Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Παχώμιος ὁ Μέγας – Βίος Παχωμίου (δεύτερος)

Παχώμιος ὁ Μέγας

Νέες ιδρύσεις, απόρριψη του ωριγενισμού και οράματα για το μέλλον του μοναχισμού

Η ίδρυση νέας μονής υπό τον Σαμουήλ, η αναμέτρηση με τη θύραθεν φιλοσοφία και τους οπαδούς του Ωριγένη, και το όραμα της μελλοντικής πνευματικής έκπτωσης των μοναχών.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Παχώμιος ὁ Μέγας

—

Κεφάλαιο 12 από 16

65. Ὁ δὲ μέγας τὴν ὁδὸν διανύσας καὶ φθάσας πρὸς τὸν προρρηθέντα ἐπίσκοπον μετὰ τῶν σὺν αὐτῷ ἀδελφῶν, ἑορτὴν ἄγειν αὐτὸν ἐπὶ τῇ ἀφίξει αὐτοῦ παρεκέλευσεν· ὃς ἀσπασάμενος αὐτὸν ἀξίως τε δεξιωσάμενος ἔδωκε τόπον αὐτῷ πρὸς οἰκοδομὴν τοῦ τρισποθήτου φροντιστηρίου οὗπερ καὶ ἠξίου.

Τοῦ δὲ ἁγίου κἀκεῖσε τοῦτο προθύμως ἐγείροντος, τριγχίον τε ἀσφαλὲς περιτιθέντος ἔξωθεν, ὡς ἂν μὴ τοῖς βουλομένοις ὁρᾶν ῥᾳδίως προκέοιντο, τινὲς ἐκ διαβολικῆς ἐνεργείας φθόνῳ τετηκότι συνοδεύοντες, νυκτὸς παραγενόμενοι κατέβαλλον τὸ οἰκοδομούμενον. Ἀλλ’ οὐκ εἰς μακρὰν ἔδοσαν δίκας τοῦ τολμήματος ἀξίας· ὡς γὰρ αὐτὸς πρὸς μακροθυμίαν τοὺς ἀδελφοὺς συνεβίβαζεν ἐφ’ ἑκάστης καὶ μιᾶς τῶν ἡμερῶν ἐπελθόντες ἐκεῖνοι κατὰ τὸ εἰωθὸς ἐποίουν τὸ ῥᾳδιούργημα, παραχρῆμα ἐπιστὰς ἄγγελος Κυρίου πάντας αὐτοὺς ἐφλόγισεν, εἴρξας τοῦ λοιποῦ τοῦ τοιούτου ἀτοπήματος· ὡς γὰρ κηρὸς ἀπὸ προσώπου πυρός, οὕτως ἐλύθησαν. Καὶ οἱ ἀδελφοὶ σὺν εὐθυμίᾳ πολλῇ τὸ μοναστήριον ᾠκοδόμησαν. Κατέστησεν οὖν κἀκεῖ ἄνδρας εὐλαβεῖς καὶ λίαν θαυμαστοὺς ὁ ἅγιος, ἐξάρχοντος αὐτῶν τινος Σαμουήλ, ἱλαροῦ καὶ ἐγκρατοῦς ἀνδρός, διότι ἐγγὺς τοῦ ἄστεως ἦν τὸ φροντιστήριον.

