Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Παχώμιος ὁ Μέγας – Βίος Παχωμίου (δεύτερος)

Παχώμιος ὁ Μέγας

Διδασκαλία περί πρακτικής αρετής και απόρριψη των αιρετικών προκλήσεων

Ο ρόλος του φόβου του Θεού, η καταδίκη της επίδειξης θαυμάτων έναντι των αιρετικών και η έμφαση στη μελέτη των Γραφών και την αγρυπνία.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Παχώμιος ὁ Μέγας

—

Κεφάλαιο 9 από 16

Οὕτως καθ’ ἑκάστην μονὴν παραγινόμενος ὠφέλει αὐτοὺς καὶ καθήμενος τὰς ἁγίας αὐτοῖς ἐξηγεῖτο γραφὰς καὶ παρεκάλει πρῶτον μὲν ἀμέμπτους εἶναι, εἰδέναι δὲ καὶ μὴ ἀγνοεῖν τὴν πανουργίαν τῶν ἐχθρῶν, ἀντικεῖσθαι δὲ αὐτοῖς τῇ δυνάμει τοῦ ἁγίου πνεύματος καὶ συνεχῶς λέγειν· «Ἐν τῷ Θεῷ ποιήσομεν δύναμιν, καὶ αὐτὸς ἐξουδενώσει τοὺς ἐχθροὺς ἡμῶν.» 47. Τῶν οὖν ἀδελφῶν τις ἠρώτα αὐτόν· «Τί δήποτε πρὸ μὲν τῆς ἐπιστασίας τοῦ ἐνοχλοῦντος δαίμονος, σῶον ἔχοντες τὸ τῆς διανοίας φρόνημα, περὶ ἐγκρατείας καὶ ταπεινοφροσύνης καὶ τῶν ἄλλων ἀρετῶν φιλοσοφοῦμεν· καιροῦ δὲ καλοῦντος ὥστε ἔργῳ τὰ φιλοσοφούμενα ἐπιδείξασθαι, οἷον μακροθυμίαν ἐν καιρῷ τοῦ θυμοῦ, ἀμνησικακίαν ἐν καιρῷ τῆς ὀργῆς, ἀκενόδοξον φρόνημα ἐπαίνου προκειμένου, καὶ ἄλλα τοιαῦτα πολλά, οὐκ ἰσχύομεν;»

Πρὸς ὃν ἀνταπεκρίθη φήσας οὕτως ὁ ἅγιος· «Ἐπειδήπερ τελείως τὴν ἀρετὴν οὐ μετερχόμεθα, διὰ τοῦτο πᾶσαν τὴν τῶν δαιμόνων ἕξιν τε καὶ μετεμπλοκὴν οὐκ ἐπιστάμεθα, πρὸς τὸ δύνασθαι ἡμᾶς τὴν τοῦ ἐνοχλοῦντος παρουσίαν ὀξυτέρᾳ τῇ θεωρητικῇ δυνάμει τῆς ψυχῆς ἀποστῆσαι καὶ τὴν περικειμένην σύγχυσιν τῶν τοιούτων λογισμῶν ἀποκρούσασθαι· διὸ ἀνάγκη καθ’ ἑκάστην ἡμέραν τε καὶ ὥραν τῷ θεωρητικῷ μέρει τῆς ψυχῆς καθάπερ ἔλαιον ἐπιχέειν τὸν πρὸς Θεὸν φόβον, ὅστις πρακτικῆς ὢν ποιητικὸς καὶ λύχνος πρὸς τὴν θεωρίαν τῶν ὑποβαλλομένων ἡμῖν τυγχάνων, ἄσειστον μὲν τὸν νοῦν ἡμῶν ἀπεργάζεται, πρὸς δὲ ὀργὴν καὶ θυμὸν καὶ μνησικακίαν καὶ ἕτερόν τι τῶν εἰς κακίαν ἐκμοχλευόντων ἡμᾶς παθῶν οὐχ ἁρπάσει· θεωρητικὸν δὲ καὶ μετάρσιον πρὸς τὴν τῶν ἀσωμάτων χώραν ποιήσας, τῶν ὑπὸ τῶν τοιούτων δαιμόνων ἐνεργουμένων καταφρονεῖν παραθαρρύνει, καὶ πατεῖν κατὰ τὸ γεγραμμένον παρασκευάζει ἐπάνω ὄφεων καὶ σκορπίων καὶ ἐπὶ πᾶσαν τὴν δύναμιν τοῦ ἐχθροῦ.» 48. Ταῦτα αὐτοῦ τοῖς ἀδελφοῖς ἐπιλύοντος καὶ σαφῶς τοὺς πολέμους τοῦ ἐχθροῦ ὑπογράφοντος, αἱρετικοί τινες ἀσκηταὶ τριχίνοις ἐνδύμασι τὸ ἔνδοθεν κατακρύπτοντες αὐτῶν, παραγενόμενοι τοῖς πρὸς ταῖς θύραις ἀδελφοῖς ἔλεγον ὑπὸ τοῦ ἰδίου πατρὸς πρὸς τὸν μέγαν ἀπεσταλμένοι· «Εἰσελθόντες οὖν, φησίν, εἴπατε πρὸς αὐτόν· Εἰ ἀληθῶς τοῦ Θεοῦ ἄνθρωπος εἶ καὶ πέποιθας εἰσακούειν σου τὸν Θεόν, δεῦρο δὴ κοινῶς ἡμετέροις ποσὶ τὸν ποταμὸν διαβῶμεν τοῦτον, ὅπως γνῶσι πάντες τίς ἡμῶν μᾶλλον παρρησίαν κέκτηται πρὸς τὸν Θεόν, ἡμεῖς ἢ σύ.»

