Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Παχώμιος ὁ Μέγας – Βίος Παχωμίου (δεύτερος)

Παχώμιος ὁ Μέγας

Προοίμιο και ιστορικό πλαίσιο της ανάπτυξης του αναχωρητικού βίου

Εισαγωγή στο μυστήριο της σωτηρίας, οι διωγμοί της Εκκλησίας και η άνθιση του μοναχισμού στην Αίγυπτο.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Παχώμιος ὁ Μέγας

—

Κεφάλαιο 1 από 16

Βίος τοῦ ἐν ἁγίοις πατρὸς ἡμῶν Παχωμίου. 1. Ὁ κύριος ἡμῶν Ἰησοῦς Χριστός, ἡ πηγὴ τῆς σοφίας, τὸ φῶς τῆς ἐπιγνώσεως τὸ ἀληθινόν, ὁ Λόγος τοῦ πάντα κτίσαντος Θεοῦ, εἰδὼς τὴν ἡμετέραν φύσιν ἀεὶ ἐπὶ τὰ ὀλισθηρὰ τῶν ἁμαρτημάτων κλινομένην βάραθρα, δεικνύς τε τοὺς πολλοὺς τῆς αὐτοῦ φιλανθρωπίας περὶ ἡμᾶς οἰκτιρμούς, πρὸς τῷ τέλει τῆς τοῦ Ἀβραὰμ εἰς αὐτὸν εὐαρεστήσεως τῆς ἐπὶ τῇ ὁλοκαρπώσει τοῦ μονογενοῦς υἱοῦ αὐτοῦ γεγενημένης καθ’ ἑαυτὸν ὤμοσε λέγων· «Ἦ μὴν εὐλογῶν εὐλογήσω σε καὶ πληθύνων πληθυνῶ σε ὡς τὰ ἄστρα τοῦ οὐρανοῦ τῷ πλήθει·» καὶ πάλιν· «Ἐν τῷ σπέρματί σου, φησίν, εὐλογηθήσονται πάντα τὰ ἔθνη τὰ ἐπὶ τῆς γῆς,» εἰδὼς ὡς Θεὸς ὅτιπερ ἔμελλεν ἡμῖν ἐντεῦθεν τὸ κατὰ σάρκα τῆς τοῦ Χριστοῦ οἰκονομίας βλαστάνειν μυστήριον.

Ταύτην τὴν σωτήριον ἐπαγγελίαν ἕκαστος τῶν προφητῶν σαφῶς ἐπιστάμενος καὶ εἰδὼς ὡς ἀδύνατόν ἐστι ψεύσασθαι πώποτε Θεόν, πρὸς τὰ ἀνθρώπινα πάθη τὸν μόνον ἰατρὸν πολυτρόπως ἐκάλει· ὁ δὲ προφθάνων τὰς αἰτήσεις ἡμῶν, ὁ μηδέποτε ἀπωθούμενος τοὺς εἰλικρινῶς ἐκζητοῦντας αὐτὸν ὡς Θεόν, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τὴν ἐπαγγελίαν πεπλήρωκε, γεννηθεὶς ἐκ τῆς ἁγίας παρθένου· παθὼν γὰρ σαρκὶ καὶ διὰ τῆς ὁμοιώσεως τοῦ ἡμετέρου θανάτου νικήσας τὸν τὸ κράτος ἔχοντα τοῦ θανάτου, αὐτὸς μὲν ἔμεινεν ὅπερ ἦν ἀπαθὴς τῇ θεότητι, λυτροῦται δὲ ἡμᾶς ἐκ τοῦ θανάτου καὶ τῶν ἀλύτων δεσμῶν τῆς τοῦ ᾅδου τυραννίδος.

2. Πληρώσας οὖν τὴν οἰκονομίαν καὶ δωρησάμενος παντὶ ἔθνει διὰ τῆς τοῦ λουτροῦ παλιγγενεσίας τὴν τῶν ἁμαρτιῶν ἄφεσιν, καὶ πάντων τῇ εἰς αὐτὸν πίστει διὰ τῶν ἁγίων ἀποστόλων κατὰ τὴν αὐτοῦ ἐντολὴν προσερχομένων—φησὶ γάρ· «Πορευθέντες μαθητεύσατε πάντα τὰ ἔθνη, βαπτίζοντες αὐτοὺς εἰς τὸ ὄνομα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύματος»— εἰς πᾶσάν τε τὴν γῆν τοῦ εὐαγγελικοῦ κηρύγματος αὐξανομένου καὶ πολλῶν εἰς υἱοθεσίαν ἐναγομένων, σφόδρα καθ’ ἡμῶν ἠγρίαινεν ὁ διάβολος καὶ χαλεπωτέρας τὰς αὐτοῦ μηχανὰς κατὰ τῶν δούλων τοῦ Θεοῦ ἐπεγείρειν ἐσπούδαζεν, ἐμφράττειν ἡμῖν θρασυνόμενος τὰς πρὸς σωτηρίαν ὁδούς· ἀλλὰ καὶ ἐν τούτῳ ἄπρακτος αὐτοῦ τοῖς νήφουσιν ἡ πολύτροπος γίνεται πάλη.

