Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Παχώμιος ὁ Μέγας – Βίος Παχωμίου (δεύτερος)

Παχώμιος ὁ Μέγας

Η πνευματική καθοδήγηση του Θεοδώρου και η αντιμετώπιση της μοναχικής ραθυμίας

Η δράση του Θεοδώρου ως πνευματικού καθοδηγητή, ο έλεγχος των υπερήφανων πρεσβυτέρων και η συνεχής προτροπή του Παχωμίου σε νήψη και διαφύλαξη των αρετών.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Παχώμιος ὁ Μέγας

—

Κεφάλαιο 10 από 16

51. Καὶ ἀρξάμενος πάλιν παρῄνει τοῖς ἀδελφοῖς μὴ προσέχειν ὡραιότητι καὶ κάλλει τοῦ αἰῶνος τούτου, μὴ βρώματι καλῷ ἢ ἐνδύματι· τὸ γὰρ κάλλος αὐτῶν ἐν ταῖς ἐντολαῖς ἐδείκνυεν εἶναι τοῦ Θεοῦ, κατὰ τὸν ψαλμῳδὸν λέγοντα· «Κύριε, ἐν τῷ θελήματί σου παρέσχου τῷ κάλλει μου δύναμιν.» Τὸ κάλλος οὖν μόνον τῶν ἀρετῶν ἐπιζητῶμεν, ὅπερ καὶ συμφέρει. «Εἴπατε γάρ μοι, φησίν, ὁ Ἰωσὴφ οὐκ ἦν ὡραῖος τῇ ὄψει σφόδρα; Ἀλλ’ οὐκ ἐκ τοῦ ὁρωμένου κάλλους γέγονε βασιλεύς· ἀλλ’ ἐκ τῆς ἐνοικούσης αὐτῷ τῶν ἀρετῶν λαμπρότητος ἔφυγε τὰ δεινὰ καὶ τὴν δυσειδῆ καὶ εὐπερίστατον ἐνίκησε καὶ ἔφυγεν ἁμαρτίαν, ἧς τὸ ζοφῶδες οὐ τοῦ παρόντος ἀναζωγραφεῖν καιροῦ. Ἀλλ’ οὐχ ὁ Ἀμνὼν ἢ ὁ Ἀβεσαλὼμ τοιοῦτοι· πεποιθότες δὲ ἐπὶ τῇ τοῦ σώματος μόνου ὡραιότητι ὤλοντο τέλεον διαφόροις κακοῖς ἑαυτοὺς περιπείραντες καὶ οὐ λαθόντες τὴν δίκην. Ἀλλ’ ἡμεῖς προσέχωμεν ἑαυτοῖς, ἀγαπητοί, ἀπὸ πάσης ἐπιθυμίας σαρκικῆς ἑαυτοὺς μακρύνοντες, ἵν’ οὕτως τῶν αἰωνίων ἀγαθῶν ἐν μετουσίᾳ γενώμεθα, τὸ ἀληθινὸν κάλλος πάλιν ἀπολαμβάνοντες.» Ταῦτα αὐτοῦ λέγοντος, ἦλθεν ἐκεῖσε Παφνούτιος, ἀδελφὸς τοῦ Θεοδώρου, ἐξαιτῶν καὶ αὐτὸς γενέσθαι μοναχός. Μὴ βουλομένου δὲ αὐτοῦ αὐτῷ τὸ σύνολον ὡς ἀδελφῷ χρήσασθαι—ἀπεκδέδυτο γὰρ τὸν παλαιὸν ἄνθρωπον—ἀνιώμενος σφόδρα καὶ δακρύων ὁ Παφνούτιος διετέλει.

