Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Παχώμιος ὁ Μέγας – Βίος Παχωμίου (δεύτερος)

Παχώμιος ὁ Μέγας

Ίδρυση της μονής στην Ταβέννηση και κοίμηση των πρώτων συνοδοιπόρων

Η θεία αποκάλυψη για την ίδρυση μοναστηριού, ο μοναχικός κανόνας και ο θάνατος του Παλάμωνος καθώς και του κατά σάρκα αδελφού του Παχωμίου, Ιωάννη.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Παχώμιος ὁ Μέγας

—

Κεφάλαιο 3 από 16

Ἠσπάζετο δὲ τὴν ἀναχώρησιν καὶ ἡδέως ταῖς ἐρήμοις μᾶλλον ἐνδιέτριβεν, ἱστάμενος εἰς προσευχὰς καὶ δεόμενος τοῦ Θεοῦ ῥυσθῆναι αὐτόν τε καὶ πάντας ἀνθρώπους ἀπὸ πάσης τῆς δολιότητος τοῦ ἐχθροῦ. Οὕτως δὲ ὢν θεοφιλὴς ἐφιλοχώρει ἀεὶ τὴν ἔρημον ἐκείνην. Καί ποτε προβὰς τῆς κέλλης διάστημα ἱκανὸν ἔφθασεν εἰς κώμην τινὰ ἀοίκητον λεγομένην Ταβέννησιν.

Καὶ στὰς εἰς προσευχὴν κατὰ τὸ εἰωθὸς αὐτῷ ἐπὶ ὥραν πολλήν, ἤκουσε φωνῆς λεγούσης αὐτῷ· «Μεῖνον ἐνταῦθα, Παχώμιε, καὶ ποίησον μοναστήριον· ἐλεύσονται γὰρ πρὸς σὲ πολλοὶ σωθῆναι θέλοντες, οὓς ὁδηγήσεις κατὰ τὸν δοθέντα σοι παρ’ ἐμοῦ τύπον.» Φαίνεται οὖν αὐτῷ παραχρῆμα ἄγγελος καὶ δίδωσιν αὐτῷ δέλτον ἐν ᾗ πᾶσα διατύπωσις τῶν μελλόντων πρὸς αὐτὸν φοιτᾶν γεγραμμένη ἐτύγχανε· καθ’ ἣν καὶ μέχρι τοῦ νῦν οἱ Ταβεννησιῶται παραλαβόντες παρ’ αὐτοῦ πολιτεύονται, τὸ αὐτὸ σχῆμα φοροῦντες, τὴν αὐτὴν διαγωγὴν ἔχοντες· ἐνηλλαγμένων γὰρ τῶν τρόπων καὶ τῶν κατὰ τὸ σῶμα ἐνδυμάτων, ἐνηλλαγμένους ἔχουσι καὶ τοὺς κανόνας.

