Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Παχώμιος ὁ Μέγας – Βίος Παχωμίου (δεύτερος)

Παχώμιος ὁ Μέγας

Δαιμονικές προσβολές, πνευματικοί αγώνες και θαυματουργικά χαρίσματα

Η ακλόνητη αντίσταση του Παχωμίου στις επιθέσεις των δαιμόνων, η πνευματική του καρτερία και η εξουσία του επί των άγριων θηρίων.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Παχώμιος ὁ Μέγας

—

Κεφάλαιο 4 από 16

17. Ἐν τούτοις δὲ τοῦ Παχωμίου ἀσκοῦντος καὶ μετὰ πολλῆς τῆς προθυμίας τὸ μοναστήριον πρὸς ὑποδοχὴν πλείστης ἀδελφότητος οἰκοδομοῦντος, ἤρξαντο οἱ δαίμονες ἀντιπίπτειν αὐτῷ· καὶ τρίζων ὁ μονιὸς ἄγριος κατ’ αὐτοῦ τοὺς ὀδόντας, πολλοὺς αὐτῷ ἐκίνει τοὺς πειρασμούς, βλάπτειν ἐπιχειρῶν τὸν ἠσφαλισμένον τῷ τῆς πίστεως θυρεῷ· ἀλλ’ αὐτὸς γενναίως φέρων τὰς τοῦ ἐχθροῦ προσβολὰς τὰ ἐκ τῶν γραφῶν κεφάλαια διὰ παντὸς ἀπεστήθιζεν. Εὐχομένου γοῦν αὐτοῦ πολλάκις καὶ μέλλοντος κλίνειν τῷ Θεῷ τὰ γόνατα, λάκκον ὁρᾶσθαι ἔμπροσθεν αὐτοῦ τῇ ἰδίᾳ αὐτῶν φαντασίᾳ ἐμηχανῶντο—ἕτοιμοι γάρ εἰσι πρὸς τὰς οὕτω ματαίας καὶ ἀνυποστάτους ἑαυτοὺς μεθορμίζειν εἰκόνας—ὅπως τῷ φόβῳ καὶ τῇ δειλίᾳ συσχεθεὶς μὴ τελέσῃ τὴν εὐχὴν καθαρὰν τῷ Θεῷ· αὐτὸς δὲ τῶν πειραζόντων αὐτὸν τὰς τέχνας χάριτι Θεοῦ συνιεὶς μετὰ πίστεως ἐγονυπέτει, καταισχύνων μὲν τούτους, τὸν δὲ Θεὸν εὐλογῶν. Συνήθειαν δὲ ἔχοντι αὐτῷ πάλιν ἐπέκεινα τῆς μονῆς περὶ τὰ ἐρημότερα μέρη ἀπιέναι εἰς προσευχὴν καὶ οὕτως πάλιν ἐπανέρχεσθαι εἰς τὴν μονήν, πολλάκις ἀναλύοντι ὡσανεὶ ἐμπαίζοντες οἱ σκολιοὶ προέφθανον παρακελευόμενοι ἀλλήλοις ὡς ἐπὶ ἄρχοντος καὶ λέγοντες· «Δότε τόπον τῷ ἀνθρώπῳ τοῦ Θεοῦ.»

Ὁ δὲ Παχώμιος τῇ πίστει καὶ τῇ ἐλπίδι τῇ εἰς τὸν σωτῆρα Χριστὸν πεποιθὼς κατεγέλα αὐτῶν, ὡς ἀχρεῖον κυνῶν ὑλακὴν τὰ τούτων ἡγούμενος παίγνια, καὶ πρὸς Θεὸν ἔχων ἀδιάλειπτον αὐτοῦ τὸν ἔρωτα.