Μαθὼν δὲ ὁ μέγας λέγει αὐτῷ· «Καλὴ ἡ συγκατάβασις πρὸς τοὺς τοιούτους ἐν ταῖς ἀρχαῖς, ἀδελφέ· ὡς γὰρ νεοφύτῳ δένδρῳ ἡ πολλὴ ἁρμόζει φιλοκαλία, οὕτως καὶ τῷ τῆς ἀσκήσεως ἀρχομένῳ, ἕως ἂν καὶ αὐτὸς τῇ τοῦ Κυρίου χάριτι ῥιζωθεὶς τῇ πίστει στηριχθῇ.» Ταῦτα ἀκούσας ὁ Θεόδωρος εἶξε τῷ πατρὶ κατὰ τὸ διατεταγμένον αὐτῷ ἐν ἅπασι στηρίζων τὸν ἀδελφόν· ἦν γὰρ συνιῶν τὰ λεγόμενα.

52. Ἀδελφοῦ δέ τινος περιλύπου γενομένου διὰ τὸ συχνότερον ἐλέγχεσθαι αὐτὸν ὑπὸ τοῦ πατρὸς διδασκόμενον τὸ ἀγαθὸν καὶ ἑτοίμου ὄντος πρὸς φυγήν, σχηματισάμενος ὁ Θεόδωρός φησι πρὸς αὐτόν· «Γινώσκεις ἄρα, ἀδελφέ, ὅτι ὁ λόγος τοῦ γέροντος τούτου ἀπότομός ἐστιν ὑπὲρ τὸ μέτρον. Οὐκ οἶδα εἰ δύναμαι ἐγὼ ὑπομεῖναι ἐνταῦθα.» Ὁ δὲ ὥσπερ ἀποθέμενος τὸ ἴδιον βάρος καὶ καλῶς ἐν τῷ ἑτέρῳ διαβλέψας φησὶ πρὸς αὐτόν· «Καὶ σὺ τοῦτο πάσχεις;» Ὁ δὲ Θεόδωρος λέγει πρὸς αὐτόν· «Καὶ σφόδρα πάσχω· ἀλλ’ εἰ βούλει, γενώμεθα ἅμα πρὸς τὸ παραμυθεῖσθαι ἑαυτούς, ἕως ἂν πειράσωμεν αὐτὸν ἔτι ἅπαξ· ἐὰν μὲν χρηστὸς πρὸς ἡμᾶς γένηται, καὶ δὴ μένομεν ἐνταῦθα· εἰ δὲ μή γε, ἀπερχόμεθα καθ’ ἑαυτούς.» Ταῦτα ἀκούσας ὁ ἀδελφὸς ἐνισχύθη ἐκ τῆς τῶν λογισμῶν ἀσθενείας. Ὁ δὲ Θεόδωρος, πορευθεὶς πρὸς τὸν Παχώμιον, τὴν ὑπόθεσιν ὡς ἐνῆν αὐτῷ διηγήσατο. Ὁ δὲ λέγει αὐτῷ· «Καλῶς ἐποίησας, τέκνον· ἀλλ’ ἄγαγε αὐτὸν μετὰ σεαυτοῦ, καὶ ἐπ’ αὐτοῦ πάλιν, ὡς ἔνι, διαμεμψαμένου σου τὴν βουλὴν αὐτοῦ, ἥνπερ δίδωσιν Θεὸς πληροφορίαν ἐντελέστερον ὁ ἀδελφὸς λαμβάνει.» Ἐλθόντων δὲ αὐτῶν ἅμα καὶ τοῦ Θεοδώρου κατὰ τὴν τοῦ πατρὸς διδασκαλίαν ἐλέγχοντος αὐτόν, κύψας ὁ πατήρ· «Συγχωρήσατέ μοι, φησίν, ἀδελφοί, ὅτι ἐγὼ ἥμαρτον· ὀφείλετε δὲ καὶ αὐτοὶ ὡς γνήσιοι υἱοὶ φέρειν τὸν πατέρα ὑμῶν.» Καὶ οὕτως σοφῇ πανουργίᾳ χρησάμενος ὠφέλησεν αὐτούς.

