὁ πλοῦτος καὶ ἡ τρυφὴ καὶ ἡ ἄλλη βλακεία μεγάλως πεφύκασι λυμαίνειν αὐτῶν τὰς ψυχάς, οὕτως τοὺς μοναχικῶς βιοῦν αἱρουμένους καὶ ἑαυτοὺς σταυρώσαντας τῷ κόσμῳ οὐδὲν οὕτως ἀπόλλυσι καὶ τῇ κολάσει παραδίδωσι ὡς ἡ ῥαθυμία καὶ ἡ παρακοὴ καὶ ἡ τῶν φαύλων λογισμῶν συγκατάθεσις. Διὸ χρὴ τοὺς τοιούτους λογισμοὺς μετὰ πρώτην καὶ δευτέραν παραίνεσιν ἀπωθεῖσθαι· τὸ γὰρ συνδυάζειν μετὰ τῶν τοιούτων μέγαν ἐπάγει τὸν κίνδυνον.» Τοιαύταις οὖν παραινέσεσι τοὺς μοναχοὺς ὑποστηρίξας τὸν σύλλογον διέλυσεν.

Μετὰ δὲ ταῦτα Διονύσιος ὁ τῆς <Τεν>τύρων ἐκκλησίας οἰκονόμος, συνήθης καὶ φίλος ὢν ἐς τὰ μάλιστα τῷ ὁσίῳ, ἀκηκοὼς παρά τινων ὅτι τοὺς ἀπὸ ἑτέρας μονῆς προσιόντας μοναχοὺς οὐ προσηνῶς προσίεται, ἀλλ’ ἐν ἰδιάζοντι τόπῳ σχολάζειν ἐπιτρέπει καὶ καταγνοὺς τοῦ γέροντος ὡς ἀφιλανθρώπου καὶ ἀσυμπαθοῦς, μετ’ οὐ πολὺ πρόσεισι τῷ ἁγίῳ ἐπιπληκτικώτερον διαλεξόμενος.

Καὶ δὴ μετὰ τὴν συνήθη εὐχὴν διαναπαυσαμένων, τοιαύτης πρὸς αὐτὸν ἀπήρχετο ὁμιλίας· «Ἀπ’ ἐναντίας, ὦ πάτερ, λέγων, τῆς δεσποτικῆς ἐντολῆς τὸ παρὰ σοῦ διαπραττόμενον, ὡς οἶμαι. Τοῦ γὰρ κυρίου διαρρήδην βοῶντος· Οὐκ ἀπεστάλην εἰ μὴ εἰς τὰ πρόβατα τὰ ἀπολωλότα οἴκου Ἰσραήλ, πῶς σύ, τῶν οἰκείων μαθητῶν μόνων φροντίδα ποιούμενος, τῶν ὑπὸ τοῦ δολίου ἐχθροῦ σεσυλημένων καὶ τῆς οἰκείας ἐξοστρακισθέντων ποίμνης καὶ ὀρειαλώτων γεγονότων ἀπωθῇ ὡς παροπτέων καὶ τὸ λοιπὸν ἀχρήστων, καὶ οὐ μᾶλλον οἰκειοῦσαι καὶ ὑπαλείφεις πρὸς ὑπομονὴν καὶ καρτερίαν καὶ τοὺς τῆς ἀρετῆς ἄθλους;» Τούτων ἀκούσας ὁ μέγας καὶ τὴν καρδίαν ὥσπερ πληγείς· «Ὁ θεός, εἶπεν, ὦ πάτερ, ὁ τὰ κρυπτὰ τῶν ἀνθρώπων ἐπιστάμενος, οὗ ἀπὸ προσώπου κέκρυπται τῶν πραττομένων οὐδέν, οὐδέποτε ἠνεσχόμην λυπῆσαι ψυχὴν ἢ παριδεῖν ὅλως ἀθυμοῦσαν. Ἀλλ’ ἐπεὶ τὸ κοινωφελὲς τουτὶ φροντιστήριον πλείστους τῶν νεηλύδων ἔχει, ἁπαλὸν ἔτι τὸ φρόνημα κεκτημένους καὶ διάφορα τὰ ἤθη καὶ τὰς γνώμας, λυσιτελὲς οὖν ἡγησάμην μὴ συνδυάζειν τούτοις μηδὲ κοινῆς μετέχειν τραπέζης, ἵνα μὴ περιεργότερον αὐτοῖς τὸ ὄμμα ἐπιβαλόντες καταγνώσωσι τῶν τοιούτων, ἀλλὰ μὴν καὶ ταῖς πρὸς ἀλλήλους ὁμιλίαις διατρέψωσιν αὐτῶν τοὺς λογισμούς. Καὶ γὰρ εἰώθασι ταῖς σφῶν εἰσηγήσεσι ἀποσυλᾶν τὰς τῶν ἁπλουστέρων διαθέσεις.

