Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Παχώμιος ὁ Μέγας – Βίος Παχωμίου (δεύτερος)

Παχώμιος ὁ Μέγας

Η υπομονή στις θλίψεις, το χάρισμα της γλωσσομάθειας και η ακρίβεια της άσκησης

Η αντιμετώπιση των σωματικών ασθενειών, η θαυματουργική συνεννόηση με ξενόγλωσσο αδελφό, η θεραπεία της κενοδοξίας και το ασκητικό παράδειγμα του Ζακχαίου.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Παχώμιος ὁ Μέγας

—

Κεφάλαιο 15 από 16

84. Ἀμέλει γοῦν ἀδελφόν τινα ζηλωτὴν τῆς ὑπομονῆς αὐτοῦ κατ’ αὐτὸν τὸν καιρὸν ἱστάμενον εἰς προσευχὴν ἔκρουσε σκορπίος εἰς τὸν πόδα. Καὶ ἐπὶ τοσοῦτον ἥψατο αὐτοῦ τῆς καρδίας ἡ ὀδύνη, ὡς παρ’ ὀλίγον ἀποδοῦναι τὸ πνεῦμα. Αὐτὸς δὲ ἀλγήσας πρὸς τὴν πληγὴν οὐ πρότερον ἀπέστη πρὶν ἢ πληρώσῃ τὴν εὐχήν.

Πάθος δέ τι πάλιν κρατῆσαν τῆς κεφαλῆς Θεοδώρου δριμυτάτας αὐτῷ τὰς ἀλγηδόνας παρείχετο. Καὶ αὐτὸς μὲν ᾔτει περιοδείας τυχεῖν· ὁ δὲ Παχώμιος ἔφη· «Νομίζεις, ἀδελφέ, ὅτι συμβαίνει πάθος ἢ ἕτερόν τι τοιοῦτον ἄνευ τῆς τοῦ Θεοῦ συγχωρήσεως;

Διό, τέκνον, ὑπόμεινον· καὶ ἡνίκα βούλεται Κύριος, ἰάσεταί σε· εἰ δὲ τέως δοκιμάζῃ, γίνου εὐχαριστῶν ὡς ὁ τέλειος Ἰώβ, ὃς ὑπομένων τὰς θλίψεις ηὐλόγει τὸν Κύριον. Καὶ μείζονα τῶν κόπων τὴν ἀνάπαυσιν ἕξεις. Καλὴ μὲν γὰρ τῷ ἀσκητῇ ἡ κατὰ Θεὸν ἐν ταῖς εὐχαῖς καὶ τῇ ἐγκρατείᾳ ὑπομονή.