53. Τούτου τοῦ Θεοδώρου τὸ συνετὸν θεασάμενος ὁ Παχώμιος καὶ ὅτι δύναται συγκροτεῖν τοὺς ἀσθενεστέρους, λίαν ἔχαιρεν ἐπ’ αὐτῷ. Ἔθος οὖν ἦν ἅπασι καθ’ ἑκάστην ἑσπέραν ἐν ἑνὶ τόπῳ τῆς μονῆς συνερχομένους ἐπακούειν τῆς τοῦ μεγάλου διδασκαλίας. Συναχθέντων δὲ πάντων ἐπὶ τὸ αὐτό, κελεύει τῷ Θεοδώρῳ εἰκοσαετεῖ τυγχάνοντι λαλῆσαι τοῖς ἀδελφοῖς τὸν λόγον τοῦ Θεοῦ. Ὁ δὲ παραχρῆμα ἄνευ τινὸς ἀντιλογίας ἢ παρακοῆς ἀνοίξας τὸ στόμα αὐτοῦ ἐλάλησεν αὐτοῖς πολλὰ πρὸς ὠφέλειαν συντείνοντα. Τινὲς τοίνυν τῶν ἀρχαιοτέρων γερόντων θεασάμενοι τὸ γεγονὸς οὐκ ἠβουλήθησαν ἀκοῦσαι αὐτοῦ, εἰπόντες πρὸς ἀλλήλους· «Ἐπειδὴ ὁ ἀρχάριος οὗτος ἡμᾶς διδάσκει, οὐκ ἀκουσόμεθα αὐτοῦ.» Καὶ καταλείψαντες τὴν ἐπισυναγωγὴν ἀνεχώρησαν ἕκαστος εἰς τὸ κελλίον αὐτοῦ. Πληρωθείσης δὲ τῆς διδασκαλίας, ἀποστείλας ὁ μέγας ἐκάλεσεν αὐτούς. Ἐλθόντων δὲ αὐτῶν πρὸς αὐτόν, ἠρώτα αὐτοὺς λέγων· «Τίνος ἕνεκεν καταλείψαντες τὴν ἀκρόασιν ἀνεχωρήσατε εἰς τὰ κελλία ὑμῶν;» Οἱ δέ φασιν· «Ὅτι παιδίον τοσούτων γερόντων καὶ προβεβηκότων ἐν τῇ μονῇ διδάσκαλον κατέστησας.» Ταῦτα ἀκούσας ἐστέναξε μέγα, καὶ κατηφὴς γενόμενός φησι πρὸς αὐτούς· «Οἴδατε πόθεν ἡ ἀρχὴ τῶν κακῶν εἰς τὸν κόσμον εἰσῆλθεν;» Εἰπόντων δὲ αὐτῶν· «Πόθεν;»

ἀποκριθεὶς λέγει αὐτοῖς· «Ἐκ τῆς ὑπερηφανίας, δι’ ἣν καὶ ὁ ἑωσφόρος ὁ πρωῒ ἀνατέλλων ἐξέπεσεν ἐκ τοῦ οὐρανοῦ καὶ συνετρίβη ἐπὶ τὴν γῆν· δι’ ἣν μετὰ τῶν θηρίων συνῴκησε Ναβουχοδονόσορ ὁ βασιλεὺς Βαβυλῶνος.

Ἢ οὐκ ἠκούσατε τὸ γεγραμμένον, ὅτι βδέλυγμα παρὰ Κυρίῳ πᾶς ἀνὴρ ὑψηλοκάρδιος, καὶ ὅτι πᾶς ὁ ὑψῶν ἑαυτὸν ταπεινωθήσεται, ὁ δὲ ταπεινῶν ἑαυτὸν ὑψωθήσεται; Τοιγαροῦν ἀγνοήσαντες ἐσκυλεύθητε ὑπὸ τοῦ διαβόλου, πᾶσαν ὑμῶν τὴν ἀρετὴν ἀπολέσαντες· μήτηρ γὰρ καὶ ἀρχὴ πάντων τῶν κακῶν ἐστιν ἡ ὑπερηφανία. Οὐ γὰρ Θεόδωρον καταλείψαντες ἀπήλθατε, ἀλλὰ τὸν λόγον τοῦ Θεοῦ ἀποφυγόντες, τοῦ ἁγίου πνεύματος ἐχωρίσθητε.

