Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Παχώμιος ὁ Μέγας – Βίος Παχωμίου (δεύτερος)

Παχώμιος ὁ Μέγας

Συγκρότηση του κοινοβίου και θεσμοθέτηση των πρώτων μοναχικών κανόνων

Η προσέλευση των πρώτων μαθητών, η διοικητική οργάνωση του κοινοβίου, οι διακονίες και η μέριμνα του Παχωμίου για τους ποιμένες των περιχώρων.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Παχώμιος ὁ Μέγας

—

Κεφάλαιο 5 από 16

21. Καὶ δὴ μετὰ χρόνον τινὰ ἀγρυπνοῦντι αὐτῷ καὶ τὸ αὐτὸ προσευχομένῳ ὤφθη ἄγγελος παρὰ Κυρίου λέγων πρὸς αὐτόν· «Παχώμιε.» Ὁ δὲ εἶπεν· «Τί, κύριέ μου;» Καί φησιν ὁ ἄγγελος· «Τὸ θέλημα τοῦ Θεοῦ ἐστι διακονεῖν αὐτῷ καὶ ἀποκαταλλάσσειν τῷ Θεῷ τὸ τῶν ἀνθρώπων γένος.» Τρὶς δὲ τοῦτο εἰπὼν ἀπῆλθεν ἀπ’ αὐτοῦ. Εὐχαριστήσας οὖν τῷ Θεῷ ὁ Παχώμιος καὶ πληροφορηθεὶς ἐπὶ τῇ πρὸς αὐτὸν γενομένῃ πάλιν ὀπτασίᾳ ἤρξατο ὑποδέχεσθαι τοὺς ἐκ μετανοίας προσερχομένους δι’ αὐτοῦ τῷ Θεῷ. Καὶ μετὰ δοκιμασίας πολλῆς ἐδίδου αὐτοῖς τὸ τῶν μοναχῶν σχῆμα, ἀπαγορεύων μὲν αὐτοῖς τὰ τοῦ βίου, προβιβάζων δὲ κατὰ μέρος αὐτοὺς ἐν τῇ ἀσκήσει.

Καὶ πρῶτον μὲν παρῄνει αὐτοὺς παντὶ τῷ κόσμῳ ἀποτάξασθαι, εἶτα καὶ τοῖς ἰδίοις, κατὰ δὲ τὸ εὐαγγέλιον καὶ ἑαυτοῖς, ἵν’ οὕτως δυνηθῶσι καὶ τὸν σταυρὸν τὸν ἑαυτῶν βαστάσαντες τῷ σωτῆρι ἀκολουθῆσαι. Αὐτοὶ δὲ συνεχῶς διδασκόμενοι ὑπ’ αὐτοῦ ἐκαρποφόρουν κατὰ τὰς γραφὰς ἀξίως τῆς κλήσεως, ὁρῶντες αὐτὸν ἐν γήρει μάλιστα μακρῷ μὴ μόνον ἐν τῇ ἐπιπόνῳ ἀσκήσει ἑαυτὸν κακουχοῦντα, ἀλλὰ γὰρ καὶ πᾶσαν τὴν φροντίδα τῆς μονῆς δι’ ἑαυτοῦ ποιεῖσθαι σπουδάζοντα. Ἦν γὰρ ἰδεῖν τὸν γέροντα προθύμως ἑτοιμάζοντα αὐτοῖς κατὰ τὴν ὥραν συνερχομένοις πρὸς ἑστίασιν τὴν τράπεζαν, ὁμοίως δὲ καὶ ἐν τῷ κήπῳ λάχανα σπείροντα καὶ ταῦτα δι’ ἑαυτοῦ ποτίζοντα, καὶ τῷ κρούοντι τὴν θύραν ἑτοίμως προσαπολογούμενον, καὶ τοὺς ἀσθενεῖς νύκτωρ τε καὶ μεθ’ ἡμέραν ὑπηρετοῦντα καὶ διαναπαύοντα, καὶ ἐν πᾶσι τούτοις ὑπόδειγμα κάλλιστον τοῖς μαθηταῖς γινόμενον. Προθυμούμενος γὰρ τοὺς νεωστὶ τῇ ἀσκήσει προσελθόντας καὶ μήπω τοιαύτην διάκρισιν ἔχοντας ὥστε δύνασθαι θεοπρεπῶς δουλεύειν ἑαυτοῖς, ἀμερίμνους αὐτοὺς πάντων τῶν τοιούτων περισπασμῶν πρῶτον καθιστῶν ἔλεγεν αὐτοῖς· «Ἐν ᾧ ἐκλήθητε τέως, ἀδελφοί, πρῶτον ἀγωνίσασθε· ψαλμοὺς μελετᾶν, εἶτα τὰ ἀπὸ τῶν ἄλλων βιβλίων μαθήματα, ἐξαιρέτως δὲ τὸ ἅγιον εὐαγγέλιον.