Ἀναγγειλάντων δὲ τῶν ἀδελφῶν ταῦτα τῷ Παχωμίῳ, ἀγανακτήσας ἔφη πρὸς αὐτούς· «Ὅλως γάρ, εἴπατέ μοι, κατεδέξασθε κλῖναι τὰ ὦτα ὑμῶν αὐτοῖς; οὐκ ἔγνωτε ὅτι τὰ τοιαῦτα προβλήματα ἀλλότρια τυγχάνει Θεοῦ καὶ ξένα παντελῶς, οὐ λέγω τῆς ἡμετέρας πολιτείας, ἀλλ’ οὐδὲ κοσμικοῖς τοῖς εὖ φρονοῦσιν καὶ ἀληθῶς οὖσι χριστιανοῖς; Ποῖος γὰρ νόμος ἐπιτρέπει ἡμῖν ταῦτα ποιεῖν ἢ προβάλλεσθαι; Τί δὲ ἀθλιώτερον τῷ ὄντι τῆς ἀνοίας ταύτης καθέστηκε, τὸ καταλείψαντά με τὸ πενθεῖν τὰς ἐμὰς ἁμαρτίας καὶ ὅπως ὀφείλω φυγεῖν τὴν αἰώνιον κόλασιν, νηπιάζειν ταῖς φρεσὶ καὶ τοιούτοις προβλήμασι χρᾶσθαι;» Πάλιν οὖν οἱ ἀδελφοὶ πρὸς αὐτὸν εἶπαν· «Ἆρα οὖν αἱρετικοὶ ὄντες οὗτοι καὶ ἀλλότριοι τοῦ Θεοῦ προσκαλέσασθαί σε εἰς τοῦτο τεθαρρήκασιν;» Ὁ δὲ ἀποκριθεὶς εἶπεν αὐτοῖς· «Ναί, αἱρετικῶν τοῦτο τὸ πρόβλημα· οὐκ ἀνέγνωτε δὲ τὴν ῥῆσιν τὴν ἀποστολικὴν τὴν λέγουσαν· Κατὰ δὲ τὴν σκληρότητα αὐτῶν καὶ ἀμετανόητον καρδίαν παρέδωκεν αὐτοὺς ὁ Θεὸς εἰς ἀδόκιμον νοῦν, εἰς τὸ εἶναι αὐτοὺς ἀναπολογήτους; Καὶ νῦν οὗτοι κατὰ συγχώρησιν Θεοῦ ἠδύναντο ἴσως περᾶσαι τὸν ποταμὸν ὡς διὰ ξηρᾶς, συνεργοῦντος αὐτοῖς τοῦ διαβόλου πρὸς τὸ τὴν αἵρεσιν τῆς ἀσεβείας αὐτοῦ τοῖς ἐπερειδομένοις ἐπ’ αὐτὸν βεβαιωθῆναι καὶ τῷ δράματι τῆς ἐπιχειρήσεως ταύτης πίστιν τισὶ τῶν ἤδη ἠπατημένων ὑπ’ αὐτοῦ παρασχεῖν. Ἐμοὶ δὲ νῦν οὐκ ἀναγκαῖον τοῦτο.