Ἀληθῶς παντὸς οἴκτου ἄξιοι ὑμεῖς. Πῶς οὐ συνήκατε ὅτι ὁ Σατανᾶς ἦν ὁ ἐνεργήσας ὑμῖν εἰς τοῦτο ἐλθεῖν; Ὢ μεγάλου θαύματος· Θεὸς ἐταπείνωσεν ἑαυτὸν γενόμενος ὑπήκοος ἄχρι θανάτου δι’ ἡμᾶς, καὶ ἡμεῖς ταπεινοὶ ὄντες κατὰ φύσιν ἐπαιρόμεθα· ὁ φύσει ὑψηλὸς καὶ λίαν ὑπερμεγέθης διὰ τῆς ταπεινώσεως τὸν κόσμον περιεποιήσατο, δυνάμενος καὶ βλέμματι μόνῳ τὰ σύμπαντα καταφλέξαι· οἱ δὲ γῆ ὄντες καὶ σποδὸς καὶ εἴ τι τούτων εὐτελέστερον, φυσιούμεθα, ἀγνοοῦντες ὅτι ἐντεῦθεν εἰς τὰ κατώτατα τῆς γῆς ἑαυτοὺς παραπεμπόμεθα.

Οὐκ ἐθεάσασθε κἀμὲ μετὰ πολλῆς ἀκροώμενον τῆς ἀκριβείας; Λέγω δὲ ὑμῖν ὅτι ἐγὼ ὠφελήθην μεγάλως ἀκούσας αὐτοῦ· οὐ γὰρ ὡς δοκιμάζων ὑμᾶς ἐπέτρεψα αὐτῷ λαλῆσαι ὑμῖν· ἀλλ’ ὡς προσδοκῶν καὶ αὐτὸς ὠφεληθήσεσθαι. Πόσῳ οὖν μᾶλλον ἔδει ὑμᾶς μετὰ ταπεινοφροσύνης πολλῆς ἀκοῦσαι αὐτοῦ; Ἐπ’ ἀληθείας λέγω, ὅτι ἐγὼ ὁ ἐν Κυρίῳ πατὴρ ὑμῶν, ὡς μὴ εἰδὼς δεξιὰν ἢ ἀριστερὰν οὕτως ἐπηκροώμην. Ὑμῖν οὖν ἐνώπιον τοῦ Θεοῦ λέγω, ὅτι ἐὰν μὴ μεγίστην ὑπὲρ τοῦ πταίσματος τούτου ἐπιδείξησθε τὴν μετάνοιαν, ὥστε συγχωρηθῆναι ὑμῖν τὸ παράπτωμα, εἰς ἀπώλειαν ἔσεσθε· καὶ τῆς κακίστης ταύτης ἀρχῆς ἐν ὑμῖν γενομένης, οὐ μὴ παύσησθε ἕως ἂν εἰς τὴν ἐσχάτην τῆς κατακρίσεως ἀπόφασιν φθάσητε.» Καὶ τούτοις τοῖς λόγοις ἱκανῶς ἐπιστύψας τὸ τῆς ὑπερηφανίας ἕλκος, παρεμυθεῖτο τὴν νόσον, μετρίως αὐτοὺς διορθωσάμενος. Ἦν γὰρ καὶ ἀπότομος ἡνίκα ἔδει, καὶ χρηστὸς πάλιν καιροῦ καλοῦντος, ἐλέγχων τε καὶ παρορμῶν πρὸς τὸ ἀγαθὸν τοὺς ἁμαρτάνοντας.