Οὕτως γὰρ δουλεύων τῷ Θεῷ καὶ ὑμῖν κατὰ τὴν αὐτοῦ ἐντολήν, κἀγὼ ἀναπαύσομαι, καὶ ὑμεῖς τέλειοι γενήσεσθε τὰς θείας μανθάνοντες ἐντολάς.» 22. Ἦν δὲ τὰ ὀνόματα τῶν πρώτως προσελθόντων αὐτῷ Ψενθαῆσις καὶ Σουροῦς καὶ Ὄψις. Λαλῶν οὖν αὐτοῖς συνεχῶς τὸν λόγον τοῦ Θεοῦ πολλὰ ὠφέλει αὐτοὺς εἰς ζῆλον ἔργων ἀγαθῶν ἐνάγων αὐτούς. Ὁρῶντες γὰρ ἐκεῖνοι καὶ αὐτὴν τὴν σιωπὴν τοῦ ἁγίου πρᾶξιν ἀρετῆς καὶ λόγον οὖσαν, ἐθαύμαζον λέγοντες πρὸς ἀλλήλους· «Ἐπλανώμεθα ἡμεῖς νομίζοντες πάντας τοὺς ἁγίους ἀτρέπτους καὶ ἁγίους γεγενῆσθαι καὶ μὴ αὐτεξουσίους πεποιῆσθαι ὑπὸ τοῦ Θεοῦ, καὶ πάλιν τοὺς ἁμαρτωλοὺς μὴ ἰσχύειν ἐκ μεταβολῆς ἐναρέτως ζῆν, διὰ τὸ οὕτως καὶ τούτους ἐκτίσθαι ὑπ’ αὐτοῦ. Ὁρῶμεν δὲ σαφῶς τὴν ἀγαθότητα τοῦ Θεοῦ νῦν μάλιστα ἐπὶ τοῦ πατρὸς ἡμῶν τούτου, ὅτι ἐξ ἑλλήνων γονέων ὑπάρχων εἰς τοσαύτην θεοσέβειαν ἤλασεν, ὡς πάσας τὰς ἐντολὰς τοῦ Θεοῦ ἐξανύειν αὐτόν. Ὅθεν σαφῶς ἀποδέδεικται ὅτι καὶ ἡμεῖς καὶ πάντες οἱ βουλόμενοι δυνάμεθα ἀκολουθῆσαι αὐτῷ, καθὼς καὶ αὐτὸς ἐπακολουθεῖ τοῖς ἁγίοις τοῖς πρὸ αὐτοῦ.

Τοῦτο γάρ ἐστι τὸ γεγραμμένον· «Δεῦτε πρός με πάντες οἱ κοπιῶντες καὶ πεφορτισμένοι, κἀγὼ ἀναπαύσω ὑμᾶς,» τὸ αὐτεξουσίως καταλιπόντας τὰ πονηρὰ προσδραμεῖν τῷ ἀγαθῷ. Συναποθάνωμεν τοίνυν, ἵνα καὶ συνζήσωμεν τῷ ἀνθρώπῳ τούτῳ, ὅτι ὀρθῶς ἡμᾶς εἰς τὴν ζωὴν ὁδηγεῖ.» Καὶ προσελθόντες τῷ Παχωμίῳ λέγουσιν αὐτῷ· «Διὰ τί κοπιᾷς μόνος εἰς τὰ ἔργα τῆς μονῆς, πάτερ;» Ὁ δὲ λέγει αὐτοῖς· «Τίς ζεύγνυσι ζεῦγος αὐτοῦ πρὸς ἐργασίαν, καὶ ἀθρόον ἐπιτίθεται αὐτῷ ἢ παραβλάπτει αὐτό, ὥστε ἀτονῆσαν καταπεσεῖν; Καὶ οὐχὶ πρότερον διαβαστάζει αὐτό, εἶθ’ οὕτως ἐπὰν συνηθίσῃ ἐπιτηδείως κέχρηται αὐτῷ πρὸς ἐργασίαν τελείαν; Τὸν αὐτὸν δὴ τρόπον δεῖ καὶ ἡμᾶς τῇ ἱκανότητι ᾗ ἱκάνωσεν ἡμᾶς ὁ Χριστὸς ἀγωνίζεσθαι σὺν ὑμῖν πρὸς στηριγμὸν ὑμέτερον, ἀγαπητοί. Ὁ δὲ οἰκτίρμων Κύριος, ὁ ἀεὶ ἐπιβλέπων ἐπὶ τὴν ἐμὴν ταπείνωσιν, στηρίξει τὰς καρδίας ὑμῶν, καὶ ἐν ὑπομονῇ ἐπιτελοῦντας ὑμᾶς τὸ ἀγαθὸν τελειώσει· ὥστε καὶ ἄλλους, ὁρῶντας ὑμῶν τὴν κατὰ Θεὸν ἐνάρετον πολιτείαν, ἐπισυναχθῆναι, τοὺς δυναμένους ἀντιλαβέσθαι μου περὶ τὰς μερίμνας τῆς μονῆς.» Κανονίζει τοίνυν αὐτοῖς τύπους τινὰς καὶ παραδόσεις ψυχωφελεῖς, τὸ ἔνδυμα εὐτελές, τὴν τροφὴν σύμμετρον καὶ τὴν πρὸς τὸν ὕπνον ἀνάπαυσιν εὐσχήμονα.