66. Αὐτοῦ τοιγαροῦν παραμένοντος αὐτοῖς, ἄχρις ἂν τῇ τοῦ Κυρίου χάριτι στερεωθῶσι, φιλόσοφός τις τῆς αὐτῆς πόλεως ἀκούσας περὶ αὐτῶν παρεγένετο ἐκεῖσε πειράζων αὐτοὺς τίνες ἂν εἶεν. Καὶ συντυχὼν ἑνὶ τῶν ἀδελφῶν λέγει αὐτῷ· «Καλέσατέ μοι τὸν πατέρα ὑμῶν περὶ ἀναγκαίων μοι διαλεξόμενον.» Μαθὼν οὖν ὁ ἅγιος ὅτι φιλόσοφός ἐστι, πέμπει Κορνήλιον πρὸς αὐτὸν καὶ Θεόδωρον, πρὸς τὰ ὑπ’ αὐτοῦ λεγόμενα παρεγγυήσας αὐτοῖς ἀπολογήσασθαι. Ἐξελθοῦσι δὲ αὐτοῖς φησιν ὁ φιλόσοφος· «Λόγος πολὺς κατέχει παρ’ ἡμῖν, ὡς σοφοί τινες καὶ ἄγοντες ἡσυχίαν ἐστὲ κατὰ τὴν θρησκείαν ὑμῶν, ἔτι δὲ καὶ πρὸς τοὺς ἐντυγχάνοντας συνετῶς ἀπολογούμενοι. Δοκιμῶ οὖν ὑμᾶς, ἐξ ὧν αὐτοὶ ἀναγινώσκετε γραφῶν τοὺς συλλογισμοὺς ποιησάμενος.» Πρὸς ὃν ὁ Θεόδωρος ἔφη· «Λέγε ὃ ἔχεις.» Ὁ φιλόσοφος ἀπεκρίθη· «Ποιεῖς αὐτὸς μεθ’ ἡμῶν τοὺς λόγους, λύων τὸ ἐπιζητούμενον;» —«Λέγε·» ἔφη πρὸς αὐτὸν ὁ Θεόδωρος. Ὁ δὲ φιλόσοφος πρὸς αὐτόν· «Τίς μὴ γεννηθεὶς ἀπέθανεν; ἢ τίς γεννηθεὶς οὐκ ἀπέθανε; τίς δὲ ἀποθανὼν οὐκ ἐπώζεσεν;» Ὁ δὲ Θεόδωρος πρὸς αὐτόν· «Οὐ μέγα μέν σου τὸ ἐρώτημα, ὦ σοφέ· πλὴν ἐρῶ· ὁ μὴ γεννηθεὶς ἀποθανὼν δέ, ὡς εἴρηκας, ἔστιν ὁ Ἀδάμ· ὁ δὲ γεννηθεὶς καὶ μὴ ἀποθανών, ἔστιν Ἐνώχ· καὶ ὁ ἀποθανὼν καὶ μὴ ἐποζέσας, ἡ τοῦ Λώτ ἐστι γυνή, ἥτις εἰς στήλην μετεβλήθη ἁλός, εἰς ὑπόδειγμα τῶν ἀπειθούντων ἄχρι τοῦ παρόντος ἑστῶσα.

Συμβουλεύω δέ σοι, φιλόσοφε, τὰς προτάσεις σου ταύτας καὶ τοὺς συλλογισμοὺς καταλιπόντα τοὺς ἀκαίρους προσελθεῖν τῷ Χριστῷ ᾧ λατρεύομεν καὶ λαβεῖν τῶν ἁμαρτημάτων τὴν ἄφεσιν.» Πρὸς ταῦτα μείνας ἐννεὸς ὁ φιλόσοφος ἀπῄει θαυμάζων, τὸ ὀξὺ τῆς ἀποκρίσεως τοῦ ἀνδρὸς ἐκπληττόμενος.