18. Ὁρῶντες δὲ τὸ γενναῖον τοῦ ἀνδρὸς καὶ ἀκατάπληκτον συναθροίζονται πάλιν ἐπ’ αὐτὸν σὺν ταράχῳ πολλῷ· καὶ τοῦ οἰκήματος ἐπιλαβόμενοι σείειν τοῦτο ἐφαντάζοντο, ὡς νομίζειν τὸν ἅγιον ἐκ θεμελίων τὸν τόπον σαλεύεσθαι· αὐτὸς δὲ ἀτρεμὴς ὑπάρχων τὴν πνευματικὴν πάλιν ἀνεκρούετο νευρὰν καὶ μετὰ φωνῆς ἔψαλλε λέγων· «Ὁ Θεὸς ἡμῶν καταφυγὴ καὶ δύναμις, βοηθὸς ἐν θλίψεσι ταῖς εὑρούσαις ἡμᾶς σφόδρα· διὰ τοῦτο οὐ φοβηθησόμεθα ἐν τῷ ταράσσεσθαι τὴν γῆν.» Ταῦτα δὲ αὐτοῦ εἰπόντος, ἐξαίφνης γέγονεν ἡσυχία πολλή· αὐτοὶ δὲ ὡσεὶ καπνὸς ἐξέλιπον. Καὶ μετ’ ὀλίγον, καθάπερ οἱ κύνες ἐλαυνόμενοι ὑποχωροῦσιν καὶ πάλιν ἀναιδῶς ἐπέρχονται, οὕτω καὶ ὁ πονηρὸς μετὰ τὴν εὐχὴν καθεσθέντι εἰς ἔργον τῷ μακαρίῳ, εἰς τύπον ἀλεκτρυόνος παμμεγέθους σχηματισθεὶς ἐφώνει σφοδρῶς ἔμπροσθεν αὐτοῦ, συνεχεῖς καὶ ἀγρίας ποιούμενος τὰς φωνάς, ἅμα δὲ καὶ ἐφιπτάμενος αὐτῷ καὶ πικρῶς αὐτὸν πλήσσων τοῖς ὄνυξιν.

Ὁ δὲ πάλιν ἐμφυσήσας αὐτῷ καὶ τὸ σημεῖον τοῦ σταυροῦ ἐπὶ τοῦ μετώπου ποιήσας, παραχρῆμα ἀφανῆ κατέστησεν αὐτόν. Ἦν οὖν συνιῶν ἐν ἅπασι τὰς τῶν ἐχθρῶν μεθοδείας καὶ τῷ φόβῳ τοῦ Θεοῦ πλέον νευρούμενος κατὰ τῆς πλάνης αὐτῶν.

Ἀλλ’ οὐδὲ οὕτως ἀπέσχοντο τοῦ ἁγίου. Ἐπειδὴ γὰρ ἄθραυστος ἦν καὶ λίαν καρτερικὸς πρὸς τοὺς ἀγῶνας, ἑτέρως πάλιν αὐτὸν ἀπατᾶν ἐπεχείρουν. Γενόμενοι γὰρ ὁμοθυμαδὸν πολλοὶ ἐδόκουν τινάσσειν ἔμπροσθεν αὐτοῦ φύλλον δένδρου· καὶ σχοινία παχέα βαστάσαντες ἐδέσμουν, φησί, μετὰ ἀσφαλείας αὐτό· στήκοντες δὲ ἑκατέρωθεν, ἀλλήλους προέτρεπον σύρειν τὸ φύλλον ὡσανεὶ λίθον παμμεγέθη. Τοῦτο δὲ ἐποίουν ἐκλύειν πρὸς γέλωτα τὴν καρδίαν οἰόμενοι τοῦ ἁγίου, ὅπως κἂν ἐν τούτῳ κατακαυχήσωνται αὐτοῦ. Ὁ δὲ Παχώμιος βλέπων τὴν ἀναίδειαν αὐτῶν ἐστέναξε κατ’ αὐτῶν πρὸς Κύριον.

