Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Παχώμιος ὁ Μέγας – Βίος Παχωμίου (δεύτερος)

Παχώμιος ὁ Μέγας

Πρώιμος βίος, βάπτιση και μαθητεία του αγίου Παχωμίου κοντά στον Παλάμωνα

Η νεανική ηλικία, η στρατολόγηση, η βάπτιση του Παχωμίου και η αυστηρή ασκητική του πορεία υπό την καθοδήγηση του γέροντος Παλάμωνος.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Παχώμιος ὁ Μέγας

—

Κεφάλαιο 2 από 16

Ἐν οἷς καὶ Παχώμιός τις καὶ αὐτὸς ἕλλην ἐκ προγόνων ὑπάρχων καὶ διάγων ἐν Θηβαΐδι, ἐλέους καὶ φιλανθρωπίας ἀξιωθεὶς παρὰ τοῦ Θεοῦ, ἐγένετο χριστιανός. Οὗτος ἐκ νέας τῆς ἡλικίας ἐπὶ τὸ ἀκρότατον τῆς ἀσκήσεως ἥλατο μέτρον.

Ἀναγκαῖον τοίνυν εἰς δόξαν τοῦ καλέσαντος ἡμᾶς Θεοῦ ἐκ σκότους εἰς τὸ θαυμαστὸν αὐτοῦ φῶς καὶ εἰς ὠφέλειαν τῶν ἐντυγχανόντων τῷδε τῷ διηγήματι, τὴν ἐκ παιδὸς μερικῶς αὐτοῦ διηγήσασθαι πολιτείαν· ἄξια γὰρ τοῦ τέλους αὐτοῦ καὶ τὰ ἐν τῷ ἑλληνισμῷ τυγχάνει προοίμια.

5. Τοῦτον οὖν συνέβη ποτὲ ἔτι νέον ὑπάρχοντα παρὰ τὴν ὄχθην τοῦ κατὰ τόπον ποταμοῦ, εἰδωλείου ὄντος ἐκεῖσε, παραγενέσθαι σὺν τοῖς γονεῦσιν αὐτοῦ, ἔθος ἐχόντων αὐτῶν ταῖς τῶν δαιμόνων φαντασίαις θυσιάζειν. Καὶ τοῦ μὲν ἱερέως τὰ τῆς μυσαρᾶς αὐτῶν θυσίας ἐπιτελεῖν ἐθέλοντος, ἄπρακτος αὐτῷ ἡ περὶ ταῦτα σπουδὴ καὶ ἡ τῶν δαιμόνων ἐνέργεια ἦν· ἐπὶ πολὺ δὲ καθ’ ὁμοιότητα τῶν θεῶν αὐτοῦ ἀφώνου καὶ αὐτοῦ διαμένοντος καὶ ξενιζομένου ἐπὶ τῇ παντελεῖ τοῦ εἰδώλου ἀφασίᾳ—τὰ γὰρ εἴδωλα τῶν ἐθνῶν στόμα ἔχουσι καὶ οὐ λαλήσουσιν· οὐδὲ γάρ ἐστι πνεῦμα ἐν τῷ στόματι αὐτῶν— συνεῖδεν ὁ μιερεὺς μὴ ἄλλῃ τινὶ αἰτίᾳ ἢ τῇ παρουσίᾳ τοῦ νέου μὴ προσελαύνειν τῷ εἰδωλείῳ τοὺς δαίμονας. Ἤρξατο οὖν ἀναβοᾶν καὶ κράζειν· «Τί τὸν ἐχθρὸν τῶν θεῶν ἐνταῦθα ἠγάγετε;

Ἐκδιώξατε αὐτόν.» Οἱ δὲ γονεῖς αὐτοῦ ταῦτα ἀκούσαντες καὶ θεωροῦντες αὐτὸν διωκόμενον σφόδρα περὶ αὐτοῦ ἐλυπήθησαν, ἅτε ἐχθροῦ φανέντος τῶν λεγομένων θεῶν. Διαλογιζόμενοι δὲ καὶ διαπορούμενοι ἔλεγον ἐν ἑαυτοῖς· «Τί ἂν εἴη τοῦτο;» ὅτι καὶ ἄλλοτε τοῦ οἴνου τῆς σπονδῆς ἀπογευσάμενος παραχρῆμα ἐξήμεσεν αὐτόν. Καὶ μὴ δυνηθέντες διακρῖναι τὸ γεγονὸς ἡσύχασαν, παιδεύοντες αὐτὸν ἐπιμελῶς γράμμασιν αἰγυπτιακοῖς.