Δύναται δὲ καὶ ἀρρωστῶν μείζονα δέξασθαι τὸν μισθὸν τῇ καρτερίᾳ καὶ τῇ μακροθυμίᾳ.» 85. Ἐγένετο δὲ πάλιν τὸν μακάριον, ἐν τοῖς κελλίοις ἐπισκεπτόμενον τοὺς ἀδελφοὺς καὶ ἐπανορθούμενον ἑκάστου τὰ νοήματα, παραβαλεῖν καὶ πρὸς Ῥωμαῖόν τινα ἀπὸ μεγάλου ἀξιώματος τυγχάνοντα, εἰδότα δὲ καὶ τὴν ἑλληνικὴν γλῶσσαν καλῶς. Ἐλθὼν οὖν πρὸς τοῦτον ὁ μέγας ἐπὶ τὸ νουθετῆσαι αὐτὸν τὰ πρὸς ὠφέλειαν καὶ γνῶναι αὐτοῦ τῆς καρδίας τὰ κινήματα αἰγυπτιστὶ ἐλάλει αὐτῷ. Οὐκ ἐγίνωσκε δὲ ὁ ἀδελφὸς τί ἐλάλει πρὸς αὐτὸν ὁ μέγας, οὐδὲ ὁ μέγας ᾔδει τί ἔλεγεν ὁ Ῥωμαῖος διὰ τὸ μὴ εἰδέναι ἑλληνιστὶ λαλεῖν τὸν μακάριον. Ἠναγκάσθη οὖν ὁ μέγας καλέσαι ἀδελφὸν τὸν δυνάμενον ἑρμηνεῦσαι τὰ παρ’ ἀμφοτέρων λεγόμενα. Ἐλθόντος οὖν τοῦ ἀδελφοῦ ἐπὶ τὸ ἑρμηνεῦσαι, οὐκ ἐβούλετο ὁ Ῥωμαῖος εἰπεῖν τὰ τῆς καρδίας αὐτοῦ πλημμελήματα δι’ ἑτέρου τῷ μεγάλῳ. Καὶ λέγει οὕτως· «Σὲ μόνον βούλομαι μετὰ Θεὸν τῶν τῆς καρδίας μου κακῶν γνώστην εἶναι. Καὶ οὐ θέλω σοι αὐτὰ εἰπεῖν δι’ ἑτέρου, ἀλλ’ οὐδὲ ἀκοῦσαι ἕτερόν τινα ταῦτα πλὴν σοῦ.» Ἀκούσας δὲ ὁ μέγας ταῦτα, ἐκέλευσεν ἀναχωρῆσαι τὸν ἀδελφὸν τὸν ἐλθόντα ἑρμηνεῦσαι.

Μὴ δυνάμενος δὲ αὐτῷ διαλεχθῆναι τὰ πρὸς ὠφέλειαν καὶ σωτηρίαν ῥήματα ὁ μέγας διὰ τὸ μὴ εἰδέναι παντελῶς ἑλληνιστί, νεύσας αὐτῷ τῇ χειρὶ ἐκδέξασθαι ἕως οὗ ἔλθῃ πρὸς αὐτόν, καταλείψας αὐτὸν ἀπῆλθε προσεύξασθαι καθ’ ἑαυτὸν ὁ μακάριος. Καὶ ἐκτείνας τὰς χεῖρας αὐτοῦ εἰς τὸν οὐρανὸν προσηύξατο πρὸς τὸν Θεὸν λέγων· «Κύριε παντοκράτωρ, εἰ οὐ δύναμαι ὠφελῆσαι τοὺς ἀνθρώπους οὓς ἀποστέλλεις πρός με ἀπὸ τῶν περάτων τῆς γῆς διὰ τὸ ἀγνοεῖν με τὰς γλώσσας αὐτῶν, τίς χρεία παραγίνεσθαι αὐτούς; Εἰ δὲ θέλεις σῶσαι αὐτοὺς ἐνταῦθα δι’ ἐμοῦ, δός μοι, δέσποτα παντοκράτωρ, πρὸς διόρθωσιν τῶν ψυχῶν αὐτῶν εἰδέναι με τὴν ὁμιλίαν αὐτῶν.» Καὶ ἐπὶ ὥρας τρεῖς προσευξαμένου αὐτοῦ καὶ πολλὰ παρακαλέσαντος τὸν Θεὸν περὶ τούτου καὶ καταπαύσαντος αὐτοῦ τὴν προσευχήν, ἄφνω ἐκ τοῦ οὐρανοῦ κατεπέμφθη ἐν τῇ χειρὶ αὐτοῦ τῇ δεξιᾷ ὡς ἐπιστόλιον χάρτινον γεγραμμένον, καὶ ἀναγνοὺς αὐτὸ ἔμαθε παραχρῆμα πασῶν τῶν γλωσσῶν τὰς λαλιάς. Καὶ δόξαν ἀναπέμψας τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ ἁγίῳ Πνεύματι, μετὰ χαρᾶς μεγάλης ἔρχεται πρὸς τὸν ἀδελφὸν ἐκεῖνον. Καὶ ἤρξατο αὐτῷ διαλέγεσθαι καὶ ἑλληνιστὶ καὶ ῥωμαϊστὶ ἀπταίστως· ὡς ἀκούσαντα τὸν ἀδελφὸν λέγειν περὶ τοῦ μεγάλου ὅτι πάντας ὑπερβάλλει τοὺς σχολαστικοὺς εἰς τὴν διάλεκτον.