67. Καὶ δὴ πάλιν τοῦ πατρὸς ἐκ τῆς μονῆς ἧς ᾠκοδόμησε διὰ πλειόνων ἡμερῶν ἀναλύσαντος φθάσαντός τε εἰς μίαν τῶν ὑπ’ αὐτοῦ, καὶ τῶν ἐκεῖσε ἀδελφῶν εἰς συνάντησιν αὐτῷ ἐξελθόντων καὶ ἀσπασαμένων αὐτόν, παιδίον τῆς αὐτῆς ἀγέλης ἐξελθὸν βοᾶν ἤρξατο πρὸς αὐτόν· «Ἀληθῶς, ὦ πάτερ, ἀφ’ οὗ ἐντεῦθεν ἐπορεύθης ἕως τοῦ νῦν, οὔτε λάχανον οὔτε ἀθὴρ ἡψήθη ἡμῖν.» Πρὸς ὃ χαριέντως ἀποκριθεὶς ὁ ἅγιος εἶπε· «Μὴ λυποῦ, τέκνον· ἐγὼ ποιῶ.» Καὶ περιελθὼν τὴν μονὴν εἴσεισι καὶ ἐν τῷ ἑψητηρίῳ· καὶ τὸν ἐκεῖ τυπωθέντα εὑρὼν ἀδελφὸν ψίαθον ἐργαζόμενον, λέγει αὐτῷ· «Εἰπέ μοι, ἀδελφέ· πόσον χρόνον ἔχεις μὴ ἑψῶν τοῖς ἀδελφοῖς λάχανα;» Ὁ δέ φησι· «Μῆνας δύο.» Καὶ πρὸς αὐτὸν ὁ πατήρ· «Τίνος ἕνεκα κατεφρόνησας τῆς ἐντολῆς;» Ὁ δὲ ἀπολογούμενος ἔφη· «Ἤθελον, πάτερ, ἐφ’ ἑκάστης τοῦτο ποιεῖν· γνοὺς δὲ ὅτι τὸ ἑψόμενον, ἐν τῷ πάντας σχεδὸν τοὺς ἀδελφοὺς ἐγκρατεύεσθαι, οὐκ ἀναλίσκεται—τὰ γὰρ παιδία μόνα ἐστὶ τὰ ἐσθίοντα—ἵνα οὖν μὴ τὸ μετὰ κόπου τοσούτου γινόμενον ἀνάλωμα μηδενὸς μετέχοντος βληθῇ ἔξω, ἄτοπον ἡγησάμενος καὶ ἄκαιρον, διὰ τοῦτο οὐχ ἥψησα. Καὶ πρὸς τὸ μὴ ἀργίας ἕνεκα κριθῆναί με, ψιάθια ἐργάζομαι μετὰ τῶν ἀδελφῶν, εἰδὼς ἕνα μόνον τῶν μετ’ ἐμοῦ τυπωθέντων δύνασθαι ἐπαρκεῖν πρὸς τὴν τοιαύτην χρείαν καὶ πρὸς τὸ καταρτῦσαι μικρὰ βρώματα, ἅπερ ἐστὶν ἐλαῖαι καὶ λεπτολάχανα.»

Ἀκούσας δὲ ταῦτα ὁ ἅγιος λέγει αὐτῷ· «Καὶ πόσα ἐστὶ τὰ ψιάθια ἃ εἰργάσασθε;» Ὁ δέ φησι· «Πεντακόσια.» Λέγει αὐτῷ· «Ἐνέγκατε αὐτὰ ὧδε.» Κομισθέντων δὲ αὐτῶν, ἐκέλευσε παραχρῆμα εἰς πῦρ βληθῆναι αὐτά. Καί φησι πρὸς αὐτούς· «Ὥσπερ ὑμεῖς τοῦ δοθέντος ὑμῖν περὶ τῆς τῶν ἀδελφῶν οἰκονομίας κατεφρονήσατε κανόνος, οὕτως κἀγὼ ἀφειδῶς τὸ ἔργον ὑμῶν κατέκαυσα, ἵνα γνῶτε ὡς οὐκ ἔστι καλὸν καταφρονεῖν θεσμοὺς πατέρων πρὸς σωτηρίαν δεδομένους ψυχῶν. Ἢ ἀγνοεῖτε ὅτι οὗπέρ τις τὴν ἐξουσίαν πρὸς ἀπόλαυσιν ἔχει, τούτου δὲ τὴν ἀποχὴν διὰ Θεὸν ποιεῖται, μισθὸν πλείονα παρὰ Θεῷ καρποῦται· οὗ δὲ τὴν δεσποτείαν οὐκ ἔλαβεν, ἀνάγκῃ δὲ καὶ βίᾳ διὰ τὸ μὴ ἔχειν ἀπέχεται, μάτην ὑπὲρ τούτου μισθὸν ἐπιζητεῖ; Ὅταν γάρ, πλειόνων καὶ διαφόρων πρὸς ἑστίασιν παρατεθέντων ἐδεσμάτων, αὐτοὶ διὰ Θεὸν ἐγκρατεύωνται, τηνικαῦτα πολὺν ἔχουσι μισθόν. Ὑπὲρ οὗ δὲ οὐκ εἶδον ἢ ἐπ’ ἐξουσίας ἔσχον πρὸς μετάληψιν, πῶς λογισθήσεται ἐγκράτεια; Διὰ βραχὺ τοίνυν ἀνάλωμα ἐλαίου τὴν τοσαύτην τῶν ἀδελφῶν ὠφέλειαν ἀπεβάλεσθε;» 68. Ταῦτα πρὸς αὐτοὺς διεξιόντος, καὶ ἱκανῶς πρὸς τὴν ἐπανόρθωσιν κινηθέντος, ὁ πρὸς ταῖς θύραις ἀδελφὸς εἰσελθὼν ἔφη αὐτῷ· «Μέγιστοί τινες ἀναχωρηταὶ ἥκασιν ἐνταῦθα, συντυχεῖν ὑμῖν ἐπιζητοῦντες.» Ὁ δὲ εἰσελθεῖν αὐτοὺς τὸ τάχος παρεκελεύσατο.