6. Τοῦ δὲ μεγάλου Κωνσταντίνου μετὰ τὸν διωγμὸν βασιλεύσαντος καὶ πρὸς τύραννον πολεμοῦντος, ἐκελεύσθησαν κατά τινας ἐπαρχίας πλεῖστοι τῶν νέων κατασχεθῆναι τήρωνες· ἐν οἷς καὶ αὐτὸς ὁ Παχώμιος ἀμφὶ τὸ εἰκοστὸν ὡς διεβεβαιοῦτο ἐλαύνων ἔτος. Πλεόντων οὖν πάντων ὁμοθυμαδὸν σὺν τοῖς παραλαβοῦσιν αὐτοὺς στρατιώταις, ὥρμισαν ἔν τινι πόλει τῶν Θηβῶν. Ὀψίας δὲ γενομένης, ἰδόντες αὐτοὺς ἀσφαλῶς φρουρουμένους οἱ τὴν πόλιν οἰκοῦντες, καὶ ἀκούσαντες τὰ κατ’ αὐτοὺς ἄνδρες χριστιανοὶ καὶ ἐλεήμονες, ἐκόμισαν αὐτοῖς τὰ πρὸς τὴν χρείαν ἅπαντα καὶ παρεμυθήσαντο σφόδρα ὄντας αὐτοὺς ἐν θλίψει μεγάλῃ. «Ἐγὼ δέ, φησίν, ἑωρακὼς τὸ γεγονὸς παρ’ αὐτῶν καὶ λίαν ἐπὶ τούτῳ θαυμάσας, ἐμάνθανον παρὰ τῶν συνόντων μοι τοὺς χριστιανοὺς πρὸς πάντας μέν, ἐξαιρέτως δὲ πρὸς τοὺς ξένους, ἐλεήμονας εἶναι καὶ φιλανθρώπους. Πυνθανομένου δέ μου, φησί, τί ἂν εἴη ἡ τῶν χριστιανῶν προσηγορία, ἔλεγον· Ἄνθρωποί εἰσι θεοσεβεῖς, πιστεύοντες εἰς τὸ ὄνομα τοῦ μονογενοῦς υἱοῦ τοῦ Θεοῦ αὐτῶν Ἰησοῦ Χριστοῦ· καὶ πάντας ἀγαθοποιοῦντες ἐλπίζουσι παρ’ αὐτοῦ τὸν τῆς ἀνταποδόσεως κομίσασθαι μισθόν.»

Ταῦτα δὲ αὐτῶν πρὸς αὐτὸν δὴ λεγόντων, φωτισθεὶς τὴν διάνοιαν καὶ θαυμάσας τῶν χριστιανῶν τὴν πίστιν, πυρωθείς τε τὴν καρδίαν φόβῳ Θεοῦ καὶ ἀγαλλιαθεὶς τῷ πνεύματι, ὑποχωρήσας μικρὸν καὶ καθ’ ἑαυτὸν γενόμενος ἐξέτεινε τὰς χεῖρας αὐτοῦ εἰς τὸν οὐρανὸν καὶ εἶπε· «Κύριε ὁ Θεός, ὁ ποιήσας τὸν οὐρανὸν καὶ τὴν γῆν, ἐὰν ἐπιβλέπων ἐπιβλέψῃς ἐπὶ τὴν ταπείνωσίν μου καὶ δωρήσῃ μοι τὴν ἐπίγνωσιν τῆς σῆς θεότητος καὶ λυτρώσῃ με ἐκ τῆς θλίψεως ταύτης, δουλεύσω σοι πάσας τὰς ἡμέρας τῆς ζωῆς μου καὶ κατὰ τὰς ἐντολάς σου πολιτεύσομαι.» 7. Οὕτως οὖν εὐξάμενος καὶ τὰς ὑποσχέσεις τῷ Κυρίῳ δεδωκώς, μετὰ μίαν ἡμέραν ἐξελθὼν ἐκ τῆς φυλακῆς μετὰ τῶν σὺν αὐτῷ καὶ εἰσελθὼν ἐν πλοίῳ ἀπέπλευσεν ἐκ τῆς πόλεως ἐκείνης.