54. Ἀδελφὸν γοῦν τινα οὐκ ὀρθῶς πορευόμενον, ἀλλὰ τῷ ἰδίῳ ἐξακολουθοῦντα θελήματι, κατ’ ἰδίαν λαβὼν παρῄνει αὐτὸν λέγων· «Ἀδελφέ, εἰ λέγει ὁ Κύριος· «Ἐκ τοῦ οὐρανοῦ καταβέβηκα οὐχ ἵνα ποιῶ τὸ θέλημα τὸ ἐμόν, ἀλλὰ τὸ θέλημα τοῦ πέμψαντός με», καὶ αὐτὸς ὀφείλεις ἀκούειν ἡμῶν. Ὁρῶ γάρ σε φθονούμενον ὑπὸ τοῦ ἐχθροῦ καὶ τὸν κάματόν σου διὰ πολλῶν συλούμενον. Στοίχει οὖν τῷ κανόνι· καὶ ὅτε καλῇ πρὸς ἑστίασιν, μὴ διαμείνῃς ἄσιτος, ἀλλὰ συνερχόμενος μετὰ τῶν ἀδελφῶν ἔσθιε μεμετρημένως τὸν ἄρτον καὶ τὸ παρατιθέμενόν σοι ἕψημα μεταλάμβανε· καὶ μήτε πάνυ κορεσθῇς, εὔτονος μάλιστα τῷ σώματι ὑπάρχων· μήτε πάλιν ἄτονος ὢν τὸ σῶμα σφόδρα κατατήξῃς· ἀλλ’ ἑαυτὸν κυβέρνα πρὸς τὰς δυνάμεις τοῦ σώματος, ἄχρις ἂν τὸν τῆς καυχήσεως νικήσῃς δαίμονα· πολὺς γάρ σοι ἐπίκειται.» Ὁ δὲ ἀκούσας πρὸς μὲν τὸ παρὸν ἐπείσθη τῇ συμβουλίᾳ, αὖθις δὲ ἐπηκολούθει τῇ πλάνῃ, λέγων· «Τί τοῦτο; ποῦ γέγραπται· μὴ νηστεύσῃς, μὴ ἀσκήσῃς;» Οὕτως οὖν αὐτοῦ ταῖς οἰκείαις ἐξακολουθοῦντος ὁρμαῖς κατεκυρίευσεν ὁ ἐχθρός. Καὶ καλέσας ὁ μέγας τὸν Θεόδωρον λέγει αὐτῷ· «Οἶδας ὅτι σφόδρα με λυπεῖ τὰ κατὰ τὸν ἀδελφὸν τόνδε. Ἀπελθὼν τοίνυν ἐπίσκεψαι αὐτὸν καὶ γνῶθι τί διαπράττεται.» Ὁ δὲ πορευθεὶς εὗρε μὲν αὐτὸν ὡσανεὶ εὐχόμενον, παρηλλαγμένα δὲ ῥήματα προϊέμενον καὶ ἄσημα παντελῶς.

Καὶ ἐπανελθὼν ἐδήλωσε τῷ μεγάλῳ τὴν ἀδολεσχίαν αὐτοῦ. Διαλογιζόμενος δὲ ὁ Θεόδωρος τὴν ἐνέργειαν τοῦ διαβόλου καὶ τὸν ποικίλον αὐτοῦ πρὸς ἡμᾶς πόλεμον, ἐθαύμασε καὶ ἐφοβήθη σφόδρα, ἐννοῶν μεθ’ ὅσης ἄρα νήψεως ἀγωνίζεσθαι τὸν μονάζοντα χρὴ πρὸς τὰς ἀντιτέχνους ὁρμὰς τοῦ ἀντιπάλου. Ἐλθόντος οὖν τοῦ ἁγίου καὶ εὐχὴν ποιήσαντος ὑπὲρ αὐτοῦ, ὁ πανοικτίρμων κύριος ἡμῶν Ἰησοῦς Χριστὸς ἰάσατο αὐτόν. Καὶ αὐτὸς σωφρονισθεὶς ἐφύλαξεν ἑαυτὸν τοῦ λοιποῦ, τοῖς ἔμπροσθεν ἐπεκτεινόμενος.

