Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Παχώμιος ὁ Μέγας – Βίος Παχωμίου (δεύτερος)

Παχώμιος ὁ Μέγας

Η ένταξη του Θεοδώρου στη μονή και η εδραίωση της κοινοβιακής αυστηρότητας

Ο βίος και η κλήση του νεαρού Θεοδώρου, η άρνησή του να συναντήσει τη μητέρα του και η επιβολή αυστηρών κανόνων διαβίωσης και φιλοξενίας στο κοινόβιο.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Παχώμιος ὁ Μέγας

—

Κεφάλαιο 7 από 16

30. Ταύτης τῆς διαγωγῆς πάντη τε καὶ πανταχοῦ διαβοωμένης καὶ τοῦ ὀνόματος τοῦ ἁγίου Παχωμίου πρὸς ἅπαντας φθάνοντος, πολλοὶ μὲν ἐδόξαζον τὸ ὄνομα τοῦ Χριστοῦ· οὐκ ὀλίγοι δὲ πάλιν κατεφρόνουν τῶν τοῦ κόσμου πραγμάτων καὶ τῷ μονήρει προσῄεσαν βίῳ. Ἐν οἷς καὶ Θεόδωρός τις ὡς ἐτῶν δεκατεσσάρων, χριστιανῶν γονέων ὑπάρχων καὶ λίαν περιφανῶν.

Οὗτος γάρ, ἑορτῆς οὔσης ἑνδεκάτῃ τοῦ τυβὶ μηνός, θεασάμενος τὴν ἑαυτοῦ οἰκίαν θαυμαστὴν καὶ μεγάλην οὖσαν καὶ ἐν τοῖς τοῦ κόσμου πράγμασιν εὐθηνουμένην, κατενύγη τὴν καρδίαν θείᾳ χάριτι. Καί φησι πρὸς ἑαυτόν· «Τί ὠφελοῦμαι ἢ κερδαίνω ὁ ἄθλιος ἐγώ, εἰ ἀπολαύσας τῶν προσκαίρων καὶ ἡδέων τοῦ παρόντος βίου, τῶν αἰωνίων ἀγαθῶν ἀποτύχω; Οὐδεὶς γὰρ ἐν ἀπολαύσει τούτων γενόμενος τῆς αἰωνίου δόξης μετασχεῖν ἠδυνήθη.» Καὶ στενάξας ἐπὶ τούτοις εἰσῆλθεν εἴς τι τῆς οἰκίας μέρος ἀπόκρυφον· καὶ πεσὼν ἐπὶ πρόσωπον μετὰ δακρύων ἔλεγε· «Κύριε ὁ τῶν κρυπτῶν γνώστης, σὺ γινώσκεις ὅτι οὐδὲν τῶν ἐν τῷ κόσμῳ τούτῳ τῆς σῆς ἀγάπης προετίμησα· διὸ ἱκετεύω σε, δέσποτα, ὁδήγησόν με πρὸς τὸ σὸν θέλημα, καὶ φώτισόν μου τὴν ψυχήν, ἵνα διὰ παντὸς αἰνῶ καὶ δοξάζω σε.» 31. Ταῦτα δὲ αὐτοῦ εἰπόντος, ἐπέστη αὐτῷ ἡ μήτηρ αὐτοῦ· καὶ ἀτενίσασα ὁρᾷ τοὺς ὀφθαλμοὺς αὐτοῦ δακρύοντας, καί φησι πρὸς αὐτόν· «Τίς σε ἐλύπησε, τέκνον, καὶ ἐχωρίσθης ἀφ’ ἡμῶν, καὶ ὀδυνώμενοι ἐζητοῦμέν σε;» Ὁ δὲ ἔφη πρὸς αὐτήν· «Ἄπελθε, μῆτερ, καὶ μεταλάβετε τροφῆς· ἐγὼ γὰρ νῦν ἐσθίειν οὐ βούλομαι.» Καὶ οὐκ ἠνέσχετο αὐτῆς. Καὶ ἐν τῇ διατριβῇ δὲ ἀπερχόμενος ἐνήστευεν ἕως ἑσπέρας· πολλάκις δὲ καὶ τὰς δύο συνάπτων, τῶν πολυτελῶν βρωμάτων ἐπὶ ἔτη δύο ἑκουσίως ἀπείχετο, ἑαυτὸν ἐθίζων πρὸς τελείαν ἄσκησιν.