Ἐν δὲ τῷ μεταξὺ ἀγόμενος ἐπ’ ἀλλοδαπῆς, εἴ ποτε αὐτῷ ἡδοναὶ σαρκικαὶ ἢ κοσμικῶν τινων ἠνώχλουν ἐπιθυμίαι, σφόδρα ἀπεστρέφετο μνήμῃ τῆς τε εὐχῆς δι’ ἧς φωτισθεὶς τὴν διάνοιαν Χριστὸν ἀνθωμολογήσατο καὶ τῆς εἰς αὐτὸν γενομένης ἐπιφοιτήσεως τῆς θείας χάριτος. Ἠγάπα δὲ τὴν ἁγνείαν σφόδρα καὶ ἐκ νέας τῆς ἡλικίας.

Ὅθεν τοῦ μεγάλου καὶ εὐσεβοῦς βασιλέως Κωνσταντίνου τῇ εἰς Χριστὸν πίστει νικήσαντος τοὺς ὑπεναντίους, ἀπελύθησαν οἱ τήρωνες, ἐν οἷς καὶ αὐτὸς ὁ Παχώμιος· ὃς παραχρῆμα ὁρμήσας εἰς τὴν ἄνω Θηβαΐδα κατήντησεν εἰς ἐκκλησίαν κώμης λεγομένης Χηνοβοσκεῖα· καὶ κατηχηθεὶς παρὰ ἁγίων ἀνδρῶν ἐβαπτίσθη ἐκεῖ. Ἐν δὲ τῇ νυκτὶ ᾗ κατηξιώθη τῶν ἁγίων μετασχεῖν μυστηρίων, ὁρᾷ ἐν τοῖς ὕπνοις οὐρανόθεν δρόσον κατερχομένην καὶ πληροῦσαν αὐτοῦ τὴν χεῖρα τὴν δεξιὰν καὶ εἰς πάχος μέλιτος ἀποτελεσθεῖσαν. Ἤκουσε δὲ καὶ φωνῆς πρὸς αὐτὸν λεγούσης· «Σύνες τὸ γινόμενον, Παχώμιε· ἔσται γάρ σοι τὸ ὑπόδειγμα τοῦτο τῆς παρασχεθείσης σοι παρὰ Χριστοῦ χάριτος.» Ἔνθεν τοίνυν τῇ πρὸς Θεὸν ἀγάπῃ ἐπὶ πλέον τρωθεὶς καὶ κατανυγεὶς περισσῶς προεθυμήθη γενέσθαι μοναχός.