Καὶ παραγενομένους ἠσπάσατο αὐτοὺς καὶ μετὰ τὴν εὐχὴν παραλαβὼν ὡδήγει πρός τε τοὺς ἐκεῖσε ἀδελφοὺς ἅπαντας καὶ τοὺς τόπους ἐν ᾧ ἡ μονὴ περιώριστο.

Παρεκάλουν δὲ τὸν μέγαν κατ’ ἰδίαν περὶ ὧν ἐβούλοντο διαλεχθῆναι αὐτῷ. Καὶ λαβὼν αὐτοὺς ἐν κελλίῳ ἐπιτηδείῳ καὶ ἡσυχάζοντι ἐκαθέσθη σὺν αὐτοῖς. Ἀρξαμένων δὲ αὐτῶν τῆς διαλέξεως, μεγάλης ὁ ἅγιος ᾐσθάνετο αὐτῶν τῆς δυσωδίας· ὁρῶν δὲ αὐτῶν τὸν προφορικὸν λόγον καὶ τὴν ἕξιν ἐξησκημένην ἐν ταῖς γραφαῖς, ἠπόρει περὶ τῆς ἀνυποίστου ἐκείνης ἐννοῶν δυσοσμίας.

Μετὰ δὲ τὸ πλεῖστα καὶ αὐτοὺς πρὸς αὐτὸν καὶ τὸν ἅγιον πρὸς ἐκείνους διαλεχθῆναι ἐκ τῶν ἁγίων γραφῶν καὶ φθάσαι τὴν ὥραν τῆς ἐννάτης, ἀνέστησαν καὶ αὐτοὶ τοῦ πορευθῆναι τὴν ὁδὸν αὐτῶν. Προτραπέντες δὲ πρὸς εὐωχίαν παρὰ τοῦ μεγάλου, οὐ συνέθεντο, σπουδὴν ἔχειν λέγοντες πρὸ ἡλίου δυσμῶν καταλαβεῖν τὸν τόπον αὐτῶν. Καὶ ἀποταξάμενοι ἐξῆλθον ἀπ’ αὐτοῦ. Ὁ δὲ μέγας, πυθέσθαι τὴν αἰτίαν τῆς ἀηδίας αὐτῶν ἐκείνης βουλόμενος, προσηύξατο τῷ Θεῷ· παραχρῆμά τε ἔγνω ὅτι δόγματα ἀσεβείας ἦν τὰ ἐκ τῆς ψυχῆς αὐτῶν τοσαύτην προϊέμενα λύμην. Καὶ μὴ μελλήσας κατεδίωξε τοὺς ἄνδρας· καὶ καταλαβὼν λέγει αὐτοῖς· «Θέλω ὑμᾶς ἐρωτῆσαι λόγον ἕνα.» Οἱ δὲ εἶπον· «Λέγε.» Ὁ δὲ εἶπεν· «Τοῦ λεγομένου Ὠριγένους τὰ συντάγματα ὑμεῖς ἀναγινώσκετε;» Οἱ δὲ ἀκούσαντες ἠρνήσαντο λέγοντες· «Οὐχί.» Ὁ δὲ ἅγιος εἶπεν· «Ἰδοὺ μαρτύρομαι ὑμῖν ἐνώπιον τοῦ Θεοῦ ὅτι πᾶς ἄνθρωπος ὁ ἀναγινώσκων Ὠριγένην καὶ δεχόμενος αὐτοῦ τὰ συντάγματα εἰς πυθμένα ᾅδου καταντήσει καὶ ἡ κληρονομία αὐτοῦ σκότος τὸ ἐξώτερον. Ἐγὼ δὲ ὅπερ ἐγνωρίσθη μοι παρὰ Κυρίου, διεμαρτυράμην ὑμῖν, καὶ ἀθῷός εἰμι ὑπὲρ τούτου· ὑμεῖς ὄψεσθε· ἰδοὺ ἠκούσατε τὴν ἀλήθειαν. Εἰ δὲ πεισθείητέ μοι τὸν Θεὸν ἀληθῶς ἀναπαῦσαι βουλόμενοι, ὅλας τὰς βίβλους Ὠριγένους. λαβόντες εἰς τὸν ποταμὸν ῥίψατε.» Καὶ ταῦτα εἰπὼν κατέλιπεν αὐτούς.