13. Διακρίνας τοίνυν ὁ Παχώμιος τῇ τε καθαρότητι τοῦ νοὸς καὶ τῇ θεωρίᾳ τῶν θεοπνεύστων γραφῶν τὴν μὲν φωνὴν εἶναι θείαν καὶ τὰς διατάξεις θαυμαστάς, ὑπέστρεψε πρὸς τὸν πατέρα αὐτοῦ καὶ διηγήσατο τούτῳ τὴν ἐνεχθεῖσαν αὐτῷ φωνήν, δεόμενος καὶ ἱκετεύων συνελθεῖν αὐτῷ πρὸς τὴν ἐκπλήρωσιν τοῦ θελήματος τοῦ Θεοῦ. Ὁ δὲ μὴ βουλόμενος αὐτὸν λυπῆσαι, ἅτε γνήσιον αὐτοῦ κατὰ Θεὸν ὄντα υἱόν, πεισθεὶς παρεγένετο σὺν αὐτῷ εἰς τὸν ὁρισθέντα τῆς κώμης τόπον. Καὶ οἰκοδομήσαντες κελλίον μικρὸν εἰς τύπον καὶ σχῆμα μοναστηρίου, λίαν ἔχαιρον ἐπὶ τῇ τοῦ Θεοῦ ἐπαγγελίᾳ. Λέγει οὖν ὁ ἅγιος γέρων τῷ Παχωμίῳ· «Ἐπειδὴ πεπίστευκα παρὰ τοῦ Θεοῦ δεδόσθαι σοι τὴν χάριν ταύτην, καὶ λοιπὸν μέλλεις ἐνταῦθα διάγειν, δεῦρο ποιησώμεθα διαθήκην, ὥστε μὴ ἀποχωρισθῆναι ἡμᾶς ἀπ’ ἀλλήλων ἐφ’ ὅσον χρόνον ἐν τῷ παρόντι διατρίβομεν βίῳ, ἀλλ’ ἀεὶ καὶ συνεχῶς ἑαυτοὺς ἐπισκέπτεσθαι.» Ἤρεσε τοῦτο ἀμφοτέροις, καὶ ἐποίουν οὕτως ἐφ’ ὅσον χρόνον περιῆν ἐν σαρκὶ ὁ ἀληθῶς μακάριος καὶ τέλειος ἀσκητὴς Παλάμων.

Ἐν γοῦν τῷ μεταξὺ πάσχων τὸν σπλῆνα ἐκ τῶν ὑπεράγαν ἀσκήσεων ὁ γέρων εἶχε τὸ σῶμα αὐτοῦ ὅλον ἀσθενές. Ποτὲ μὲν γὰρ ἤσθιε μήτε ὕδατος μεταλαμβάνων, ποτὲ δὲ ἔπινε μὴ ἐσθίων ὅλως. Παρακαλούμενος δὲ ὑπὸ ἀδελφῶν τινων πνευματικῶν ἐλθόντων πρὸς αὐτόν, μὴ πάνυ κατατρύχειν αὐτοῦ τὸ σωμάτιον, ἀλλ’ ἐπιμελείας τινὸς ἀξιῶσαι, ἵνα μὴ ἐπὶ πολὺ κατατεινόμενον ἀλγηδόνας αὐτῷ παρέχῃ, μόλις ποτὲ τὰ τῇ νόσῳ ἀνήκοντα πρὸς ὀλίγας τινὰς ἡμέρας μεταλαβεῖν ἐπείσθη.

Γνοὺς δὲ καὶ ἐν τούτῳ ὅτι μειζόνως ὁ πόνος ἐπέτεινε, κατέλιπεν ἐκεῖνα τὰ βρώματα, εἰπὼν οὕτως· «Εἰ οἱ μάρτυρες τοῦ Χριστοῦ κατακοπτόμενοι τὰ μέλη, τὰς κεφαλὰς ἀποτεμνόμενοι, κατακαιόμενοι, τῇ εἰς Θεὸν πίστει ἕως θανάτου ἐνεκαρτέρουν, πῶς ἐγὼ ἐν μικροτάτῳ πόνῳ ῥᾳθυμήσας ἐμαυτὸν ζημιώσω, καὶ φόβῳ προσκαίρου θλίψεως δειλανδρήσω, καίτοι γε πεισθεὶς καὶ μεταλαβὼν τῶν δοκούντων τὸ σῶμα ἀναπαύειν βρωμάτων καὶ μηδὲν ὀνήσας; Ἀναδραμὼν τοιγαροῦν χρήσομαι τῇ προτέρᾳ ἀσκήσει, ἐν ᾗ ἐστιν, ὡς ἔγωγε πέπεισμαι, πᾶσα ἀνάπαυσις, δι’ ἧς καὶ ἰαθήσομαι. Οὐ γὰρ κατὰ ἄνθρωπον ταύτην μετέρχομαι, ἀλλὰ διὰ Θεὸν ἀγωνίζομαι.» Οὕτως οὖν ἀνδρείως ἀσκούμενος, μετὰ μῆνα ἡμερῶν ἐνόσησεν ἀρρωστίαν, ἐν ᾗ καὶ ἐπεσκέψατο αὐτὸν ὁ Θεός. Ἐλθὼν δὲ πρὸς αὐτὸν ὁ Παχώμιος ἔθαλπεν αὐτόν, τοὺς πόδας αὐτοῦ καταφιλῶν· καὶ κατασπαζόμενος αὐτὸν ὡσανεὶ συντασσόμενος αὐτῷ διελέγετο.