8. Μηνυθέντος δὲ αὐτῷ ἀναχωρητοῦ τινος ὀνόματι Παλάμωνος οἰκοῦντος κατὰ μόνας, παρεγένετο πρὸς αὐτὸν βουλόμενος εἶναι σὺν αὐτῷ· καὶ φθάσας ἕως τοῦ κελλίου αὐτοῦ πλησιάζοντος τῇ ἐρήμῳ, ἤρξατο κρούειν τὴν θύραν· ὁ δὲ παρανοίξας ἔφη πρὸς αὐτόν· «Τί θέλεις καὶ τίνα ζητεῖς;» Ἦν γὰρ ἐκ τοῦ ἐπὶ χρόνον κατὰ μόνας ἀσκεῖσθαι αὐστηρότερος ὁ γέρων. Ἀποκριθεὶς δὲ ὁ Παχώμιος εἶπεν αὐτῷ· «Ὁ Θεός με ἀπέστειλε πρὸς σέ, ἵνα ποιήσῃς με μοναχόν.» Λέγει αὐτῷ ὁ γέρων· «Οὐ δύνασαι γενέσθαι μοναχός· οὐ μικρὸν γὰρ πρᾶγμά ἐστι τὸ ἔργον τοῦ μοναχοῦ. Διὸ καὶ πολλοὶ παραγενόμενοι ἐνταῦθα ὀκλάσαντες οὐχ ὑπέμειναν.» Λέγει αὐτῷ ὁ Παχώμιος· «Οὐ πάντων ἀνθρώπων αἱ γνῶμαί εἰσιν ὅμοιαι· δέξαι με καὶ ὁ χρόνος σε πληροφορεῖ.» Ἔφη πρὸς αὐτὸν ὁ γέρων· «Εἶπόν σοι ὅτι οὐ δύνῃ.

Ἄπελθε ἀλλαχοῦ καὶ ἄσκησον χρόνον τινά· εἶθ’ οὕτως παραγίνῃ καὶ δέχομαί σε. Καὶ γὰρ ἐγώ, φησίν, ἐνταῦθα διάγων σκληρὰν ἄσκησιν ἔχω καὶ οὐδενὸς ἑτέρου χάριτι Θεοῦ μεταλαμβάνω ἢ ἄρτου καὶ ἅλατος· ἐλαίου δὲ καὶ οἴνου παντελῶς ἀπέχομαι· καὶ ἀγρυπνῶν τὸ ἥμισυ τῆς νυκτὸς εἰς εὐχὰς καὶ μελέτην λογίων Θεοῦ διατελῶ· ἔστι δὲ ὅτε καὶ ὅλην τὴν νύκτα.» Ταῦτα ἀκούσας ὁ Παχώμιος καὶ τῷ αὐστηρῷ τῶν λόγων καταιδεσθεὶς καθάπερ νέος φοιτητὴς τὸν διδάσκαλον, μείζονα προθυμίαν ἔσχεν ἐνδυναμωθεὶς τῇ θείᾳ χάριτι· προθέμενός τε τῇ ψυχῇ πάντα πόνον γενναίως ὑπομένειν ἔφη πρὸς αὐτόν· «Πιστεύω τῷ Κυρίῳ ὅτι παρέξει δύναμιν καὶ ὑπομονήν, ὥστε καταξιωθῆναί με διὰ τῶν σῶν ὁσίων εὐχῶν ἐνταῦθα τελειωθῆναι.» Τότε τῷ διορατικῷ ὀφθαλμῷ κατανοήσας ὁ ἅγιος Παλάμων τὴν περὶ τὸ σωθῆναι πίστιν καὶ προθυμίαν τοῦ Παχωμίου, ἀνοίξας τὴν θύραν εἰσεδέξατο αὐτὸν ἐνδύσας τὸ σχῆμα τῶν μοναχῶν. Καὶ διῆγον λοιπὸν ἀμφότεροι ἐπὶ τὸ αὐτὸ ἀσκούμενοι καὶ σχολάζοντες ταῖς προσευχαῖς. Τὸ δὲ ἔργον αὐτῶν ἦν νήθειν τρίχας καὶ ὑφαίνειν σάκκους· ἐργαζόμενοι δὲ ἐκοπίων, κατὰ τὸν ἀπόστολον, οὐχ ἕνεκεν τῆς ἑαυτῶν ἀναπαύσεως οὐδὲ ἕνεκεν χρημάτων συλλογῆς, ἀλλ’ εἰς διατροφὴν πτωχῶν.