Ἐξελθόντες τοιγαροῦν εἴπατε τοῖς τὴν τοιαύτην ὑμῖν προβαλλομένοις φωνήν· Τάδε λέγει ὁ ἄνθρωπος τοῦ Θεοῦ Παχώμιος· Ὁ ἐμὸς ἀγὼν καὶ ἡ πᾶσά μου σπουδὴ οὐ τὸ πεζοπορῆσαί ἐστι ποταμὸν ἢ διαπτῆναι τὰ ὄρη ἢ ἐπιτάξαι θηρίοις ἃ ἐξ ἀρχῆς ὑπέταξεν ὁ Θεὸς τῷ ἀνθρώπῳ, ἀλλὰ διαλαβεῖν ἐν ἑαυτῷ τὴν κρίσιν τοῦ Θεοῦ καὶ ὑπερπηδᾶν τὰς διαβολικὰς μεθοδείας τῇ τοῦ Κυρίου δυνάμει, τοῦ πατεῖν κελεύσαντος ἐπάνω ὄφεων καὶ σκορπίων καὶ ἐπὶ πᾶσαν τὴν δύναμιν τοῦ ἐχθροῦ. Τούτων γάρ μοι παρὰ Κυρίου δωρηθέντων, καὶ τὰ λοιπὰ πάντως ἐπακολουθήσει.» Καὶ ταῦτα εἰπὼν πάλιν παρηγγύα τοῖς ἀδελφοῖς μὴ ἐπὶ οἰκείοις κατορθώμασι μεγαλοφρονεῖν μηδὲ ἐπτοῆσθαι ὀπτασίαις τισὶ μηδὲ πειράζειν διὰ τοιούτων αἰτήσεων τὸ θεῖον· ὅτι πολλαὶ αἱ μηχαναὶ τοῦ ἀντιπάλου καὶ ὅτι τὰ τοιαῦτα παντὶ ἀνθρώπῳ περιττὰ καὶ ἐπικίνδυνα ὑπάρχει, φήσαντος πρὸς τὸν ἐχθρὸν τοῦ σωτηρίου Λόγου· «Οὐκ ἐκπειράσεις Κύριον τὸν Θεόν σου.» 49. Μετὰ γοῦν πάντας τοὺς λόγους τούτους ἀναστὰς ὁ γέρων ηὔξατο, καὶ παρεκάλει τὸν Κύριον ἀεὶ μνημονεύειν τοῦ λόγου αὐτοῦ εἰς σωτηρίαν. Καὶ οὕτως ἀνεχώρησεν ἕκαστος τῶν ἀδελφῶν εἰς τὸ διατεταγμένον αὐτοῖς ἔργον, τὰς θείας μελετῶντες γραφάς.

Ἀδύνατον γὰρ ἦν τινα αὐτῶν φθέγξασθαι ῥῆμα ἀργὸν ἢ κοσμικόν, ἀλλὰ κατὰ τὸ γεγραμμένον· «Τὸ στόμα μου μελετήσει σοφίαν, καὶ ἡ μελέτη τῆς καρδίας μου σύνεσιν,» ἕκαστος τοίνυν ἢ γραφικὴν ἐπίλυσιν ἢ περὶ κατορθώματος καὶ βίου πατέρων τῷ πλησίον ἐκοινολογεῖτο. Οὕτως δὲ αὐτοῖς ἡ τοῦ κόσμου ματαιότης καταπεπάτητο, ὥς τινας αὐτῶν κοιμηθῆναι μήτε ἐπισταμένους ἀργυρίου ἢ χρυσίου τὸ σύνολον ἰδέαν.

50. Ἀποπλέων γοῦν ἅμα ἀδελφοῖς τισιν ἐπὶ τὸ μοναστήριον, μήπω δὲ φθάσας διὰ τὸ κεκλικέναι ἤδη πρὸς ἑσπέραν τὴν ἡμέραν, ἔφη αὐτοῖς· «Θέλετε ἀγρυπνήσωμεν τὴν νύκτα ταύτην;» Λέγουσιν αὐτῷ· «Ὡς δοκεῖ σοι, πάτερ.» Λέγει πάλιν αὐτοῖς· «Δύο τύπους προσευχῆς ὑπὸ τοῦ ἁγίου πατρὸς ἡμῶν ἐδιδάχθην Παλάμωνος· ἢ εὐξώμεθα ἕως μεσονυκτίου καὶ ἕως πρωῒ ἀναπαυσώμεθα, ἢ ὑπνώσωμεν ἕως μέσης νυκτὸς καὶ οὕτως ἀρξάμενοι εὐξώμεθα ἕως πρωΐ.» Αὐτῶν δὲ τὸ τελευταῖον ἐκλεξαμένων, ἔμεινεν ὁ γέρων εἰκάζων νηφόντως τὰς ὥρας τοῦ τε ὕπνου καὶ τῆς εὐχῆς· ἔμπειρος γὰρ ἦν τῆς ἀγρυπνίας καὶ ἕτοιμος πρὸς τοὺς ἁρμοδίους αὐτῷ κανόνας. Αὐτοὶ δὲ πολὺ τοῦ ἀνδρὸς ἀπολειφθέντες ὤκλασαν πρὸς τὴν σύναξιν. Ὁ μὲν γὰρ πάντη ἐκρύβη ἀπ’ αὐτοῦ—ἦν γὰρ κεκοπιακώς—καὶ δι’ ὅλης τῆς νυκτὸς ὕπνωσεν. Ὁ δὲ ἕτερος ῥίψας ἑαυτὸν εἰς τὸν σηκὸν ἔμεινεν ἐπὶ πολὺ θεραπεύων τὸν ὕπνον· ὅνπερ πρὸς ὄρθρον καλέσας εἰς τὴν προσευχὴν στῆναι μετ’ αὐτοῦ παρεσκεύασεν. Αὐτὸς δὲ τὰς χεῖρας κατὰ τὸ εἰωθὸς αὐτῷ δι’ ὅλης σταυρώσας τῆς νυκτὸς ἔμεινεν ἀκλινὴς ἕως οὗ ἐπλήρωσε τὴν εὐχήν. Ἐλάσαντες δὲ αὖθις πολλοὺς σταδίους ἥκασιν ἐν τῇ μονῇ.