Λαβὼν δὲ κατὰ νοῦν εἰσελθεῖν ἐν μοναστηρίῳ, ἀνεχώρησε τῶν ἰδίων, πάντων αὐτῶν λήθην ποιησάμενος. Καὶ εὑρὼν ἀδελφοὺς εὐλαβεῖς διαγωγὴν ἔχοντας καλὴν ᾤκησε σὺν αὐτοῖς. Καθεσθέντων δὲ τῶν μοναχῶν μετὰ τὴν ἑσπερινὴν εὐχὴν καὶ μελετώντων πρὸς ἑαυτοὺς τὰς θείας γραφάς, ἤκουσεν ἑνὸς αὐτῶν διαλεγομένου περὶ τῆς σκηνῆς τῆς ἐν τῇ παλαιᾷ καὶ περὶ τοῦ ἁγίου τῶν ἁγίων, καὶ τὴν λύσιν ἄγοντος ἐπὶ τῶν δύο λαῶν καὶ λέγοντος ὅτι· «Ἡ μὲν ἔξω σκηνὴ ὁ πρῶτός ἐστι τῶν Ἰουδαίων λαός, τὰ δὲ ἅγια τῶν ἁγίων κλῆσίς ἐστιν ἡ τῶν ἐθνῶν, μυστικωτέραν ἔχουσα καὶ ἐνδοξοτέραν τὴν εἴσοδον· ἀντὶ γὰρ θυσίας ζῴων καὶ θυμιατηρίου καὶ τραπέζης καὶ κιβωτοῦ ἐχούσης τοὺς τοῦ μάννα ἄρτους καὶ τὸ βιβλίον τοῦ νόμου καὶ ὅσα ὑπῆρχεν ἐκεῖ καὶ ἀντὶ τοῦ φωτὸς τῆς λυχνίας καὶ τοῦ ἱλαστηρίου ὤφθη ἡμῖν ὁ Θεὸς Λόγος ἐν τῇ αὐτοῦ ἐνανθρωπήσει φωτίσας ἡμᾶς φῶς γνώσεως καὶ ἱλασμὸς γενόμενος τῶν ἡμετέρων ἁμαρτημάτων.» Ἐπιλύσαντος δὲ τοῦ ἀδελφοῦ ταῦτα τοῖς συγκαθεζομένοις αὐτῷ ἀδελφοῖς, ὁ αὐτὸς πάλιν ἔφη· «Τὴν ἐπίλυσιν ταύτην παρὰ τοῦ ἁγίου πατρὸς ἡμῶν Παχωμίου μεμάθηκα, τοῦ καὶ συνάξαντος τοὺς ἐν Ταβεννήσει ἀδελφοὺς προκόπτοντας ἐν Κυρίῳ. Πιστεύω δὲ ὅτι συγχώρησίς μοι ἁμαρτιῶν παρὰ Κυρίου γενήσεται, ὅτι ἐμνήσθην ἀνδρὸς δικαίου κατὰ τὴν ὥραν ταύτην.»

Ἀκούσας δὲ ταῦτα ὁ Θεόδωρος ἐπυρώθη τὴν καρδίαν καὶ εἶπε· «Κύριε ὁ Θεός, εἰ ἔστι τοιοῦτος ἀνὴρ ἅγιος ἐπὶ γῆς, καταξίωσόν με τοῦτον ἰδεῖν καὶ ἀκολουθῆσαι αὐτῷ εἰς πᾶσαν ἐντολήν, ὅπως κἀγὼ σωθῶ καὶ ἄξιος γένωμαι ὧν ἐπηγγείλω τοῖς ἀγαπῶσί σε ἀγαθῶν.» Ταῦτα λέγων συνείχετο τοῖς δάκρυσι, λίαν ἔρωτι θείῳ τρωθεὶς τὴν ψυχήν.