9. Ἐν δὲ τῷ ἀγρυπνεῖν αὐτοὺς καὶ τὰς εὐχὰς ἐκτελεῖν τὰς νυκτερινάς, εἴ ποτε ἔβλεπεν ὅτι βαρεῖται ὁ Παχώμιος τῷ ὕπνῳ, λαμβάνων αὐτὸν ἐξήρχετο σὺν αὐτῷ· καὶ τὴν ἄμμον τοῦ ὄρους εἰς σπυρίδας βάλλοντες, οὕτως μετέφερον ἀπὸ τόπου εἰς τόπον κενοῦντες αὐτήν, ἐκ τούτου τὸ σῶμα καὶ τὸν βεβαρημένον νοῦν εἰς προσευχὰς νήφειν παρασκευάζοντες. Ἔλεγε δὲ αὐτῷ ὁ γέρων· «Νῆφε, Παχώμιε, μήπως πειράσῃ σε ὁ πειράζων, καὶ εἰς κενὸν γένηται ὁ κόπος ἡμῶν.» Βλέπων δὲ τὴν εἰς πάντα αὐτοῦ ὑπακοὴν καὶ τὴν τῆς ἀσκήσεως προκοπὴν ὁ Παλάμων ἠγαλλιᾶτο σφόδρα καὶ ἐδόξαζε τὸν Θεόν.

Τῇ δὲ ἁγίᾳ καὶ ἀναστασίμῳ ἡμέρᾳ τοῦ πάσχα λέγει αὐτῷ· «Ἐπειδὴ ἡ τῶν χριστιανῶν πάντων ἑορτὴ σήμερόν ἐστιν, ἑτοίμασον καὶ ἡμῖν, ἀδελφέ, τὰ πρὸς τὴν χρείαν.» Ὁ δὲ προθύμως ποιῆσαι θέλων τὸ κελευσθέν, λαβὼν ἔλαιον ἔβαλεν εἰς τὸ τετριμμένον ἅλας, ὅπερ σύνηθες οὐκ ἦν ποιεῖν τὸν Παλάμωνα· καὶ γὰρ λαμψάνας χωρὶς ἐλαίου καὶ ὄξους ἤσθιεν ἀεί. Ὡς δὲ ἡτοίμασε πάντα, ἔφη ὁ Παχώμιος· «Ἰδοὺ πεποίηκα, πάτερ, ὡς προσέταξας.» Πλησιάσας δὲ τῇ τραπέζῃ ὁ γέρων καὶ θεασάμενος τὸ ἔλαιον ἐν τῷ ἅλατι, κρούσας τὸ μέτωπον ἑαυτοῦ μετὰ δακρύων ἔφη· «Ὁ Κύριός μου ἐσταυρώθη, ἠτιμάσθη, ἐρραπίσθη· κἀγὼ ἔλαιον φάγομαι;» Τοῦ δὲ παρακαλοῦντος αὐτὸν μεταλαβεῖν τῶν προκειμένων, οὐκ ἠνέσχετο, ἄχρις οὗ ἤρθη τὸ ἅλας καὶ ἕτερον ἐτέθη. Καθεσθέντων οὖν αὐτῶν φαγεῖν κατὰ τὸ σύνηθες, ὁ Παλάμων τὸ σημεῖον τοῦ σταυροῦ ἐπὶ τῶν ἐδεσμάτων ἐποίει, εὐχαριστῶν τῷ Θεῷ· ᾧ καὶ ἦν ἀκολουθῶν μετὰ ταπεινῆς καρδίας.