69. Καὶ ἐπανελθὼν εἰς τὸ τῆς ἀληθείας γυμνάσιον εὗρε μὲν τοὺς ἀδελφοὺς εἰς τὰς εὐχὰς συνηγμένους, καὶ στὰς μετ’ αὐτῶν ἐπλήρωσε τὴν ὑμνῳδίαν. Συνελθόντων δὲ ἐκείνων ἐπὶ τὸ φαγεῖν, ἔμεινεν αὐτὸς ἐν τόπῳ τινὶ ἐν ᾧ τὰς εὐχὰς εἰώθει τῷ δεσπότῃ προσφέρειν. Καὶ κλείσας τὴν θύραν προσηύχετο τῷ Θεῷ, μεμνημένος τῆς ποτε γενομένης αὐτῷ ὀπτασίας καὶ ἀξιῶν πάλιν γνωρισθῆναι αὐτῷ τὰ περὶ τῆς μετὰ ταῦτα τῶν ἀδελφῶν καταστάσεως καὶ τί ἂν εἴη τὰ μετὰ τὴν αὐτοῦ τελευτὴν τοῖς μετέπειτα ἀδελφοῖς συμβησόμενα. Καὶ παρέτεινε τὴν προσευχὴν ἀπὸ ὥρας ἐννάτης ἕως οὗ ὁ καλέσων ἀδελφὸς ἐπὶ τὴν νυκτερινὴν ἀνέστησεν ὑμνῳδίαν τοὺς ἀδελφούς. Εὐχομένου δὲ αὐτοῦ ἐκτενῶς, ἄφνω περὶ τὸ μεσονύκτιον ὁρᾷ ὀπτασίαν γνωρίζουσαν αὐτῷ τὸ αἴτημα αὐτοῦ περὶ τῆς μετὰ ταῦτα καταστάσεως τῶν ἀδελφῶν, καὶ ὅτι μὲν ἀσκήσουσί τινες αὐτῶν εὐσεβῶς καὶ πλατυνθήσεται τὸ μοναστήριον μειζόνως, ὀκλάσουσι δὲ οὐκ ὀλίγοι καὶ ἀμελήσουσι πολλοὶ τῆς αὐτῶν σωτηρίας.