Κορνήλιος οὖν ὁ οἰκονόμος, ἀκούσας παραγεγονέναι τὸν μέγαν, ἠρώτα τὸν ἕνα τῶν μετ’ αὐτοῦ ἀδελφῶν· «Τί, λέγων, ἐποίει ὁ πατὴρ ἡμῶν ἢ ποῦ διέτριβε τὰς μεταξὺ ταύτας ἡμέρας;» Λέγει αὐτῷ ὁ ἀδελφός· «Γινώσκεις μὲν τὸν ἄνδρα καὶ τὴν σπουδὴν αὐτοῦ· πλὴν ἱκανῶς ἡμᾶς ἐπαίδευσεν ἐν ταύτῃ τῇ νυκτί.» Διηγησαμένου δὲ αὐτοῦ ἅπαντα, φησὶν ὁ Κορνήλιος πρὸς αὐτόν· «Ὢ ἀσθένεια· καὶ συνεχώρησας ἄτονον γέροντα νικῆσαί σε τὸν νεανίσκον;» Αὐτῶν δὲ λαλούντων ἐπηκροᾶτο ὁ μέγας τῷ πνεύματι. Ὀψίας γοῦν γενομένης, λέγει τῷ Κορνηλίῳ· «Ἐπειδή με χθὲς ῥᾳθυμία τις κατέλαβε, βούλει σήμερον πληρώσωμεν τὸ χρέος στάντες εἰς εὐχήν; Γέγραπται γάρ· εὔξασθε καὶ ἀπόδοτε Κυρίῳ τῷ Θεῷ ἡμῶν. Ἀλλὰ συναγρύπνησον ἡμῖν.» Τοῦ δὲ εἰπόντος· «Ὡς βούλει αὐτός, ὦ πάτερ», παραυτίκα ἐν τῇ κέλλῃ τὸ ποθούμενον ἤνυεν, ἕλκων μὲν ἐπὶ πολὺ τὴν εὐχήν, τὸν δὲ Κορνήλιον ἱκανῶς πρὸς τὰ ῥηθέντα παιδεύων, διδάσκων τε συμπάσχειν καὶ τὸν παλαιὸν χρηστότερον ἡγεῖσθαι.

Μετὰ δὲ τὴν καθολικὴν τῶν ἀδελφῶν λειτουργίαν τῆς ἐπὶ τὸ αὐτὸ συνάξεως, παυσαμένου αὐτοῦ τῆς εὐχῆς, λέγει αὐτῷ ὁ ἀδελφός· «Τί ἐποίησας, ὦ πάτερ; Οὐδὲ ἐγευσάμην ὕδατος ἑσπέρας μεταλαβὼν τῆς τροφῆς.» Λέγει αὐτῷ· «Καὶ ἀφῆκας γέροντα ἄτονον νικῆσαί σε εἰς εὐχήν, Κορνήλιε;» Τότε γνοὺς ὅτι οὐκ ἔλαθεν, ἀλλ’ ἐπέστη ὁ μέγας τοῖς ῥήμασιν αὐτοῦ οἷς εἶπε τῷ ἀδελφῷ· «Ἥμαρτον, ἔφη· συγχώρησόν μοι, ὅτι οὐκ ὀρθῶς ἐλογισάμην ἢ ἐλάλησα. Τὸ γὰρ ἐν σοὶ πνεῦμα ἅγιον ἐνοικοῦν ἐστι, καὶ δύναμις Θεοῦ ἐστι μετὰ σοῦ.» Οὕτως οὖν καὶ τοῦτον καλῶς παιδεύσας ἀπέλυσε.