Αὐτὸς δὲ κοσμίως συστείλας ἑαυτὸν ἐν γήρει καλῷ ἀνεπαύσατο. Ὁ δὲ Παχώμιος ἐπιμελῶς κηδεύσας αὐτὸν παρέδωκε τὸ σῶμα τῇ γῇ, τῆς ψυχῆς ὑπὸ χοροῦ ἀγγέλων εἰς οὐρανὸν ἀναγομένης. Καὶ οὕτως πάλιν ὑπέστρεψεν εἰς τὸν ἴδιον τῆς ἀσκήσεως τόπον.

14. Μετὰ οὖν χρόνον τινὰ ὁ κατὰ σάρκα αὐτοῦ ἀδελφὸς Ἰωάννης, ἀκούσας τὰ κατ’ αὐτὸν ἧκεν ἐπιζητήσων αὐτὸν ἐκεῖσε. Ἰδὼν δὲ αὐτὸν καὶ ἀσπασάμενος λίαν ἐχάρη· ἀφ’ οὗ γὰρ φωτισθεὶς τῷ Χριστῷ συνετάξατο καὶ τὸν μονήρη εἵλετο βίον, οὐδέποτε παρεγένετο πρὸς τοὺς ἰδίους. Καὶ τούτου δὲ τὸν αὐτὸν ἐσχηκότος τῷ Παχωμίῳ σκοπόν, ἔμειναν ἀμφότεροι ἐπὶ τὸ αὐτό, τὸν μὲν νόμον τοῦ Θεοῦ διὰ παντὸς μελετῶντες, τῶν δὲ ἐπὶ γῆς ἁπάντων οὐδένα ποιούμενοι λόγον. Εἴ τι γὰρ καὶ ἐκ τοῦ ἔργου τῶν χειρῶν αὐτῶν ἦν περιττεῦον αὐτοῖς, τοῦτο τοῖς δεομένοις διεδίδουν, θαρροῦντες ὡς, κατὰ τὴν τοῦ κυρίου φωνήν, οὐ χρὴ αὐτοὺς μεριμνᾶν περὶ τῆς αὔριον. Τοῖς δὲ περιβολαίοις τοσοῦτον ἐπτώχευον, ὡς μηδέποτε φορεῖν ἕτερον λεβίτωνα, εἰ μή ποτ’ ἄρα τὸν ῥυπωθέντα σφόδρα πλῦναι ᾑρήσαντο. Ὁ δὲ Παχώμιος ἐνεδιδύσκετο συνεχῶς τὰ τρίχινα εἰς ταπείνωσιν τῆς σαρκός· ἧς ἕνεκα, ἐπὶ πεντεκαιδεκαετῆ χρόνον, μετὰ τὸν πολὺν τῆς ἀσκήσεως καὶ ἀγρυπνίας καὶ τῆς προσευχῆς κόπον, ἐν τῷ μέσῳ τῆς κέλλης ἐκαθέζετο μὴ κλίνων μήτε πρὸς τὸν τοῖχον τὸν νῶτον αὐτοῦ. Θλιβόμενος δὲ λίαν ἔφερε γενναίως, χαίρων τῇ ἐλπίδι τῆς ἀναπαύσεως τῆς μενούσης καὶ ἀποκειμένης αὐτῷ ἐν τοῖς οὐρανοῖς. Ὁρῶν δὲ καὶ ἕτερα πλείονα τῶν ἁγίων πατέρων κατορθώματα, ἔσπευδε καὶ ταῦτα σὺν τῷ ἰδίῳ ἐκτελεῖν ἀδελφῷ εἰς αὔξησιν τῆς ἀρετῆς καὶ σωτηρίαν τῶν οἰκείων ψυχῶν.