Ἐθεάσατο γοῦν, ὡς αὐτὸς ἔφη, πλῆθος ἀδελφῶν ἐν κοιλάδι βαθυτάτῃ καὶ αὐχμηρᾷ, καὶ πολλοὺς μὲν αὐτῶν βουλομένους ἀνελθεῖν ἐκ ταύτης καὶ μὴ ἰσχύοντας τῷ κατὰ πρόσωπον ἀλλήλων συναντῶντας μήτε γνωρίζειν δύνασθαι μήτε μὴν διαδρᾶναι τὸ βαθύτατον σκότος, ἄλλους δὲ πεσόντας ἀπὸ τῆς ἀτονίας τῷ ᾅδῃ προσομιλεῖν, ἑτέρους βοῶντας ἐλεεινῇ τῇ φωνῇ, ὀλίγους δὲ ἐξ αὐτῶν μόλις μετὰ πολλοῦ καμάτου ἰσχύσαντας ἀνελθεῖν· οἷς ἀναβᾶσι φῶς ὑπήντησε, καὶ γενόμενοι ἐν αὐτῷ ηὐχαρίστησαν τῷ Κυρίῳ. Τότε ἔγνω ὁ μακάριος ἀληθῶς τὰ συμβησόμενα τοῖς ἀδελφοῖς ἐπ’ ἐσχάτων καὶ τὴν μέλλουσαν ἀμέλειαν γίνεσθαι ἐν αὐτοῖς καὶ τὴν πολλὴν πώρωσιν αὐτῶν καὶ πλάνην καὶ τὴν τῶν καλῶν ἔκλειψιν καὶ ὡς οἱ ἀμελέστεροι κρατήσουσιν ἐπερειδόμενοι τῇ συμφωνίᾳ τοῦ ἀρέσκοντος αὐτοῖς πλήθους. Καὶ τύπος μόνον ἐν αὐτοῖς ἔσται μετὰ ταῦτα, ὥστε τοὺς κακοὺς ἄρξαι τῶν ἀδελφῶν καὶ τοὺς μὴ εἰδότας γνῶσιν τῶν μοναστηρίων κρατῆσαι μάχεσθαί τε περὶ ἀρχῆς, καὶ τοὺς κρείττους παρὰ τῶν φαύλων διώκεσθαι, καὶ μὴ ἔχειν τοὺς ἀγαθοὺς παρρησίαν, καὶ τὸ δὴ λεγόμενον, τὰ θεῖα εἰς ἀνθρώπινα μεταβληθήσεσθαι. —Καὶ ἀναβοήσας πρὸς Κύριον μετὰ κλαυθμοῦ εἶπε· «Κύριε παντοκράτωρ, εἰ οὕτως ἔσται, τίνος ἕνεκεν παρεχώρησας τὰ κοινόβια ταῦτα γίνεσθαι;

Εἰ ἐν τοῖς καιροῖς τοῖς ἑξῆς οἱ μέλλοντες ἄρχειν τῶν ἀδελφῶν φαῦλοι ἔσονται, ὁποῖοι ἂν εἶεν οἱ ὑπ’ αὐτῶν ποιμαινόμενοι; Τυφλὸς γὰρ τυφλὸν ἐὰν ὁδηγῇ, ἀμφότεροι εἰς βόθυνον ἐμπεσοῦνται. Εἰκῆ καὶ μάτην κεκοπίακα; Μνήσθητι, Κύριε, τῶν ἐμῶν πόνων οὓς αὐτὸς ἐτελείωσας, καὶ τῶν σῶν δούλων τῶν ἐξ ὅλης ψυχῆς πολιτευομένων νῦν. Μνήσθητι τῆς διαθήκης ἧς ἐπηγγείλω ἕως τῆς συντελείας φυλάττειν τοῖς σοῖς οἰκέταις. Σὺ οἶδας, Κύριε, ὅπως ἀφ’ οὗ εἱλάμην τὸ σχῆμα τοῦ μοναχοῦ, ἐταπείνωσα ἐμαυτὸν ἐναντίον σου, καὶ οὐκ ἐκορέσθην ἄρτου ἢ ὕδατος ἤ τινος τῶν ἐπὶ τῆς γῆς.» 70. Ταῦτα λέγοντος αὐτοῦ, φωνὴ πρὸς αὐτὸν γέγονε λέγουσα· «Μὴ καυχῶ, Παχώμιε, ἄνθρωπος ὤν· ἀλλ’ ἔτι αἴτησαι σεαυτῷ ἔλεος· τὰ γὰρ σύμπαντα τῷ ἐλέει μου συνίσταται.» Ὁ δὲ παραχρῆμα ἔρριψεν ἑαυτὸν ἐπὶ τὴν γῆν καὶ ᾔτει ἔλεος παρὰ Κυρίου λέγων· «Κύριε παντοκράτωρ, κατάπεμψον τοὺς οἰκτιρμούς σου ἐπ’ ἐμὲ καὶ μήποτε ἀφέλῃς τὸ ἔλεός σου ἀπ’ ἐμοῦ· γινώσκω γὰρ κἀγώ, δέσποτα, ὅτι ἄνευ τῆς ἀντιλήψεως τῆς σῆς ἅπαντα χωλανεῖ.» Καὶ εἰπόντος αὐτοῦ ταῦτα, παρέστησαν αὐτῷ ἄγγελοι φωτοειδεῖς καὶ νεώτερος ἐν μέσῳ αὐτῶν ἀφάτῳ κάλλει λαμπρυνόμενος καὶ τὰς μαρμαρυγὰς ἡλίου δίκην ἐκπέμπων· ἦν δὲ ἐπὶ τῆς κεφαλῆς αὐτοῦ στέφανος ἐξ ἀκανθῶν.