Καὶ παραχρῆμα τῇ δυνάμει τοῦ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ, ἄφαντος αὐτῶν ἡ φάλαγξ γεγένηται. 19. Καὶ καθημένῳ δὲ αὐτῷ πολλάκις φαγεῖν ἢ καὶ εὐχαριστοῦντι τῷ Θεῷ, ἤρχοντο πρὸς αὐτὸν ἐν σχήμασι γυναικῶν κάλλει διαφερουσῶν καὶ γεγυμνωμένων καὶ βουλομένων ἀναιδῶς συγκαθεσθῆναι αὐτῷ καὶ τῶν παρακειμένων ἐφάπτεσθαι· καὶ παρηνώχλουν ἐν τούτῳ τὸν γενναῖον ἀθλητήν. Αὐτὸς δὲ τοὺς ἔξωθεν καμμύων ὀφθαλμοὺς τοῖς νοητοῖς ἐνετύγχανε τῷ ἀγωνοθέτῃ καὶ βραβευτῇ Χριστῷ καὶ οὕτως ἀφανεῖς καθίστα τοὺς ἀκαθάρτους δαίμονας, μηδὲν κατ’ αὐτοῦ τὸ παράπαν ἀνύοντας.

Ὁ γὰρ φιλάνθρωπος Κύριος, ὁ λέγων πᾶσι τοῖς εὐθέσι· «Μὴ φοβεῖσθε· μεθ’ ὑμῶν γάρ εἰμι ἕως τῆς συντελείας τοῦ αἰῶνος,» διὰ παντὸς ἐφρούρει αὐτόν. Καὶ ἄλλοτε δὲ πλεῖστα πειραζομένου αὐτοῦ ὑπ’ αὐτῶν καὶ τὸ σῶμα σφοδρῶς αἰκιζομένου καὶ ἀλγοῦντος ἀφ’ ἑσπέρας μέχρι πρωῒ καὶ οὐδεμιᾶς παραμυθίας οὔσης αὐτῷ, εἰ μὴ τῆς τοῦ Θεοῦ μνήμης μόνης, ἦλθέ τις αὐτὸν ἐπισκέψασθαι μοναχὸς Ἱερακαπόλλων ὀνόματι· ὃν ἀσπασάμενος καὶ λαλήσας αὐτῷ τὰ πρὸς σωτηρίαν καὶ ὅτι πολλαὶ αἱ μεθοδεῖαι τοῦ διαβόλου, ἤρξατο αὐτῷ καὶ τὰ καθ’ ἑαυτὸν ἀνατίθεσθαι καὶ τὰς παρ’ αὐτῶν ἐπαχθείσας αὐτῷ δριμυτάτας αἰκίας ἐπὶ λέξεως λέγειν.

Πρὸς ὃν ἔφη ὁ μοναχός· «Ἀνδρίζου καὶ ἴσχυε· εἰδὼς γὰρ ὁ διάβολος ὅτι ἐάν σε ὀλιγωρήσαντα καταβάλῃ, ἴσως καὶ ἡμᾶς τοὺς κατὰ δύναμιν μιμητὰς τῶν σῶν ἀγώνων ὄντας καὶ μεγίστην ὠφέλειαν παρὰ σοῦ καρπουμένους ὑποχειρίους ἕξει, τούτου χάριν σφοδρῶς ἐπιτίθεταί σοι· ὅθεν τὴν συμμαχίαν τοῦ Κυρίου ἔχων ὑπόμεινον, ὦ πάτερ, ὅπως μὴ καὶ περὶ ἡμῶν λόγον δώσῃς, ὡσανεὶ ἐκ ῥᾳθυμίας ἡττηθεὶς καὶ ὑπόδειγμα γενόμενος ὀλιγωρίας ἡμῖν.» Ἀκούσας δὲ ταῦτα ὁ Παχώμιος πλέον ἐνεδυναμώθη κατὰ τοῦ ἐχθροῦ· καὶ δοξάζων τὸν Θεὸν ἐπὶ τῇ παρουσίᾳ τοῦ ἀδελφοῦ, ἐδέετο αὐτοῦ μὴ χωρισθῆναι αὐτοὺς ἀπ’ ἀλλήλων ποτέ· καὶ δὴ συνεχῶς ἤρχετο πρὸς αὐτόν. Μετὰ δὲ χρόνον τινὰ συνήθως παραγενόμενος πρὸς αὐτὸν ὁ Ἱερακαπόλλων καὶ ὀλίγας ἡμέρας αὐτῷ συνδιαγαγὼν τελευτᾷ κατὰ τὴν τοῦ Παχωμίου εὐχὴν ἐν γήρει καλῷ καὶ ἀσκήσει τελείᾳ· καὶ θάπτεται ὑπὸ τῶν ἁγίων τοῦ πατρὸς χειρῶν, ψαλμοῖς καὶ ὕμνοις καὶ ᾠδαῖς πνευματικαῖς τὸν Θεὸν ἀνυμνοῦντος.