Μετὰ δὲ ταῦτα καὶ καθισμάτιά τινα ἐποίησαν ἑαυτοῖς. Ἕκαστος γὰρ ἠσκεῖτο κατὰ τὸ δυνατὸν αὐτῷ μεθ’ ὑπομονῆς καὶ τελείας πίστεως.

15. Εἶτα μεμνημένος ὁ Παχώμιος τῆς γενομένης εἰς αὐτὸν ἐπαγγελίας περὶ τῶν μελλόντων σῴζεσθαι δι’ αὐτοῦ ἀναριθμήτων ψυχῶν, ἤρξατο ἅμα τῷ ἰδίῳ ἀδελφῷ πλατυτέραν οἰκοδομεῖν τὴν μονὴν πρὸς τὸ τοὺς βουλομένους τῷ βίῳ ἀποτάσσεσθαι καὶ προσέρχεσθαι τῷ Θεῷ ὑποδέχεσθαι αὐτόν. Οἰκοδομούντων δὲ αὐτῶν, ὁ μὲν Παχώμιος τὸν σκοπὸν τοῦτον ἔχων πλατύνειν τὸν τόπον ἐβούλετο, μείζονα ποιούμενος τὴν τοῦ οἴκου περιβολήν. Ὁ δὲ τούτου ἀδελφὸς ἀναχώρησιν μελετῶν ἐστενοχώρει τὸ οἴκημα. Καὶ ἀγανακτήσας ὁ Ἰωάννης, μειζότερος αὐτοῦ ὢν τῇ κατὰ σάρκα ἡλικίᾳ, εἶπε πρὸς αὐτόν· «Παῦσαι περπερευόμενος καὶ πλατύνων ἑαυτόν.» Ὁ δὲ ἀκούσας παρωξύνθη μέν, ἅτε παρὰ σκοπὸν ὑβρισθείς, οὐ μὴν ἀντεῖπεν αὐτῷ· ἀλλ’ ἤπιος ὢν ἐνεκρατεύσατο. Καὶ τῇ ἐπιούσῃ νυκτὶ καταβὰς εἰς τὸ κατώγεον οὗ ἦν ᾠκοδομηκὼς μέρος τοῦ οἴκου, ἤρξατο κλαίειν σφοδρῶς καὶ τῷ Θεῷ ἐν τῇ προσευχῇ ἐξομολογούμενος λέγειν· «Οὐαί μοι ὅτι τὸ φρόνημα τῆς σαρκὸς ἔτι ἐστὶν ἐν ἐμοὶ καὶ ἔτι κατὰ σάρκα περιπατῶ· τοσαύτην γὰρ ἄσκησιν ἀναλαβὼν πάλιν τῷ θυμῷ συναρπάζομαι, εἰ καὶ ὅτι ἐπ’ ἀγαθῷ.