Διὰ τοῦτο ἰδιαζόντως διαναπαύεσθαι τούτους κέκρικα, ἀφθόνως τὴν τούτων παρέχοντες χρείαν. Εἰ δέ τινες τούτων τὴν μεθ’ ἡμῶν ἀσπάζονται οἴκησιν, καὶ ἐπαγόμεθα τούτους καὶ τῇ ἐν Χριστῷ ἀδελφότητι ἐγκαταλέγομεν.» Ἐπὶ τούτοις ὁ θεῖος Διονύσιος, τὴν ψυχὴν ἄριστα στηριχθεὶς καὶ τὴν τοῦ μεγάλου διάκρισιν ὑπερθαυμάσας, οἴκαδε χαίρων ἐπάνεισι.

Προσβαλόντι δὲ τῇ πόλει γυνή τις τῶν ἐπιφανῶν, μαθοῦσα ἥκειν ἀπὸ τοῦ μεγάλου, προσελθοῦσα ἐδέετο τούτου μετακαλέσασθαι τὸν ἅγιον πρὸς ἑαυτόν· «Πέπεισμαι γάρ, ἔλεγεν, ἀπαλλαγήσεσθαι δι’ αὐτοῦ τῆς συνεχούσης με ἀσθενείας.» Ἦν γὰρ αἱμόρρους χρόνους ἐφ’ ἱκανούς. Ὁ οὖν Διονύσιος, τήν τε τῆς γυναικὸς πίστιν καταπλαγεὶς καὶ τὴν πρὸς θεὸν παρρησίαν τοῦ μεγάλου ὁποίαν εἶναι πληροφορηθῆναι βουλόμενος, μετακαλεῖται τοῦτον. Καὶ δὴ παραγενόμενος, μετὰ τὴν συνήθη εὐχὴν ἀμφοτέρων ἐπὶ τῇ ἐκκλησίᾳ διαναπαυσαμένων καὶ τὰ σωτήρια πρὸς ἀλλήλους διομιλούντων, ἡ γυνὴ λάθρᾳ προσελθοῦσα καὶ τοῦ κρασπέδου τοῦ ἱματίου αὐτοῦ ἁψαμένη εὗρεν εὐθὺς ἄμισθον θεραπείαν.

Ὑποστρέψαντος δὲ τοῦ μεγάλου καὶ παρὰ τὴν τῆς μονῆς πύλην ἔτι ἑστῶτος, ἰδοὺ ἀνὴρ δρομαίως προσελθὼν ἔκραζε λέγων· «Ἐλέησόν με, δοῦλε τοῦ ὄντως θεοῦ· τὸ θυγάτριόν μου κακῶς ὑπὸ τοῦ δαίμονος πάσχει.» Ὁ δὲ τοῦτον ἀφεὶς κράζοντα εἰσῄει ἔνδον.