32. Καὶ μεθ’ ἡμέρας τινὰς παρεγένετο πρὸς αὐτοὺς Πεκύσιός τις, ἀνὴρ εὐλαβὴς καὶ χριστιανικώτατος, γηραιὸς πάνυ, ἐπισκεψόμενός τε αὐτοὺς καὶ μαθεῖν βουλόμενος ὅπως διάγουσιν. Ἠξίου οὖν τὸν ἄνδρα Θεόδωρος λαβεῖν αὐτὸν μεθ’ ἑαυτοῦ· ὁ δὲ μηδὲν ὑπερθέμενος, παραλαβὼν ἦγεν αὐτόν. Καὶ φθάσας κατὰ τὸν τόπον τῷ Κυρίῳ προσεκύνησε λέγων· «Εὐλογητὸς εἶ, ὁ Θεός, ὅτι ταχύνας ἐπήκουσάς μου τοῦ ἁμαρτωλοῦ καὶ ἐπλήρωσας τὸ αἴτημά μου ὃ ᾐτησάμην παρὰ σοῦ.» Συντυχὼν δὲ καὶ τῷ Παχωμίῳ ὁ Θεόδωρος ἤρξατο κλαίειν σφοδρῶς πρὸς ταῖς θύραις καὶ τοῖς δάκρυσι καταβρέχειν τὸ πρόσωπον· καὶ ἰδὼν αὐτὸν ὁ πατὴρ λέγει αὐτῷ· «Μὴ κλαῖε, τέκνον· κἀγὼ γάρ, εἰ καὶ ἁμαρτωλός εἰμι, τὸ ἔργον τοῦ Θεοῦ ἀναδέδεγμαι.» Καὶ ταῦτα εἰπὼν εἰσήγαγεν αὐτὸν ἐν τῷ μοναστηρίῳ. Θεασάμενος δὲ τοὺς ἀδελφοὺς ἐφωτίσθη τὴν διάνοιαν· καὶ ζῆλον θεοσεβείας ἐδέξατο αὐτοῦ ἡ ψυχή, καὶ προϊὼν ἐπλεόναζε ταῖς κατὰ Θεὸν ἀρεταῖς· συνετὸς γὰρ ὑπάρχων καὶ λόγιος, ὑπακοὴν ἐκέκτητο μεγάλην τε καὶ θαυμαστὴν Θεοῦ τοῦ μεγαλοδώρου τῇ χάριτι· νηστείαις καὶ ἀγρυπνίαις καὶ ἐπιμόνῳ προσευχῇ προσεδρεύων οὐκ ἐπαύετο, ἐφιέμενος ἀεὶ τῶν μειζόνων χαρισμάτων· πολλῶν γὰρ λυπουμένων παράκλησις ἦν καὶ διορθωτὴς τῶν ὁπωσοῦν πταιόντων. Ὁρῶν δὲ αὐτοῦ διαλάμπουσαν τὴν ἄσκησιν, σφόδρα αὐτὸν ἠγάπησεν ὁ Παχώμιος καὶ ἔθετο αὐτὸν ἐν τῇ καρδίᾳ αὐτοῦ.