Διορθωσάμενος οὖν αὐτὸν καθὼς ἔδει καὶ ὑπὲρ τῶν πλημμεληθέντων αὐτῷ μετάνοιαν προσήκουσαν ὁρίσας, παραθέμενος αὐτὸν τῷ Κυρίῳ ἐξῆλθεν ἀπ’ αὐτοῦ.

86. Ἐγένετό ποτε καθημένου τοῦ μεγάλου ἐν τόπῳ τινὶ τῆς μονῆς μετὰ ἄλλων τινῶν μεγάλων ἀδελφῶν, ἀδελφόν τινα τῆς μονῆς ἐν αὐτῇ τῇ ἡμέρᾳ δύο ψιάθια ποιήσαντα προθεῖναι αὐτὰ ἔμπροσθεν τοῦ κελλίου αὐτοῦ κατέναντι τοῦ τόπου εἰς ὃν μετὰ τῶν ἀδελφῶν ἐκαθέζετο ὁ μακάριος. Τοῦτο δὲ ἐποίησε τῷ τῆς κενοδοξίας ἐπαιρόμενος λογισμῷ, οἰόμενος ἐν τούτῳ ἐπαινεθῆναι παρὰ τοῦ μεγάλου, τὴν τοιαύτην σπουδὴν ἐνδειξάμενος, τοῦ κανόνος ἔχοντος ἓν ψιάθιον τῆς ἡμέρας ποιεῖν ἕκαστον ἀδελφόν.

Ἰδὼν δὲ ὁ μέγας πρὸς ἐπίδειξιν ποιήσαντα τοῦτο τὸν ἀδελφὸν ἐκεῖνον καὶ κατανοήσας τὸν εἰς τοῦτο κινοῦντα αὐτὸν λογισμόν, στενάξας μέγα εἶπε τοῖς ἀδελφοῖς τοῖς συγκαθημένοις αὐτῷ· «Βλέπετε τοῦτον τὸν ἀδελφόν, ἐργασάμενον μὲν ἀπὸ πρωῒ ἕως ἄρτι, ὅλον δὲ τὸν κόπον αὐτοῦ τῷ διαβόλῳ χαρισάμενον καὶ μηδὲν τοῦ ἔργου αὐτοῦ εἰς παραμυθίαν τῆς ἰδίας αὐτοῦ ψυχῆς ἐάσαντα, ὅτι τὴν δόξαν μᾶλλον τῶν ἀνθρώπων ἢ τοῦ Θεοῦ ἠγάπησε, καὶ τῷ μὲν καμάτῳ τὸ σῶμα ἑαυτοῦ ἀνάλωσε, κενὴν δὲ τὴν ψυχὴν αὐτοῦ τῆς ἀπὸ τῶν ἔργων ἀπολαύσεως κατέστησε.» Καὶ καλέσας τὸν ἀδελφὸν ἐκεῖνον ἐπετίμησεν αὐτῷ καὶ παρήγγειλεν ἵνα, εὐχομένων τῶν ἀδελφῶν, κατέχων τὰ δύο ψιάθια, στὰς ὄπισθεν αὐτῶν εἴπῃ· «Δέομαι ὑμῶν, ἀδελφοί, εὔξασθε ὑπὲρ τῆς ἀθλίας μου ψυχῆς, ἵνα ὁ πανοικτίρμων Θεὸς ταῖς ὑμετέραις εὐχαῖς ἐλεήσῃ αὐτὴν προκρίνασαν μᾶλλον τὰ δύο ψιάθια ταῦτα τῆς βασιλείας αὐτοῦ.» Καὶ πάλιν ἐν τῷ τοὺς ἀδελφοὺς ἐσθίειν, ἐκέλευσε τὸν αὐτὸν τρόπον ἑστάναι αὐτὸν ἐν τῷ μέσῳ μετὰ τῶν ψιαθίων, ἕως οὗ ἀναστῶσιν ἐκ τῶν τραπεζῶν οἱ ἀδελφοί. Καὶ μετὰ ταῦτα ἐκέλευσεν αὐτὸν ἐγκλεισθῆναι μόνον εἰς κελλίον, καὶ ἐπὶ πενταμηνιαῖον χρόνον καθ’ ἑκάστην ἡμέραν δύο ψιάθια ποιεῖν, καὶ ἐσθίειν ἄρτον μετὰ ἅλατος μόνον, καὶ μηδένα τῶν ἀδελφῶν συντυγχάνειν αὐτῷ.