20. Τοσαύτην δὲ πρὸς Θεὸν ἐκέκτητο παρρησίαν καὶ οὕτως μέγας ἦν ἐν τῇ πίστει, ὡς πολλάκις πατεῖν ἐπάνω ὄφεων καὶ σκορπίων, καὶ ἀβλαβῆ διαμένειν. Καὶ κροκοδείλοις δὲ ἐν ποταμοῖς συνεχῶς πρὸς τὸ περᾶν ἐχρῆτο, μετὰ πάσης αὐτὸν διαπορθμεύουσι τῆς ὀξύτητος. Εὐχαριστῶν τοίνυν ἐφ’ οἷς αὐτὸν ὁ δεσπότης Χριστὸς ἀπὸ τῶν ἀντικειμένων διετήρει δυνάμεων ηὔχετο λέγων· «Εὐλογητὸς εἶ, Κύριε, ὅτι οὐ παρεῖδες τὴν ταπείνωσίν μου, οὔτε συνεχώρησας τὴν ἀσθένειάν μου πλανηθῆναι ὑπὸ τοῦ ἐχθροῦ, συγκαταβαίνων μου τῇ ἀγνοίᾳ καὶ διδάσκων με τὸ θέλημά σου. Ἐγὼ μὲν γάρ εἰμι ταπεινὸς καὶ ἄφρων· αὐτὸς δὲ συνέτισάς με πρὸς τὸν φόβον σου, δέσποτα.» Πάλιν δὲ ὁρῶν τὴν τῶν δαιμόνων ἀνένδοτον προσβολὴν ἐπὶ πλεῖστον αὐτῷ γινομένην, ὡς γενναῖος καὶ τέλειος ἀγωνιστὴς τῆς ἀληθείας ᾐτεῖτο παρὰ Κυρίου ἀπωσθῆναι τὸν ὕπνον ἀπ’ αὐτοῦ, πρὸς τὸ αὐτὸν νύκτα τε καὶ μεθ’ ἡμέραν ὅσον τὸ ἐπ’ αὐτῷ ἄϋπνον διαμένοντα δυνηθῆναι τροπώσασθαι τοὺς ὑπεναντίους κατὰ τὸ γεγραμμένον ὅτι· «Οὐκ ἀποστραφήσομαι ἕως ἂν ἐκλείπωσιν· ἐκθλίψω αὐτοὺς καὶ οὐ μὴ δύνωνται στῆναι· πεσοῦνται ὑπὸ τοὺς πόδας μου, καὶ περιέζωσάς με δύναμιν εἰς πόλεμον.»

Ἐχαρίσθη οὖν αὐτῷ τὸ αἴτημα τοῦτο· καὶ τὸν ἀόρατον ὡς ὁρῶν διὰ παντὸς ἐκαρτέρει· τά τε λόγια αὐτοῦ ἀδιαλείπτως μελετῶν, πρὸς μὲν τοὺς ἀγῶνας ἵστατο γενναίως· εὐχὴ δὲ ἦν αὐτῷ συνεχὴς τὸ γενέσθαι ἐπ’ αὐτῷ τὸ θέλημα τοῦ Χριστοῦ καὶ μὴ ἔχειν πρὸς αὐτὸν ἔννοιάν τινα τῶν κοσμικῶν φροντίδων.