33. Ἀκούσασα δὲ ἡ μήτηρ αὐτοῦ ὅτι ἐκεῖσε διάγει, καταλαμβάνει τὸ μοναστήριον, ἐπιφερομένη ἐπιστολὰς ἐπισκόπων κελευούσας αὐτὸν ἀποδοθῆναι αὐτῇ τὸν ἑαυτῆς παῖδα. Ἥτις ξενισθεῖσα παρὰ τῷ προσπελάζοντι τῇ μονῇ ἀσκητηρίῳ τῶν γυναικῶν, ἀπέστειλε τὰς ἐπιστολὰς τῷ Παχωμίῳ, δεομένη ἐπιτρέψαι αὐτῇ θεάσασθαι αὐτῆς τὸν υἱόν. Τότε προσκαλεσάμενος αὐτὸς τὸν Θεόδωρον, λέγει αὐτῷ· «Ἀκήκοα, τέκνον, ὅτι ἡ μήτηρ σου παρεγένετο ἐνταῦθα ἰδεῖν σε θέλουσα· καὶ ἰδοὺ ἐπιστολὰς ἡμῖν ἐνήνοχεν ἐπισκόπων. Ἄπελθε οὖν, πληροφόρησον αὐτὴν καὶ μάλιστα διὰ τοὺς ἐπιστείλαντας ἡμῖν ἁγίους ἄνδρας.» Ἔφη αὐτῷ ὁ Θεόδωρος· «Πληροφόρησόν με, πάτερ, ὅτι ἐὰν αὐτὴν ἴδω μετὰ τὴν τοσαύτην γνῶσιν, οὐκ ἀπαιτηθήσομαι παρὰ τοῦ Κυρίου λόγον ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, διὰ τό με καταλιπεῖν αὐτὴν καὶ πάλιν εἰς πρόσκομμα τῶν ἀδελφῶν συντυγχάνειν αὐτῇ. Εἰ γὰρ οἱ πρὸ τῆς χάριτος υἱοὶ Λευὶ τοὺς ἑαυτῶν γονεῖς καὶ ἀδελφοὺς ἠγνόησαν, ἵνα τὰ δικαιώματα τοῦ Θεοῦ φυλάξωσι, πολλῷ μᾶλλον ἐγὼ ὁ χάριτος ἀξιωθεὶς τοσαύτης, γονεῖς ἢ γένος τῆς ἀγάπης τοῦ Θεοῦ προτιμῆσαι οὐκ ὀφείλω. Λέγει γὰρ ὁ Κύριος· Ὁ ἀγαπῶν πατέρα ἢ μητέρα ὑπὲρ ἐμέ, οὐκ ἔστι μου ἄξιος.» Ἔφη αὐτῷ ὁ Παχώμιος· «Εἰ ἐδοκίμασας, τέκνον, μὴ συμφέρειν σοι, οὐκ ἀναγκάζω ἐγώ· τοῦτο δὲ τῶν τελείως ἀποταξαμένων τῷ κόσμῳ ἐστὶ καὶ ἀπαρνησαμένων ἑαυτοὺς παντελῶς.

Δεῖ γὰρ τοὺς μοναχοὺς τὰς μὲν ἀνωφελεῖς κοσμικὰς συντυχίας φεύγειν, τοὺς δὲ μέλη ὑπάρχοντας τοῦ Χριστοῦ καὶ πιστεύοντας πάντας ἐξ ἴσης καὶ ἀγαπᾶν καὶ προσίεσθαι.

Εἰ δέ τις προσπαθείᾳ τινὶ κοσμικῇ κατεχόμενος λέγει ὅτι· σάρξ μού εἰσι καὶ ἀγαπῶ αὐτούς, ἀκουέτω τῆς γραφῆς λεγούσης· ᾧ τις ἥττηται, τούτῳ καὶ δεδούλωται.» Μὴ βουληθέντος οὖν αὐτοῦ ὀφθῆναι τῇ μητρί, ἔκρινε κἀκείνη μεῖναι ἐν τῷ ἀσκητηρίῳ παρὰ ταῖς ἐν Χριστῷ παρθενευομέναις ἀδελφαῖς, λογισαμένη ὅτι πάντως, εἰ βουληθείη Θεός, «Ὄψομαι αὐτὸν μετὰ τῶν ἀδελφῶν, καὶ τὴν ἑαυτῆς ψυχὴν κερδανῶ ἕνεκεν αὐτοῦ».

Οὕτως δύναται καὶ τὸ κατὰ Θεὸν αὐστηρόν, εἰς δόξαν Θεοῦ γινόμενον, ὠφελείας πρόξενον τοῖς προστυγχάνουσι γίνεσθαι, εἰ καὶ πρὸς βραχὺ δοκεῖ λυπηρὸν εἶναι. 34. Ὥσπερ δὲ τὸν σπουδαῖον τοῦτον εἰς ζῆλον τῶν βουλομένων τὰ καλὰ μιμεῖσθαι εἰς μέσον ἠγάγομεν, οὕτως καὶ τῶν ῥᾳθύμων δίκαιον μνημονεῦσαι πρὸς ἀσφάλειαν τῶν ἀκουόντων.