Ἐκ συγχωρήσεως γὰρ Θεοῦ εἰς δοκιμὴν πίστεως καὶ ὑπομονὴν ἀθλήσεως τῶν νομίμως τὸν αὐτοῦ ἀγωνίζεσθαι βουλομένων ἀγῶνα, ἑλλήνων βασιλέων πανταχοῦ γῆς κατὰ τῶν χριστιανῶν τυραννικῶς διωγμὸν μέγιστον ἐγειρόντων, πολλοὶ μὲν μάρτυρες εὐθὺς διὰ πολλῶν καὶ ποικίλων βασάνων ἕως θανάτου τῇ εἰς τὸν σωτῆρα Χριστὸν ὁμολογίᾳ ἐμμείναντες ἀνεδείχθησαν καὶ τῶν ἀθανάτων καὶ αἰωνίων ἅμα Πέτρῳ τῷ τῆς Ἀλεξανδρείας ἀρχιεπισκόπῳ στεφάνων κατηξιώθησαν· ὑπερηύξανε δὲ ὁσημέραι καὶ ἐκραταιοῦτο ἡ εἰς αὐτὸν πίστις ἐν πάσῃ χώρᾳ καὶ νήσῳ, ἐκκλησίαι τε πλεῖσται καὶ εὐκτήριοι πανταχοῦ ἀνυψοῦντο ναοί, ὡς λοιπὸν καὶ μοναστήρια συνίστασθαι καὶ ἀσκητῶν ἁγνείᾳ καὶ ἀποταξίᾳ κτημάτων τὰς ἐρήμους σεμνύνεσθαι.

3. Ἑωρακότες γὰρ οἱ ἐξ ἐθνῶν πιστοὶ τοὺς τῶν μαρτύρων ἀγῶνας καὶ τὴν γνησίαν αὐτῶν καὶ εἰλικρινῆ περὶ τὸν σωτῆρα Χριστὸν ὁμολογίαν, ἤρξαντο καὶ αὐτοὶ τῇ τοῦ Κυρίου δυναμούμενοι χάριτι τὸν τῶν ἁγίων προφητῶν μεταδιώκειν βίον· περὶ ὧν φησιν ὁ ἀπόστολος τὸ σκεῦος τῆς ἐκλογῆς ὅτι· «Περιῆγον ἐν μηλωταῖς, ἐν αἰγείοις δέρμασιν, ὑστερούμενοι, θλιβόμενοι, κακουχούμενοι, ἐν ἐρημίαις πλανώμενοι καὶ ὄρεσι καὶ σπηλαίοις καὶ ταῖς ὀπαῖς τῆς γῆς, ὧν οὐκ ἦν ἄξιος ὁ κόσμος.» Διὰ γὰρ τῆς σοφῆς ἡσυχίας τε καὶ ἀναχωρήσεως καὶ τὴν οἰκείαν ἐκαρπώσαντο σωτηρίαν καὶ πολλοῖς ἑτέροις ὑπόδειγμα τῶν κατὰ Θεὸν κρειττόνων παρείχοντο κατορθωμάτων, πάντων μὲν τῶν γηΐνων καὶ παρερχομένων ἑαυτοὺς γυμνοῦντες, τὴν δὲ τῶν ἀσωμάτων ἐν σαρκὶ ζηλοῦντες πολιτείαν, δι’ ἧς ἑαυτοὺς πρὸς τὸ ὕψος τῶν ἀρετῶν ἀσκήσει καὶ εὐλαβείᾳ, πραότητί τε καὶ ἀοργησίᾳ προαγαγεῖν προεθυμήθησαν· ὡς ἐν μηδενὶ μὲν ἐλάττους τῶν πρώην ἁγίων φανῆναι, φθάνειν δὲ τοῖς ἀγῶσι καὶ τοὺς ἕνεκεν τοῦ ὀνόματος τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ νομίμως ἀθλήσαντας.