Καὶ ἀναστήσαντες αὐτὸν ἐκ τῆς γῆς εἶπον πρὸς αὐτόν· «Ἐπειδήπερ ᾐτήσω παρὰ Κυρίου καταπεμφθῆναί σοι ἔλεος, ἰδοὺ αὐτός ἐστι τὸ ἔλεος, ὁ Θεὸς τῆς δόξης Ἰησοῦς Χριστὸς ὁ μονογενὴς τοῦ Πατρός, ὃν ἀπέστειλεν ἐν τῷ κόσμῳ, καὶ ἐσταυρώθη δι’ ὑμᾶς, στέφανον ἐξ ἀκανθῶν φορέσας ἐπὶ τῆς κεφαλῆς.» Ὁ δὲ Παχώμιος ἔφη· «Δέομαι τῆς ἀχράντου σου φύσεως, δέσποτα, οὐκ ἐσταύρωσά σε ἐγώ.» Αὐτὸς δὲ μᾶλλον φαιδρῶς εἶπεν· «Οἶδα ὅτι σύ με οὐκ ἐσταύρωσας, ἀλλ’ οἱ πατέρες ὑμῶν ἐσταύρωσάν με. Θάρσει τοίνυν καὶ στερεοῦ· ἕως γὰρ αἰῶνος τὸ σπέρμα σου οὐ μὴ ἐκλίπῃ, καὶ ἕως τῆς συντελείας τοῦ αἰῶνος φυλαχθήσεται. Καὶ αὐτοὶ δὲ οἱ σῳζόμενοι μετὰ σὲ ἐκ τῆς βαθυτάτης ὁμίχλης ὑπὲρ τοὺς ἄκρως νῦν πολιτευομένους φανοῦνται. Νῦν μὲν γὰρ τῷ ὑποδείγματι τῶν σῶν ἀρετῶν φωτιζόμενοι λάμπουσιν· οἱ δὲ μετὰ σὲ ἐν αὐχμηρῷ τυγχάνοντες τόπῳ, ἐν ἀγαθῷ φρονήματι καὶ ἑκουσίᾳ προαιρέσει οὐδενὸς τῶν συγγενῶν ὁδηγοῦντος αὐτοῖς πρὸς τὴν ἀλήθειαν, ἀποπηδήσαντες τῆς σκοτίας τὴν δικαιοσύνην μετελεύσονται.

Ἀμὴν λέγω σοι· μετὰ τῶν ἄκρως νῦν καὶ ἀμέμπτως πολιτευσαμένων εὑρεθήσονται καὶ τῆς αὐτῆς ἀπολαύσουσι σωτηρίας.» Ταῦτα εἰπὼν εὐθὺς εἰς τὸν οὐρανὸν ἀνῄει, τοῦ ἀέρος φωτισθέντος, ὡς μὴ δύνασθαι τὴν δόξαν τοῦ φωτὸς ἐκείνου ἀνθρωπίνοις διηγηθῆναι λόγοις.