Πέμψας δὲ τὸν ἐπὶ τῆς πύλης δηλοῖ αὐτῷ· «Ἐπεὶ τὰ ἐνταῦθα ἀνομίλητά εἰσι γυναιξί, ἀπελθὼν κόμισον αὐτῆς τὸ ἱμάτιον· καὶ σφραγισθέν, φεύξεται ἀπ’ αὐτῆς τῇ δυνάμει τοῦ σταυροῦ.» Ὁ δὲ πατὴρ ᾗ ποδῶν εἶχε μετακομίζει τοῦτο. Ὁ δὲ ἅγιος, δριμὺ τούτῳ προσσχών· «Οὐκ ἔστιν αὐτῆς, φησίν, τὸ ἱμάτιον.» Τοῦ δὲ διαβεβαιουμένου τοῦτο καὶ οὐκ ἄλλο εἶναι—ὢ μακαρίων ὀφθαλμῶν—· «Οἶδα κἀγώ, ἔφη· ἀλλὰ τὸ τῆς παρθενίας λυμηναμένη ἔνδυμα, κατερρύπωσεν ἑαυτήν. Ἀλλ’ ἄπιθι καὶ εἰ ἐπαγγέλλεται τοῦ λοιποῦ σωφρονεῖν, ἰᾶται αὐτὴν ὁ κύριος.» Ὁ δέ, τῷ λόγῳ πιστεύσας, εὑρίσκει παρ’ ἐλπίδα ταύτην ἐρρωμένην καὶ σωφρονοῦσαν· ὅμοιον τῷ εἰρημένῳ τὸ ἐπαγόμενον.

Ἕτερός τις, ἔχων τὸν υἱὸν δεινῶς πάσχοντα ὑπὸ τοῦ πονηροῦ, προσῆλθε μετὰ θερμῶν τῶν δακρύων ἐξαιτούμενος τὴν ἴασιν. Ἔλεον τοίνυν αὐτοῦ λαβὼν ὁ μέγας ἐπιδίδωσιν αὐτῷ ἄρτον, σφραγίσας τοῦτον τῷ σημείῳ τοῦ ζωοποιοῦ σταυροῦ καί φησι πρὸς αὐτόν· «Ἄπελθε καὶ τῇ ὥρᾳ τοῦ ἀρίστου ἐπίδος αὐτῷ εἰς βρῶσιν, καὶ φεύξεται ἀπ’ αὐτοῦ τῇ χάριτι τοῦ Χριστοῦ.» Ὁ δέ, μηδὲν ἀδυνατεῖν τῷ ἁγίῳ πιστεύσας, οἴκαδε ἐπάνεισι. Καὶ παραθεὶς τὸν ἄρτον, ὁ πονηρός, οἷα εἰδὼς ὑπ’ αὐτοῦ διώκεσθαι, οὐκέτι εἴα ἅπτεσθαι τούτου. Εἰς ἕκτην οὖν ἡμέραν τοῦτο ποιοῦντος, ὁ πατὴρ μηδὲν ἕτερον εἰς βρῶσιν αὐτῷ παρασχόμενος, χαλεπῶς ὑπὸ τῆς ἀσιτίας ὁ παῖς ἐπιέζετο· διὸ καὶ ἄκων μεταλαμβάνει τούτου. Καὶ εὐθὺς πολλὰ σπαράξαν αὐτὸ τὸ δαιμόνιον ᾤχετο ἐξ αὐτοῦ. Ἀλλὰ τίς ἂν τὸ τῶν θαυμάτων πέλαγος ἐξαντλεῖν πειράσαιτο τοῦ ἀνδρός;

Ἡμεῖς δὲ καὶ πρὸς τὰ ἑξῆς τοῦ λόγου βαδιούμεθα. Ὁ μέντοι προρρηθεὶς Θεόδωρος, εἰ καὶ ἔτι νέαν ἦγε τὴν ἡλικίαν, ἀλλὰ τῇ κατὰ θεὸν προκοπῇ καὶ ὑπὲρ ἥλικας ἀναγόμενος, μεγάλως ὑπὸ τοῦ θείου ἐστέργετο Παχωμίου. Διὸ καὶ ὡς πάντα φέρειν γενναίως τοῦτον εἰδώς, ἐπὶ πᾶσι τοῖς ὑπ’ αὐτοῦ πραττομένοις ἢ ἐνεργουμένοις οὐκ ἐπαύετο ἐπιπλήττων καὶ ἀποσκώπτων.