23. Βουλήσει δὲ τοῦ πάντας εἰς σωτηρίαν καλοῦντος καὶ αὐξάνοντος Θεοῦ, συνῆλθον καὶ ἄλλοι πρὸς αὐτὸν βουλόμενοι ἀσκεῖσθαι σὺν αὐτῷ. Ἐν οἷς καὶ Πέκουσος καὶ Κορνήλιος καὶ Παῦλος καὶ Παχώμιος ἕτερος καὶ Ἰωάννης καὶ ἄλλοι πλείους, τῆς ὑγιαινούσης καὶ ὀρθῆς πίστεως αὐτοῦ τὴν διδαχὴν ἀκηκοότες.

Ταύτῃ τοίνυν τοὺς δυναμένους ἀντέχεσθαι αὐτῶν εἰς φανερὰς μερίμνας τοῦ μοναστηρίου κατέστησε. Καὶ ἐν ὀλίγῳ ἐπληθύνθησαν οἱ ἀδελφοί, ὡς εἶναι αὐτῶν τὸν ἀριθμὸν ὑπὲρ τοὺς ἑκατόν. Ὅτε δὲ ἔδει αὐτοὺς ἅμα αὐτῷ τῶν ἀθανάτων μυστηρίων μεταλαβεῖν, μετεκαλεῖτο πρεσβύτερον ἕνα τῶν πλησιοχώρων· καὶ οὕτως ἐπετέλει τὴν πνευματικὴν ἑορτήν. Οὔτε γὰρ ἠνείχετο ἐν αὐτοῖς εἶναί τινα χειροτονίας ἠξιωμένον. Ἔλεγε δὲ ἀγαθὸν εἶναι μᾶλλον καὶ σφόδρα λυσιτελοῦν τοῖς μοναχοῖς τὸ μὴ ζητεῖν τιμὴν ἢ ἀρχὴν ἢ δόξαν, μάλιστα ἐν κοινοβίῳ, μήπως ταύτης ἕνεκα τῆς ἀφορμῆς ἔρεις καὶ ζῆλοι καὶ διχοστασίαι γένωνται. «Ὃν τρόπον γάρ, φησί, σπινθὴρ πυρὸς ὁ σμικρότατος ἐμπεσὼν εἰς ἅλωνα, εἰ μὴ θᾶττον σβεσθείη, παντὸς τοῦ ἐνιαυτοῦ πολλάκις τοὺς καρποὺς ἀπόλλυσιν· οὕτως καὶ λογισμὸς φιλαρχίας ἤτοι κλήρου τοῖς μοναχοῖς ἐμπεσών, ἐὰν μὴ τάχιον ἀποσβεσθῇ, τὸν πολὺν τῆς ἀσκήσεως εὐκόλως προσλυμανεῖται πόνον.

Δεῖ δὲ μᾶλλον, ἔφη, ἐπιεικῶς ταῖς ἐκκλησίαις τοῦ Θεοῦ κοινωνεῖν· τοῦτο γὰρ καὶ συμφέρει τοῖς μοναχοῖς. Ἐὰν δέ τινα εὕρωμεν τῶν μοναχῶν πάλαι ὑπὸ τῶν ἁγίων ἐπισκόπων χειροτονίαν δεξάμενον, τοῦτον προσλαμβάνειν λειτουργὸν τῆς ἱερατείας δεῖ ταύτης. Οὐδὲ γὰρ ἐν τῇ παλαιᾷ πᾶς ὁ λαὸς Λευῖται ἐτύγχανον.