Καὶ γὰρ οὗτοι πρὸς τοὺς ἀνενδότως καὶ ἀοράτως πολεμοῦντας ἐχθροὺς γενναίως παραταξάμενοι καὶ τὰς τούτων νικήσαντες δυνάμεις κατὰ τὸν εἰπόντα ὅτι· «Οὐκ ἔστιν ἡμῖν ἡ πάλη πρὸς αἷμα καὶ σάρκα, ἀλλὰ πρὸς τὰς ἀρχάς, πρὸς τὰς ἐξουσίας, πρὸς τοὺς κοσμοκράτορας τοῦ σκότους τοῦ αἰῶνος τούτου, πρὸς τὰ πνευματικὰ τῆς πονηρίας ἐν τοῖς ἐπουρανίοις,» τῶν αἰωνίων καὶ ἀθανάτων κατηξιώθησαν ἀγαθῶν, περὶ ὧν εἴρηται· «Ἃ ὀφθαλμὸς οὐκ εἶδε καὶ οὖς οὐκ ἤκουσε καὶ ἐπὶ καρδίαν ἀνθρώπου οὐκ ἀνέβη, ἃ ἡτοίμασεν ὁ Θεὸς τοῖς ἀγαπῶσιν αὐτόν.» 4. Ἦν γὰρ ἀληθῶς ὁ τοῦ ἀσκητικωτάτου πατρὸς ἡμῶν Ἀντωνίου βίος κατὰ μίμησιν τοῦ μεγάλου Ἡλιοῦ καὶ Ἐλισσαίου καὶ Ἰωάννου τοῦ Βαπτιστοῦ, τῶν τῆς ἐρήμου πολιτῶν καὶ τῶν οὐρανίων καὶ αἰωνίων ἀγαθῶν ἐραστῶν. Περὶ οὗ καὶ ἐν συγγράμμασι λεπτομερῶς ὁ ἁγιώτατος ἐπίσκοπος μαρτυρεῖ Ἀθανάσιος, ἄξιος καὶ αὐτὸς τῆς Ἀντωνίου πολιτείας. Ἐν οἷς συγγράμμασι καὶ τοῦ ἐν ἁγίοις πατρὸς ἡμῶν μέμνηται Ἀμοῦν, ὃς καὶ αὐτὸς διὰ τῆς τοῦ Κυρίου χάριτος τὴν τῶν ἐν τῷ ὄρει τῆς Νιτρίας ἀδελφῶν ἐθεμελίωσεν ἄσκησιν· προσέτι δὲ μνημονεύσας καὶ τοῦ σὺν αὐτῷ Θεοδώρου ἀνδρὸς ἀσκητικωτάτου, ὃς σφόδρα δυνατῶς καὶ λαμπρῶς διὰ τῆς εἰς Χριστὸν τελείας πίστεως καὶ τῆς ἀκροτάτης ἀσκήσεως τὰς πολυτρόπους τοῦ ἐχθροῦ μηχανὰς κατηγωνίσατο.

Πανταχοῦ μὲν οὖν ἡ τοῦ Θεοῦ δαψιλῶς ἐξεχύθη χάρις κατὰ τὸ γεγραμμένον· «Ἐπεσκέψω τὴν γῆν καὶ ἐμέθυσας αὐτήν.» Ὁ γὰρ εἰρηνοποιὸς τῶν ψυχῶν ἡμῶν ἀντὶ λύπης καὶ στεναγμοῦ χαρὰν ἔδωκε καὶ εὐφροσύνην, καὶ ἀντὶ μερίμνης προσκαίρου ἀγαλλίασιν αἰώνιον παρέσχε τοῖς ἐν ἀληθείᾳ ἐκζητοῦσιν αὐτόν. Ἐκ τούτου μὲν οὖν εἰς πᾶσαν χώραν ἀνεδείχθησαν πατέρες μοναχῶν θαυμάσιοι, ὧν τὰ ὀνόματα ἐν βίβλῳ ζωῆς· ἐν δὲ τῇ Αἰγύπτῳ καὶ Θηβαΐδι μήπω ὄντων πολλῶν μοναχῶν—μετὰ γὰρ τὸν διωγμὸν Διοκλητιανοῦ καὶ Μαξιμιανοῦ ἡ μετάνοια τῶν ἐθνῶν ἐπληθύνθη καὶ τὸ πλήρωμα συνέστη τῆς ἐκκλησίας—καὶ τῶν ἁγίων ἐπισκόπων αὐτοὺς ὁδηγούντων πρὸς τὸν Θεὸν κατὰ τὴν τῶν ἀποστόλων διδαχήν, σφόδρα ἐκαρποφόρει.