Ὁ δέ, μὴ δικαιολογεῖν ἑαυτὸν βουλόμενος μηδὲ τῷ ἑαυτοῦ στοιχεῖν θελήματι, ἀλλὰ σπεύδων τὸ τῆς αὐταρεσκείας πάθος ἐξ ἑαυτοῦ ἀποσοβεῖν, ἔχαιρεν ὀνειδιζόμενος καὶ πάσχων κακῶς, ὡς ἐξίστασθαι τὸν μέγαν ἐπὶ τῇ τούτου ὑπομονῇ καὶ μακροθυμίᾳ καὶ τῇ ἀνοθεύτῳ ὑπακοῇ. Ὡς καί ποτε, σύνηθες ὄντι τῷ ἁγίῳ ἑκάστης ἡμέρας μετὰ τὴν ἑωθινὴν δοξολογίαν ἐπισυνάγειν πάντας τοὺς μοναχοὺς εἰς τὸ ἐπακροᾶσθαι τῆς αὐτοῦ διδασκαλίας καὶ κατηχήσεως, ἐν μιᾷ πάντων ὁμοῦ συνελθόντων προστάττει τῷ Θεοδώρῳ ἀντ’ αὐτοῦ ὁμιλῆσαι αὐτοῖς τὰ σωτήρια. Τοῦ δὲ μὴ ἀντιλέγειν εἰδότος, ἀλλ’ ὑπείκειν μᾶλλον ταῖς πατρικαῖς ἐντολαῖς, ἀνοίξας τὸ στόμα πεπαρρησιασμένως τούτοις τὸν τῆς διδασκαλίας προέτεινε λόγον. Ὅπερ εἰς φθόνον οὐ φορητὸν ὑπανάπτει τοῖς συμφοιτηταῖς, ὡς μηδὲ ἀκοῦσαι αὐτοῦ ἀνεχομένοις· διὸ καὶ ἄλλος ἀλλαχοῦ διασκεδασθέντες ὑπεχώρουν. Τοῦτο τῷ πνεύματι γνοὺς ὁ μέγας μετακαλεῖται τούτους καὶ τὸν τῆς ἀναχωρήσεως διαπυνθάνεται τρόπον. Οἱ δέ, ὑπὸ τοῦ πάθους ὥσπερ μεθύοντες· «Ἐπειδή, ἔλεγον, τὰ τῆς διδασκαλίας, τοσούτων προβεβηκότων ὄντων, παιδίον ἐνεχείρισας, φανερῶς καταυθαδιάζεσθαι ἡμῶν πεποιηκώς.»

Λύπη ἐπὶ τούτῳ κατέσχε τὸν μέγαν· καὶ βύθιόν τι καὶ βαρὺ στενάξας· «Οἴδατε, ἔφη, ὦ πατέρες καὶ ἀδελφοί, πόθεν ἡ ἀρχὴ τῆς ἡμῶν ἐκπτώσεως γέγονε καὶ ὁ τοσοῦτος ἑσμὸς τῶν κακῶν εἰς τὸν κόσμον ἐπῆλθεν καὶ ὁ Ἐωσφόρος πτῶμα κατηνέχθη μέγα; Ὄντως βδέλυγμα παρὰ κυρίου πᾶς ὑψηλοκάρδιος. Οὐ γὰρ δὴ τὸν Θεόδωρον καταλιπόντες ὑπανεχωρήσατε, ἀλλὰ τὸν σωτήριον λόγον, ἄμεινον κρίναντες ἐκπεσεῖν τῆς ἡδίστης καὶ σωτηριώδους διδασκαλίας ἢ καταστεῖλαι φλεγμαίνουσαν τὴν ὑπερηφανίαν ὑμῶν. Ὄντως φάσκοντες εἶναι σοφοὶ ἐμωράνθητε· καὶ ἡ ἀσύνετος ὑμῶν καρδία ἐσκότωται. Ἐπ’ ἀληθείας γὰρ λέγω ὑμῖν ὅτι τοσαύτην ἐκαρπωσάμην τὴν ὠφέλειαν ἐκ τῆς τοῦ νέου διδασκαλίας ὅσην οὐδέποτε ἄλλοτε. Διὸ τοίνυν εἰ μὴ μεγίστην ἀπὸ καρδίας ἐπιδείξησθε τὴν μετάνοιαν καὶ τὴν μεταμέλειαν, πᾶσα ὑμῶν ἡ ἄσκησις ἀπόλωλε διὰ τῆς πανωλέθρου ταύτης ὑψηλοφροσύνης.» Τοιούτοις οὖν λόγοις ἱκανῶς παιδεύσας αὐτοὺς τὴν πολλὴν ἐκείνην ἀλαζονείαν καταστέλλει καὶ τὸ οἰκουροῦν ἐν αὐτοῖς ἀποδιώκει πάθος. Καὶ ἦσαν τὸ ἀπὸ τοῦδε ἐν πολλῇ μετριοφροσύνῃ καὶ ἀγάπῃ διάγοντες.