Ἄλλως δὲ καὶ τὸν τυπούμενον ἐκ τῶν ἔξωθεν ἐνταῦθα ἱερουργεῖν, οὐκ ἐξουθενήσομεν ὡς φίλαρχον ἢ ὡς ἑαυτῷ τὴν ἱερωσύνην περιποιήσαντα· πῶς γὰρ ὃν ἑκουσίως προειλάμεθα ἢ καὶ προσεκαλεσάμεθα; Λογιζώμεθα δὲ μᾶλλον αὐτὸν ὡς πατέρα, ἅτε καὶ ἐν τούτῳ ὑπήκοον καὶ μιμητὴν τῶν ἁγίων γεγονότα, ἐὰν ἀμέμπτως μάλιστα τύχοι ἐκτελῶν τῷ Θεῷ τὴν λειτουργίαν. Εἰ δὲ καὶ ἔν τινι παραπτώματι ὡς ἄνθρωπος παρ’ ἡμῶν ὑποπτευθῇ, οὐχ ἡμέτερον κρίνειν αὐτόν· ὁ γὰρ Θεὸς δίκαιος ὢν ἔθετο τῶν τοιούτων κριτὰς τοὺς τῶν ἁγίων ἀποστόλων μιμητάς, τοὺς δυναμένους τὰ πνευματικὰ διακρίνειν δικαίᾳ κρίσει.

Ἡμᾶς δὲ συμπαθεῖς καὶ οἰκτίρμονας πρὸς ἀλλήλους βούλεται γίνεσθαι ὁ ἡμέτερος δεσπότης, εὐχομένους ἀεὶ τῷ Θεῷ καὶ ζητοῦντας παρ’ αὐτοῦ τὸ μὴ ἐμπεσεῖν εἰς πειρασμόν.» Τούτων οὕτως καλῶς παρ’ αὐτοῦ λεγομένων τε καὶ πραττομένων, εἴ ποτε συνέβη κληρικὸν πρὸς αὐτὸν παραγενέσθαι εἶναι σὺν αὐτῷ θέλοντα, τῇ μὲν ἀξίᾳ κατὰ τὸν ἐκκλησιαστικὸν κανόνα ὑπετάττετο αὐτῷ ὁ Παχώμιος, κἀκεῖνος δὲ πάλιν κατὰ τοὺς τῆς ἀσκήσεως κανόνας μιμητὴς τῶν ἀδελφῶν γενόμενος ἑκουσίως ἑαυτὸν ὑπερεκπερισσοῦ ταπεινοῦν ἐσπούδαζε.

24. Συμπαθὴς δὲ ἦν ὁ ἅγιος καὶ φιλάδελφος, εἰ καί τις ἄλλος· τοῖς μὲν γὰρ γέρουσι καὶ ἀσθενέσι περὶ τὸ σῶμα λίαν συνέπασχε, τοῖς δὲ νέαν ἄγουσι τὴν ἡλικίαν συγκαταβαίνων ᾤκτειρεν αὐτούς, ἐν ἅπασι κηδόμενος τῶν ψυχῶν αὐτῶν σφόδρα. Προκοπτόντων δὲ τῇ πίστει καὶ αὐξανομένων τῶν ἀδελφῶν εἰς πλῆθος μέγιστον, πολλοὶ ζηλωταὶ τοῦ ἀγαθοῦ ἀνεδείκνυντο.