55. Ἔλεγεν οὖν τοῖς συνελθοῦσιν ἀδελφοῖς ὁ Παχώμιος· «Μεγάλης δεῖ νήψεως, ἀδελφοί, πρὸς τὸ σωθῆναι. Καὶ γὰρ ἀκούω τῶν πονηρῶν πολλάκις καυχωμένων δαιμόνων ἐφ’ οἷς ἀπατῶσι τοὺς ἀσκητὰς καὶ ἄλλων ὀλολυζόντων καὶ λεγόντων· «Ὁ δεῖνα ἔστη εἰς προσευχὴν ἐκτενῶς· καὶ μὴ φέροντες τὴν καῦσιν ἀνεχωρήσαμεν.» Τοιγαροῦν τηρήσατε ἑαυτοὺς πάντοτε καὶ τειχίζεσθε τῷ ὀνόματι τοῦ Χριστοῦ· τῷ γὰρ θελήματι αὐτοῦ ἐξακολουθούντων ἡμῶν, οἱ ἐχθροὶ πρὸς ἡμᾶς οὐκ ἰσχύσουσι· τέφρα γάρ εἰσι καὶ καπνός, καὶ οὐκ ἔστιν ἐν αὐτοῖς ὑπόστασις ἀπὸ προσώπου τῶν φοβουμένων τὸν Κύριον.» Ταῦτα εἰπὼν ὥσπερ ἔνθους ἐγένετο· καὶ ἔστη ἐπὶ ὥραν ἱκανήν.

Εἶτα καλεῖ τὸν οἰκονόμον τῆς μονῆς καὶ λέγει αὐτῷ ἠρέμα· «Ἀπελθὼν εἰς τόδε τὸ κελλίον, γνῶθι τίς ἐστιν ὁ ἐκεῖ καταφρονῶν τῆς οἰκείας ψυχῆς· καὶ μάρτυς γενοῦ τῆς βλάβης αὐτοῦ, ἐπιστάμενος σαφῶς τὸ ἐνταῦθα γεγονός. Ἔστω γὰρ οὐ παρεγένετο τὸν τοῦ Θεοῦ λόγον ἐπακοῦσαι ἐνταῦθα, ὅπως δυναμωθῇ κατὰ τοῦ θλίβοντος καὶ ἕλκοντος αὐτὸν εἰς τὸν κόσμον· τίνος ἕνεκεν οὐκ εὔχεται ἐκεῖσε, ἀλλὰ καθεύδει; Οὐκ οἶδα εἰ οὗτος γίνεται μοναχός.» Καὶ οὕτως μετ’ ὀλίγον χωρισθεὶς τῶν ἀδελφῶν ἀνέλυσεν εἰς τὸν κόσμον, μὴ δυνηθεὶς ἐνεγκεῖν τὸν ἐλαφρὸν τοῦ Κυρίου ζυγόν.