87. Ἀναγκαῖον δὲ ἐπὶ τούτοις πρὸ τοῦ καταπαῦσαι ἡμᾶς τὸν λόγον, μνημονεῦσαι ἑνὸς ἀνδρὸς καὶ πάντα ἔπαινον ἀνθρώπων νικῶντος, Ζακχαίου τοὔνομα, εἰς οἰκοδομὴν καὶ ὠφέλειαν τῶν ἐντυγχανόντων. Οὗτος μετὰ πολὺν τῆς ἀσκήσεως χρόνον λώβην ὑποστὰς τοῦ σώματος, κεχωρισμένην μὲν εἶχε τῶν ἀδελφῶν τὴν κέλλαν, ἅλατι καὶ ἄρτῳ τὸν πάντα βίον αὐτοῦ διαγαγών· καθ’ ἑκάστην δὲ ἡμέραν εἰργάζετο ψίαθον τοσαύτην ὑπομένων συντριβήν, ὡς πολλάκις πλέκοντος αὐτοῦ τὰ σχοινία τῶν ψιάθων τὰς χεῖρας κεντωμένας αἵματος ἀφιέναι σταγόνας καὶ ἐπ’ αὐτοῦ τοῦ ἔργου δεικνύναι τὴν καρτερίαν τοῦ ἀνδρός.

Ἐν τοσαύτῃ τοίνυν ἀσθενείᾳ σωματικῇ τυγχάνων οὐκ ἀπελείφθη ποτὲ τῆς ἐπισυναγωγῆς τῶν ἀδελφῶν. Οὐδὲ ἐκοιμήθη ἡμέρας ποτὲ ἕως τῆς ἐξόδου αὐτοῦ. Εἰώθει δὲ κατὰ νύκτα πρὸ τοῦ καθευδῆσαι αὐτὸν ἀποστηθίζειν ἐκ τὼν ἁγίων γραφῶν φανερὰ καὶ σφραγισάμενος ὅλον τὸ σῶμα, δούς τε δόξαν τῷ Θεῷ, οὕτως ἀνακλίνεσθαι, εἶτα ἐγείρεσθαι κατ’ αὐτὸ τὸ μεσονύκτιον καὶ ἕως πρωῒ τὴν ὑμνῳδίαν πληροῦν. Τούτου ποτὲ τὰς χεῖρας θεασάμενος ἀδελφὸς ὑπὸ τῆς βίας τοῦ ἔργου σφοδρῶς αἱμασσούσας, λέγει αὐτῷ· «Ἀδελφέ, τί κοπιᾷς οὕτως ἐργαζόμενος, καὶ μάλιστα ἐν τοιαύτῃ ἐξεταζόμενος νόσῳ; Μὴ ἁμαρτία ἐστὶν ἡ ἀργία ἡ σή; καὶ ἦ κρίμα ἕξεις παρὰ τῷ Θεῷ μὴ ἐργαζόμενος; Οἶδεν αὐτὸς ὅ τι πάσχεις. Καὶ οὐδεὶς ἔχων τοιαύτην θλίψιν ἥψατο ἔργου ποτέ, μάλιστα μὴ ἀναγκαζόμενος.