Τινὲς γὰρ τῶν ἀδελφῶν σαρκικὸν ἔχοντες φρόνημα καὶ τὸν παλαιὸν ἄνθρωπον μὴ ἀποδυσάμενοι λίαν ἐλύπουν τὸν ἅγιον. Πολλάκις γοῦν αὐτοῖς τὴν ψυχωφελῆ προσάγων παραίνεσιν ἤνυε μὲν πλέον οὐδέν· ἀθυμῶν δὲ καὶ σφόδρα ἀδημονῶν, ἀπιὼν κατ’ ἰδίαν προσηύχετο τῷ Θεῷ ὑπὲρ αὐτῶν λέγων· «Ὁ Θεός, σὺ ἐνετείλω ἡμῖν τοὺς πλησίον ἀγαπᾶν ὡς ἑαυτούς· ἐπεὶ οὖν ἔγνως μου τὴν προθυμίαν καὶ τὴν πρόθεσιν, ἱκετεύω σε μὴ παριδεῖν τὴν σωτηρίαν τῶν ψυχῶν αὐτῶν, ἀλλ’ ἐλεῆσαι αὐτοὺς καὶ δοῦναι τὸν φόβον σου εἰς τὰς καρδίας αὐτῶν, τοῦ εἰδέναι σε καὶ δουλεύειν σοι ἐν ἀληθείᾳ καὶ καθαρότητι βίου, ὅπως ἂν καὶ αὐτοὶ τὴν εἰς σὲ ἐλπίδα γνησίαν ἔχωσιν· ὅτι λίαν ὀδυνᾶταί μου ἡ ψυχὴ καὶ πάντα μου τὰ αἰσθητήρια ἀλγοῦσι περὶ αὐτῶν.» Καὶ ταῦτα εἰπὼν ἡσύχασε. Μετὰ δὲ ὀλίγας ἡμέρας συνιδὼν ὅτι οὐδὲ μετὰ τὴν εὐχὴν βελτίους ἐγένοντο, πάλιν στὰς προσηύξατο· καὶ κανόνα τινὰ τῆς τε εὐχῆς καὶ τῆς ἄλλης αὐτῶν διαγωγῆς δέδωκεν αὐτοῖς, ἵνα κἂν ὡς οἰκέται εὐγνώμονες τὴν σύνταξιν πληροῦντες, κατὰ μικρὸν ἐναγόμενοι, οὕτως διατεθῶσιν ἐν παρρησίᾳ.

Οἱ δὲ πάλιν ὡς εἶδον ὅτι οὐ συγχωροῦνται τῷ ἰδίῳ ἐξακολουθεῖν θελήματι, πνεύματι δειλίας ἐπλανήθησαν· καὶ ἀπῆλθον εἰς τὰ ὀπίσω, τὴν ἄκραν αὐτοῦ πολιτείαν τεθηπότες. Ἀναχωρησάντων δὲ αὐτῶν, καθαρὰ λοιπὸν ἡ ποίμνη ἐγένετο· καὶ μειζόνως προέκοπτον ἐν τῇ ἀσκήσει αὐτῶν, ὡς σῖτος καλὸς ἐν ταῖς χώραις θάλλων, τῶν ζιζανίων ἐκριζωθέντων. Ταῦτα δὲ διεξῆλθον δι’ ἀμφοτέρων δεῖξαι βουλόμενος ὅτι ὥσπερ οὐδὲν βλάπτει τοὺς κοσμικούς, εἰ προσέχοιεν, τὸ αὐστηρὸν τῶν μοναχῶν, ἀλλὰ καὶ μᾶλλον ὠφελεῖ, οὕτως οὐδὲν ὀνίνησι τοὺς μοναχοὺς οὔτε εὐχὴ οὔτε συγκατάβασις πατέρων, εἰ ῥᾴθυμοι ἐν αὐτοῖς εἶεν.