Τοιοῦτος ἦν ὁ σοφὸς τὰ θεῖα Παχώμιος πρὸς βελτίωσιν τῶν ἁμαρτανόντων ὡς μηδὲ δευτέρου δεῖσθαι λόγου. Τούτῳ ἔδοξέ ποτε ἅμα τοῖς ἀδελφοῖς εἰς συλλογὴν ἐξιέναι τῶν θρύων. Καὶ δὴ συνέβη καταμαλακισθῆναι τὸ σῶμα ἐκ τοῦ πολλοῦ καμάτου, ὥστε καὶ ῥίγει συνέχεσθαι. Τοῦτον οὕτως ἐπανακάμψαντα ἰδὼν ὁ Θεόδωρος καὶ σφοδρῶς ῥιγνῦντα, ῥάκος τι παρὰ τὸ σύνηθες ἐπιβάλλει ἄνωθεν τούτου. Ὁ δέ, ἐπὶ τὸ γεγονὸς ἀνιαθείς· «Ἆρον τοῦτο ἀπ’ ἐμοῦ, ἔφη. Ἵνα τί καὶ παραθράττειν βούλει τὸν ἡμέτερον κανόνα;» Εἶτα εἰς τρίτην ἡμέραν ἄσιτος διαμένων, ὁ Θεόδωρος, τὸ πρὸς αὐτὸν φίλτρον νυττόμενος, φοίνικας αὐτῷ ἐπιφέρει καὶ ἰσχάδας, παρακαλῶν μεταλαβεῖν μικρὸν καὶ ἑαυτὸν ἀνακτήσασθαι πεπονηκότα. Ὁ δέ, πρὸς αὐτὸν τὸ ὄμμα διάρας, ἔφη· «Πόσους οἴει τῶν πενίᾳ συζώντων καὶ ἀρρωστίᾳ κατεχομένων παρακλήσεως ἐρήμους τυγχάνειν; Ἆρα μὴ διὰ τοῦτο τὰ τῆς νόσου αὐτοῖς ἐπεκτείνεται καὶ οὐχὶ μᾶλλον ἀντιλήψεως θείας ἀξιοῦνται, εἰ ὅλως μετ’ εὐχαριστίας ὑποφέρειν ταῦτα σπεύδουσιν;

Τοῦτο τοίνυν ἴσθι καὶ ἐφ’ ἡμῶν καὶ οὐκ ἀνέχεσθαι ταλαιπωρεῖσθαι ἡμᾶς. Σύνηθες γὰρ τῷ πονηρῷ διὰ πάσης ἐπινοίας παρεμποδιάζειν τοὺς κατὰ θεὸν προκόπτειν ἐθέλοντας. Καὶ γὰρ ἐμοῦ ποτε σφόδρα πυρέττοντος καὶ ἀσιτίᾳ ἐκτετηκότος, συνεὶς τέχνην εἶναι τοῦ πονηροῦ οὐ διελίμπανον τῶν συνάξεων, ἀλλὰ σὺν προθυμίᾳ ταύτας συνεχόμενος ἐπετέλουν· καὶ ᾐσθόμην κουφισμοῦ τινος· εἶτα καὶ συναριστεῖν τοῖς ἀδελφοῖς ἐπεχείρουν καὶ συγκοπιᾶν· καὶ εὐθὺς πᾶσα ἡ τοῦ σώματος μαλακία ἐξ ἐμοῦ ἀπηλαύνετο, μείνας ἐκ τούτου ἀπείραστος τὸ παράπαν εἰς ἔτι.» Καὶ ταῦτα ἐκεῖνος διεξιὼν οὐ μόνον ἑαυτὸν ἐνίσχυέ τε καὶ ἀνερρώννυεν, ἀλλὰ καὶ τοὺς συνόντας πρὸς ὑπομονὴν διεθέρμαινε καὶ τὸν ὅμοιον ζῆλον.