Ἄλλοις ἐπαρκοῦμεν σὺν Θεῷ ξένοις τε καὶ πτωχοῖς· καὶ σοὶ τῷ ἰδίῳ ἡμῶν καὶ τηλικούτῳ πατρὶ προθύμως οὐ δουλεύσομεν;» Τούτου δὲ πάλιν ἀνθυπενεγκόντος ὡς· «Ἀδύνατόν μοί ἐστι μὴ ἐργάζεσθαι», —«Εἰ οὕτως, ἔφη, δοκεῖ σοι, κἂν ἐλαίῳ καθ’ ἑσπέραν ἄλειφέ σου τὰς χεῖρας πρὸς τὸ μὴ κοπιᾶν μηδὲ αἱμάσσειν.» Ὁ δὲ πεισθεὶς ἐποίησε μὲν ὡς παρεκλήθη· τοσοῦτον δὲ ὑπὸ τῶν θρύων κεντούμεναι αἱ χεῖρες ἐβλάβησαν, ὡς μὴ δύνασθαι φέρειν αὐτὸν μηκέτι τὰς ἐκεῖθεν αὐτῷ προσγινομένας ὀδύνας.

Παραγενόμενος τοίνυν ὁ Παχώμιος ἐν τῷ κελλίῳ καὶ τὴν περιοδείαν πυθόμενος λέγει αὐτῷ· «Ὑπολαμβάνεις, ἀδελφέ, ὅτι σε τὸ ἔλαιον ὠφελεῖ; Τίς δέ σε καὶ ἠνάγκασεν οὕτως κοπιᾶν, ὥστε προφάσει τοῦ ἔργου τῷ αἰσθητῷ ἐλαίῳ μᾶλλον ἢ τῷ Θεῷ τὰς ἐλπίδας τῆς ὑγείας ἀναθεῖναι; Μὴ γὰρ ἀδύνατον ἦν τῷ Θεῷ θεραπεῦσαί σε; ἢ ἀγνοεῖ τὰς ἀσθενείας ἡμῶν καὶ ὑπομνήσεως δεῖται; ἢ παρορᾷ μισῶν ἡμᾶς ὁ φύσει φιλάνθρωπος Ἀλλὰ τὴν ὠφέλειαν τῆς ψυχῆς οἰκονομῶν ὁ Θεὸς συγχωρεῖ τὰς θλίψεις, ἵνα φέροντες γενναίως καρτερίαν ἐπιδειξώμεθα, αὐτῷ τὸ πᾶν ἀνατιθέντες, ὅτε θέλει καὶ ὡς θέλει, τὴν τῶν πόνων ἀνάπαυσιν χαρίσασθαι.» Ὁ δὲ ἀποκριθεὶς λέγει· «Συγχώρησόν μοι, πάτερ, καὶ εὖξαι ὑπὲρ ἐμοῦ, ὅπως καὶ ταύτην καὶ πάσας μου τὰς ἁμαρτίας ὁ δεσπότης συγχωρήσῃ Χριστός.» Διεβεβαιώσαντο δέ τινες περὶ τούτου ὅτι ἐνιαυτὸν ὁλόκληρον ἐπένθει ἑαυτὸν διὰ δύο ἡμερῶν μεταλαμβάνων τροφῆς.

Τοῦτον ὁ μακάριος ὡς τύπον καλῶν ἔργων καὶ θεμέλιον πρὸς τοὺς ἀδελφοὺς ἀπέστελλεν. Ἦν γὰρ παρακλητικὸς εἰ καί τις ἄλλος. Ὃς ἄχρι τέλους νομίμως ἀγωνισάμενος πέρας ἐξαίρετον καὶ τὴν ἐπὶ τοῖς πόνοις ἀμοιβὴν τὴν τῶν οὐρανῶν ἐπεπόθησεν ἀπολαβεῖν βασιλείαν.