Ἔταξεν οὖν τινας πάλιν ἐξ αὐτῶν τοὺς ὀφείλοντας ἀντιλαμβάνεσθαι αὐτοῦ εἰς περιποίησιν τῶν ἐπισυναγομένων ψυχῶν. Πολλῶν γάρ, ὡς εἴρηται, συνερχομένων πρὸς αὐτὸν καὶ διαφόρως ἐν τοῖς πνευματικοῖς προκόπτειν ἀγωνιζομένων, πολλή τις ἦν ἡ διαφορὰ τῆς καταστάσεως καὶ τῆς πολιτείας αὐτῶν. Καὶ αὐτὸς δὲ ὁ πατὴρ ἐν ἅπασιν ὑπὸ τῆς χάριτος ὁδηγούμενος ἑκάστῃ πολιτείᾳ τύπους καὶ μέτρα καὶ κανόνας ἐδίδου· τοῖς μὲν γὰρ ἦν ἡ διὰ χειρῶν ἐργασία πρὸς διατροφήν, τοῖς δὲ ἡ πρὸς διακονίαν τῆς κοινῆς ἀδελφότητος λειτουργία. Καὶ ἕκαστος πρὸς τὸν κανόνα τὸν δεδομένον αὐτῷ, οὐ κατὰ τὰς αὐτὰς μέντοι ὥρας διαιτώμενοι, ἀλλ’ ἕκαστος κατὰ τὸ ἔργον καὶ τὴν ἐγκράτειαν ἤσκει. Οἰκονόμον μὲν οὖν περὶ τῆς χρείας τῆς σωματικῆς τῆς εἰς τοὺς ἀδελφοὺς καὶ τοὺς ξένους, καὶ δευτερεύοντα τούτῳ κατέστησε. Πάντας δὲ αὐτοὺς ἑτοίμους πρὸς πᾶσαν ὑπακοὴν εἶναι παρεκάλει. Μὴ ἔχειν δὲ θέλημα καρδίας ἴδιον ἐν μηδενὶ διεκελεύετο, ἵν’ οὕτως καρποφορῶσι τῷ Θεῷ μᾶλλον καὶ μὴ ἑαυτοῖς. Ἀσχολουμένου δὲ αὐτοῦ ἢ καὶ ἀπόντος πολλάκις, ὁ δευτερεύων ἦν αὐτῷ πρὸς πᾶσαν διαταγὴν τῆς μονῆς, ἐκτός τινος ὑψηλοφροσύνης καὶ καυχήματος, ἐν ταπεινοφροσύνῃ πολλῇ εἰς οἰκοδομὴν καὶ ὠφέλειαν τῶν ἀδελφῶν πάντα διατυπῶν καὶ πράττων, ἕως ἂν πάλιν πρὸς αὐτοὺς ὁ πατὴρ παρεγένετο.

Οὕτως δὲ τῆς ἀδελφότητος κηδόμενος λίαν ἔχαιρεν ἐπὶ τῇ τούτων προκοπῇ. 25. Μετὰ δέ τινα χρόνον ἐν νῷ λαβὼν τοὺς πτωχοὺς τοὺς πλησίον ποιμαίνοντας καὶ λογισάμενος ὑστερεῖσθαι τούτους τῆς τε κοινωνίας καὶ τῆς διδαχῆς τῆς κατὰ σάββατον καὶ κυριακὴν γινομένης, ἐβουλεύσατο γνώμῃ Ἀπρίωνος τοῦ τῆς Τεντύρων ἐπισκόπου ἐκκλησίαν αὐτοῖς οἰκοδομῆσαι ἐν αὐτῇ τῇ πτωχῇ καὶ ἐρήμῳ κώμῃ αὐτῶν, ὅπως κατ’ αὐτὴν συνερχόμενοι τῆς θείας διδασκαλίας ἀπολαύσωσι. Μὴ ὄντος δὲ ἔτι τοῦ συνάγειν ὀφείλοντος, αὐτὸς κατὰ τὴν ὥραν τῆς συνάξεως μετὰ καὶ ἄλλων ἀδελφῶν ἀπιὼν ἀνεγίνωσκεν αὐτοῖς τὰς θείας γραφάς, διὰ τὸ μηδέπω τετυπῶσθαι αὐτοῖς ἀναγνώστην. Καὶ τὰ πρὸς τὰς χρείας δὲ τοῖς παραβάλλουσι ξένοις αὐτὸς ἐδίδου, ἄχρις οὗ κατέστη πρεσβύτερος ἐν τῇ αὐτῇ ἐκκλησίᾳ. Τοσαύτην δὲ εἶχεν εὐλάβειαν καὶ αἰδῶ ἀναγινώσκων, οὕτως τε τοὺς ὀφθαλμοὺς καὶ τὴν καρδίαν κατεσταλμένην, ὡς βλέποντας τοὺς κοσμικοὺς ἄγγελον αὐτὸν Θεοῦ καὶ οὐκ ἄνθρωπον ἡγεῖσθαι ἐν μέσῳ αὐτῶν ἀναστρεφόμενον. Ὅθεν πολλοὶ προθυμίαν ἐλάμβανον τοῦ γίνεσθαι χριστιανοὶ καὶ πιστοί. Καὶ γὰρ καὶ φιλάδελφος ἦν καὶ φιλάνθρωπος ἐπὶ τοσοῦτον ὡς πολλάκις ὁρᾶν τοὺς ἀνθρώπους τῇ πλάνῃ τοῦ Σατανᾶ ἐξακολουθοῦντας καὶ μὴ σεβομένους τὸν μόνον ἀληθινὸν Θεόν, καὶ στενάζειν καὶ δακρύειν ἐπὶ τῇ ἀπωλείᾳ αὐτῶν, ἐπιποθεῖν τε τὴν αὐτῶν σωτηρίαν.