Ἐλέησόν με, Κύριε, ἵνα μὴ ἀπόλωμαι· ἐὰν γὰρ μὴ στηρίξῃς με ἐν τῇ μακροθυμίᾳ σου, εὕρῃ δὲ ἐν ἐμοὶ μέρος τι τῶν αὐτοῦ πράξεων ὁ ἐχθρός, ἔσομαι αὐτῷ ὑποχείριος, καθὼς γέγραπται ὅτι· «Ἐὰν πάντα τὸν νόμον πληρώσῃ τις, πταίσῃ δὲ ἐν ἑνί, γέγονε πάντων ἔνοχος.» Πιστεύω δὲ ὅτι οἱ πολλοί σου οἰκτιρμοί, Κύριε, βοηθήσουσί μοι· καὶ διδαχθήσομαι πορεύεσθαι τὴν ὁδὸν τῶν ἁγίων σου, τοῖς ἔμπροσθεν μὲν ἐπεκτεινόμενος ἀεί, τῶν δὲ κατόπιν λήθην ποιούμενος. Οἱ μὲν γὰρ ἀπ’ αἰῶνος ἅγιοί σου, βοηθούμενοι ὑπὸ τῆς σῆς χάριτος, κατῄσχυναν τὸν ἐχθρὸν καὶ μεγάλως διέλαμψαν. Ἐγὼ δὲ πῶς διδάξω, Κύριε, οὓς καλεῖν ἐπηγγείλω δι’ ἐμοῦ εἰς τὴν τῶν μοναχῶν πολιτείαν, μὴ πρότερον νικήσας τὰ πάθη τὰ διὰ τῆς σαρκὸς τῇ ψυχῇ προσπαλαίοντα μήτε τὸν νόμον σου ἀμέμπτως διαφυλάξας; Ἀλλὰ πιστεύω, Κύριε, ὅτι τῆς παρὰ σοῦ συμμαχίας παρούσης μοι, ποιήσω τὰ εὐάρεστα πρὸ ὀφθαλμῶν σου, καὶ συγχωρήσεις μοι πάσας τὰς ἁμαρτίας μου.» 16. Ταῦτα δὲ καὶ τὰ τοιαῦτα μετὰ κλαυθμοῦ ἐξομολογούμενος, τὴν νύκτα πᾶσαν ἕως ὄρθρου δακρύων διετέλει· καὶ ἀπὸ τοῦ πολλοῦ ἱδρῶτος—θέρος γὰρ ἦν καὶ ὁ τόπος θερμότατος— ὑπὸ τὰς βάσεις τῶν ποδῶν αὐτοῦ ὡς πηλὸς ἀπετελέσθη.

Εἰώθει γὰρ ἱστάμενος εἰς προσευχὴν ἐκτείνειν τὰς χεῖρας αὐτοῦ καὶ μηδ’ ὅλως καθέλκειν αὐτάς, ἀλλὰ τῇ τούτων ἐκτάσει ὡς ἐπὶ σταυροῦ κατατεινόμενος, οὕτως καταπονῶν τὸ σῶμα πρὸς νῆψιν τὴν ψυχὴν ἐπανάγειν. —Τοιοῦτος ὢν καὶ τηλικοῦτος ἐν πολλῇ πραότητι καὶ εἰρηνικῇ καταστάσει συνδιῆγε τῷ ἀδελφῷ· ὃς μετ’ οὐ πολύν τινα χρόνον τελευτᾷ. Καὶ κηδεύσας αὐτὸν ἀξίως ὁ Παχώμιος ἐν ψαλμοῖς καὶ ὕμνοις καὶ ᾠδαῖς πνευματικαῖς ἐπαγρυπνήσας τε αὐτῷ, τὸ μὲν πνεῦμα αὐτοῦ παρέθετο τῷ Κυρίῳ εἰς ὃν ἐπεποίθει· τὸ δὲ σῶμα αὐτοῦ ταφῇ παραδοὺς εἴχετο πάλιν τῆς ἐπιπόνου κατὰ μόνας ἀσκήσεως, ἀγωνιζόμενος ἀκέραιον ἑαυτὸν ἐν παντὶ διαφυλάττειν καὶ πάντα ῥυπαρὸν λογισμὸν ἐπιόντα ἀποκρούεσθαι· ἐμελέτα οὖν ἀεὶ τὸν φόβον τοῦ Θεοῦ ἔχειν ἐν ἑαυτῷ, μνήμην λαμβάνων τῆς αἰωνίου κολάσεως καὶ τῶν βασάνων τοῦ αἰωνίου πυρὸς καὶ τοῦ σκώληκος τοῦ ἰοβόλου.