56. Καὶ προσθεὶς ὁ πατὴρ πρὸς τοῦτο πάλιν λέγει· «Εἴπατέ μοι, ἀδελφοί· ἐὰν ᾖ οἰκία ἔχουσα μονὰς ἑκατὸν διαφέρουσα τῷ οἰκοδεσπότῃ, ἀγοράσῃ δὲ ἄλλος παρ’ αὐτοῦ μίαν μονὴν τὴν ἐνδοτέραν, μὴ κωλύεται εἰσελθεῖν εἰς τὸ ἴδιον καταγώγιον;

Οὕτως καὶ ὁ πιστός, ἐὰν ᾖ ἔχων πάντας τοὺς καρποὺς τοῦ πνεύματος, τῇ δὲ οἰκείᾳ ἀμελείᾳ καὶ ἐπιβουλῇ τοῦ ἐχθροῦ ἀλλοτριωθῇ ἑνὸς ἐξ αὐτῶν, δόλῳ τὴν ἀρετὴν ἀποδόμενος, οὐκ ἔσται ἀσθενὴς ἐν τούτῳ τῷ μέρει, ᾧ ἑκὼν ἐχώρησεν; Ἐὰν γὰρ μὴ νήψας διαναστῇ τῇ ψυχῇ καὶ ἑαυτὸν ἀσφαλίσηται, διὰ τῆς μικρᾶς ταύτης τοῦ ἐχθροῦ παρεισδύσεως πᾶσαν αὐτοῦ τὴν ἀρετὴν προσαπόλλυσιν, ὥσπερ οἱ ἐν πολέμῳ πρὸς τοὺς ἀντιπάλους φραξάμενοι καὶ διὰ βραχυτάτου μέρους, οὗπερ κατημέλησαν, πολλάκις τὴν πληγὴν καιρίαν δεξάμενοι καὶ εἰς αὐτὸ τὸ ζῆν κινδυνεύσαντες.

Δεῖ οὖν ἕκαστον ἡμῶν ἀσφαλίζεσθαι καὶ πάσαις ταῖς ἀρεταῖς ἑαυτὸν καλλωπίζειν· οὐ μικρὰ γὰρ ζημία τῷ τὴν μικρὰν ἀρετὴν παραβλέψαντι.» 57. Καὶ ἄλλοτε δὲ μετὰ τῶν ἀδελφῶν θρύα κοπτόντων διάγοντος αὐτοῦ καὶ αὐτῶν ἤδη μίαν φορὰν εἰς τὸ πλοῖον ποιησαμένων, συνέβη τὸν ἅγιον ἐκεῖνον ἐξαίφνης ἐν ἐκστάσει γενόμενον ὁρᾶν τοὺς ἑαυτοῦ ἀδελφοὺς ἅπαντας, καί τινας μὲν αὐτῶν πυρὶ φλογίζοντι περιεχομένους καὶ ἐκφυγεῖν πάντη μὴ δυναμένους, ἄλλους δὲ ἐπ’ ἀκανθῶν ἱσταμένους ἀνυποδέτους καὶ ἐν τοῖς σκόλοψιν ἐμπλεκομένους καὶ μὴ ἰσχύοντας εἰς τὸ παντελὲς ἀπ’ αὐτῶν διαδρᾶναι, ἑτέρους ἐπὶ μέρους κρημνοῦ ὑψηλοτάτου ἑστηκότας, ὑφ’ ὃν πλατύτατος ἐτύγχανε κυκλόθεν ποταμὸς κροκοδείλων ἀνάπλεως, ὡς μήτε τοῦ κρημνοῦ αὐτοὺς ἀναχωρεῖν δύνασθαι, μητ’ αὖ βάλλειν ἑαυτοὺς ἐν τῷ ποταμῷ διὰ τὴν τῶν θηρίων πληθύν. Ἔτι δὲ αὐτοῦ οὕτως ἑστηκότος, οἱ τὰ φορτία ἀποθέμενοι ἀδελφοὶ παρέστησαν αὐτῷ εἰς εὐχήν· καὶ αὐτοῦ εἰπόντος τὸ ἀμήν, ἀνεχώρησαν τῆς ὁδοῦ. Τῆς οὖν ἑσπέρας καταλαβούσης καὶ αὐτοῦ τὸ ὅραμα τοῦτο, ὡς ἐνῆν, διηγουμένου, ἐδάκρυον ἅπαντες.