10. Ἐν μιᾷ δὲ τῶν ἡμερῶν, ἀγρυπνούντων αὐτῶν καὶ πῦρ ἀναψάντων, ἀδελφός τις ἔξωθεν παραγενόμενος μεῖναι παρ’ αὐτοῖς, ἀναστὰς λέγει τῷ γέροντι· «Εἴ τις ἐν ὑμῖν ἔχει πίστιν, στήτω ἐπὶ τῶν ἀνθράκων τούτων καὶ εἰπάτω κατὰ λέξιν τὴν τοῦ εὐαγγελίου εὐχήν.» Συνεὶς δὲ αὐτοῦ τὸ ὑπερήφανον ὁ Παλάμων ἐπετίμησεν αὐτῷ λέγων· «Παῦσαι τῆς ἀπονοίας σου, ἀδελφέ, καὶ μὴ τοιαῦτα φθέγγου· πεπλάνησαι γάρ.» Ὁ δὲ πλέον τυφωθεὶς ἐπέβη μὲν τοῖς ἄνθραξι μὴ ἐπιτραπεὶς παρά τινος· ὁρᾷ δὲ ἐνέργειαν δαιμόνων ἐκ θείας συγχωρήσεως συνεργοῦσαν αὐτῷ πρὸς τὸ μὴ κατακαῆναι αὐτόν. Καὶ τοῦτο πάλιν προσθήκη ἀπονοίας γέγονεν αὐτῷ κατὰ τὸ γεγραμμένον· «Πρὸς τοὺς σκολιοὺς σκολιὰς ὁδοὺς ἀποστέλλει ὁ Θεός.» Τούτου δὲ γεναμένου καὶ μέλλοντος αὐτοῦ ἕωθεν ἀναχωρεῖν τῆς κέλλης, ὥσπερ ὀνειδίζων αὐτοῖς ἔλεγε· «Ποῦ ἡ πίστις ὑμῶν;» Ὡς οὖν εἶδεν αὐτὸν ὁ δαίμων εἰς τέλος ἀπατηθέντα καὶ εὐκόλως αὐτῷ πειθόμενον, σχηματισθεὶς εἰς γυναῖκα εὐειδῆ περιβεβλημένην ἱμάτια λαμπρά, παραγίνεται κρούων τὴν θύραν τοῦ κελλίου αὐτοῦ.

Ἀνοίξαντι δὲ αὐτῷ λέγει ὁ δαίμων· «Ἐπειδὴ ὑπὸ δανειστῶν ἐνοχλοῦμαι καὶ δέδοικα μὴ κινδυνεύσω—οὐ γὰρ ἱκανῶ ἀποδοῦναι τὸ χρέος—παρακαλῶ σε, ἐν τῷ κελλίῳ σου δέξαι με. Ὁ Θεὸς γάρ με ἀπέστειλε πρὸς σὲ ἵνα σωθῶ.» Ὁ δὲ τῇ πωρώσει τῆς διανοίας αὐτοῦ μὴ δυνηθεὶς διακρῖναι τίς ἐστιν ὁ λαλῶν αὐτῷ, εἰσεδέξατο αὐτήν. Ἐπιγνοὺς δὲ ὁ δαίμων τὸ πρὸς κακίαν αὐτοῦ ἐπιρρεπὲς ἐπιθυμίαν κακὴν ἐνέβαλεν αὐτῷ.

Καὶ ἡττηθεὶς τῷ λογισμῷ προσέθετο τοῦ ἁμαρτῆσαι· ὡς δὲ ἐπλησίασεν αὐτῇ, παραχρῆμα κατέρραξεν αὐτόν· καὶ ἦν ἐπὶ τῆς γῆς ἐρριμμένος, ἄφωνος, ὥσπερ νεκρός. Καὶ δὴ μεθ’ ἡμέρας τινὰς αἴσθησιν λαβὼν τῆς ἀνοίας αὐτοῦ παρεγένετο πρὸς τὸν ἅγιον Παλάμωνα, ταῦτα αὐτῷ ἀποδυρόμενος καὶ λέγων· «Οἶδα ὅτι ἐγὼ τῆς ἐμαυτοῦ ἀπωλείας αἴτιος ἐγενόμην· πολλὰ γάρ με ἐνουθέτησας, πάτερ, καὶ οὐκ ἤκουσά σου· διὸ παρακαλῶ ταῖς ὁσίαις ὑμῶν εὐχαῖς βοηθῆσαί μοι τῷ ἐλεεινῷ κινδυνεύοντι ἀναιρεθῆναι ὑπὸ τοῦ δαίμονος.» Ἔτι δὲ αὐτοῦ λαλοῦντος καὶ αὐτῶν ἐκ συμπαθείας δακρυόντων περὶ αὐτοῦ, ἐξαίφνης κυριευθεὶς ὑπὸ τοῦ ἀκαθάρτου πνεύματος ἐξεπήδησε τῆς κέλλης, τρέχων διὰ τοῦ ὄρους· καὶ ἐλαυνόμενος ὑπὸ τοῦ δαίμονος κατήντησεν εἰς πόλιν λεγομένην Πάνος· καὶ οὕτως μετὰ χρόνον παράφρονα γενόμενον ἔρριψεν εἰς κάμινον βαλανείου· καὶ παραχρῆμα καταφλεχθεὶς ἀπώλετο.