35. Καί τις ὁμολογητὴς Διονύσιος τοὔνομα, οἰκονόμος τῆς ἐκκλησίας Τεντύρων, φίλος ὑπάρχων τοῦ Παχωμίου, ἀκούσας παρά τινων ὅτι τοὺς ἀπὸ τῶν ἄλλων μοναστηρίων πρὸς αὐτὸν παραγινομένους οὐ συγχωρεῖ συνδιατρίβειν τοῖς μετ’ αὐτοῦ οὖσιν ἀδελφοῖς, ἀλλ’ ἐν ἑτέρῳ τόπῳ πρὸς ταῖς θύραις τοῦ μοναστηρίου καταμένειν, σφόδρα λυπηθεὶς παρεγένετο πρὸς αὐτόν.

Καὶ ἐπιπληκτικώτερον διαλεγόμενος ἔλεγεν· «Οὐ καλῶς ποιεῖς, ἀββᾶ, μὴ τὴν αὐτὴν διάθεσιν πρὸς πάντας ἔχων τοὺς ἀδελφούς.» Ὁ δὲ μετὰ πολλῆς τῆς μακροθυμίας ἐνεγκὼν τὴν βαρεῖαν ἐπιτίμησιν, ἀποκριθεὶς εἶπεν αὐτῷ· «Οἶδεν ὁ Θεὸς τὴν πρόθεσίν μου, καὶ ἡ πατρική σου διάθεσις ἐπίσταται ὅτι οὐδέποτε ἠθέλησα ψυχὴν λυπῆσαι ἢ παριδεῖν. Πῶς οὖν τολμῆσαι εἶχον νῦν τοῦτο πρᾶξαι καὶ παροξύναι τὸν Κύριόν μου κατ’ ἐμοῦ διαρρήδην βοῶντα· Ἐφ’ ὅσον ἐποιήσατε ἑνὶ τούτων τῶν ἀδελφῶν μου τῶν ἐλαχίστων, ἐμοὶ ἐποιήσατε; Δέξαι οὖν με πληροφοροῦντά σε, πάτερ· οὐ γὰρ ὡς ἐξουθενῶν τοὺς ἐνταῦθα παραγινομένους τοῦτο ἐποίησα· ἀλλ’ ἐπειδὴ τὸ κοινόβιον πολλοὺς τοὺς νεήλυδας ἔχει διάφορα τὰ ἤθη ἔχοντας καὶ μήπω ἐπισταμένους μήτε αὐτὸ τὸ σχῆμα τοῦ μοναχοῦ, ἐν οἷς εἰσι καὶ παιδία ἐν ἁπλότητι τοσαύτῃ ὄντα ὡς μὴ εἰδέναι δεξιὰν αὐτῶν ἢ ἀριστεράν, ἡγησάμην λυσιτελέστερον εἶναι τοὺς ἀδελφοὺς ἰδιάζοντας διάγειν καὶ τοὺς παραγινομένους ὡσαύτως καθ’ ἑαυτούς. Τοῦτο δὲ τιμὴν μᾶλλον ἡγοῦμαι εἶναι τοῖς παραβάλλουσιν ἡμῖν πατράσι καὶ ἀδελφοῖς, τὸ τῇ μὲν ὥρᾳ τῆς προσευχῆς συνάγεσθαι μεθ’ ἡμῶν, μετὰ δὲ ταῦτα ἕκαστον τὸν ὡρισμένον αὐτῷ καταλαμβάνειν τόπον καὶ τὴν ἡσυχίαν ἄγειν, ἐμοῦ δηλαδὴ διὰ τὸν Θεὸν ἐξυπηρετουμένου ταῖς χρείαις αὐτῶν.»

Ταῦτα ἀκούσας παρ’ αὐτοῦ ὁ πρεσβύτερος Διονύσιος ἀπεδίδου μᾶλλον αὐτῷ, γινώσκων αὐτὸν κατὰ Θεὸν πάντα διαπράττεσθαι· καὶ λίαν ἡσθεὶς ἐπὶ τῇ τοιαύτῃ ἀπολογίᾳ, χαίρων τὰ οἰκεῖα κατέλαβε.