11. Ταῦτα ὁρῶν καὶ ἀκούων ὁ Παχώμιος μᾶλλον προσετίθει ἐν τῇ ἀσκήσει· πάσῃ τε φυλακῇ κατὰ τὸ γεγραμμένον τὴν ἑαυτοῦ καρδίαν τηρεῖν ἐσπούδαζεν, ὥστε τὸν ἀγαθὸν γέροντα θαυμάζειν αὐτόν. Οὐ μόνον γὰρ τὴν φανερὰν καὶ ἣν ἐξ ἔθους εἶχε σύντονον ἄσκησιν προθύμως ἐπετέλει, ἀλλὰ καὶ τὸ συνειδὸς ἐσπούδαζε κατὰ τὸν νόμον τοῦ Θεοῦ διὰ παντὸς ἔχειν καθαρόν, προσδοκῶν μεγάλην αὐτῷ ἀποκεῖσθαι ἐν οὐρανοῖς τὴν ἐλπίδα.

Οὐδὲ γὰρ ἀναγινώσκων ἢ καὶ ἀποστηθίζων τὰ θεῖα λόγια, ἁπλῶς ἢ ὡς ἔτυχε τοῦτο ἔπραττεν· ἀλλ’ ἑκάστην ἐντολὴν ἀκριβῶς διερευνώμενος καὶ ταύτην θεοπρεπῶς ἐκλαμβάνων ταῖς ἀρεταῖς ὁσημέραι προστιθεὶς ἠγωνίζετο, ταπεινοφροσύνῃ μάλιστα καὶ πραότητι καὶ τῇ εἰς Θεὸν καὶ εἰς πάντας ἀγάπῃ διαπρέπων εἰ καί τις ἄλλος.

Ταῦτα δὲ καὶ πολλὰ ἕτερα ἔγνωμεν ἡμεῖς, παρὰ τῶν ἀρχαίων πατέρων τῶν χρόνον ἱκανὸν συναναστραφέντων αὐτοῖς ἀκηκοότες. Ἐξηγεῖτο γὰρ αὐτοῖς πολλάκις τινὰ μετὰ τὰς θείας ἀναγνώσεις πρὸς οἰκοδομὴν καὶ ὠφέλειαν· ἅπερ πολλὰ ὄντα γραφῇ παραδοῦναι οὐ δεδυνήμεθα διὰ τὴν ἡμετέραν ἀσθένειαν· οὐ γάρ ἐσμεν ἱκανοὶ πρὸς διήγησιν τηλικούτων ἑαυτοὺς ἐπιδοῦναι κατορθωμάτων.

12. Περὶ δὲ τὸ ὄρος ἐκεῖνο ἔρημος ἦν πλήρης ἀκανθῶν. Πολλάκις γοῦν πεμπόμενος ξύλα ἀναλέξασθαι, εἰκότως ἀνυπόδετος ἤλγει τοὺς πόδας ἐπὶ πολύ, τῶν σκολόπων αὐτῷ πειρομένων· καὶ ὑπέμενε χαίρων, μνημονεύων τῶν ἐν ταῖς χερσὶ καὶ τοῖς ποσὶ τοῦ δεσπότου ἥλων τῶν ἐπὶ τοῦ σταυροῦ αὐτῷ συνηλωθέντων.