Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Παχώμιος ὁ Μέγας – Βίος Παχώμιου (Γ΄)

Παχώμιος ὁ Μέγας

Η ηγουμενία του Ωρσισίου, εσωτερικές κρίσεις και η παρέμβαση του Θεοδώρου

Οι δυσκολίες στη διοίκηση των μονών υπό τον Ωρσίσιο, το σχίσμα του Απολλωνίου, και η αποκατάσταση της ομόνοιας μέσω της δράσης και του ταπεινού φρονήματος του Θεοδώρου.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Παχώμιος ὁ Μέγας

—

Κεφάλαιο 12 από 13

Καὶ λοιπὸν ἐλθόντες εἰς Ἀλεξάνδρειαν ὑπεδέξατο αὐτοὺς ὁ πάπας ἀγαπῶν αὐτούς, μάλιστα διὰ τὸν λόγον τοῦ μακαρίου Ἀντωνίου, γινώσκων αὐτὸν ὁποῖος ἦν. 173. Μετὰ ταῦτα δὲ ὁ ἀββᾶς Ὠρσίσιος ἔταξε πρὸς καιρὸν Θεόδωρον οἰκιακὸν γενέσθαι τῶν τεκτόνων τῆς μονῆς Παβώ.

Ἄλλος δέ τις, πατὴρ τῆς μονῆς Παχνῶν, Μακάριος ὀνόματι, μετὰ ἀββᾶν Σοῦρον, ᾐτήσατο τὸν ἀββᾶν Θεόδωρον παρὰ τοῦ ἀββᾶ Ὠρσισίου, ὅπως μετ’ αὐτοῦ πέμψῃ αὐτὸν εἰς τὴν μονὴν αὐτοῦ, ὡς ἵνα ποιήσῃ τοὺς ἄρτους αὐτῶν. ᾜδει γὰρ ὅτι εἰς παραμυθίαν γενήσεται τοῦτο. Καὶ μετὰ τὸ πάσχα ἀπῆλθε μετ’ αὐτοῦ εἰς τὴν μονήν. Καὶ ἔτι ἐν τῷ πλοίῳ ὄντων αὐτῶν, προσῆλθε τῷ Θεοδώρῳ ἀδελφός τις καθημένῳ, καὶ βλέπων ὡς νεόφυτον ταπεινὸν καὶ ἡσύχιον, λέγει αὐτῷ· «Πόσον χρόνον ἐποίησας ἐν τοῖς ἀδελφοῖς;» Ὁ δὲ εἶπεν· «Ὀλίγον.» Καὶ λέγει αὐτῷ· «Οἶδας πρὸ τοῦ σε ἐλθεῖν ἀρτοκόπος;» Καὶ λέγει αὐτῷ· «Ἁπλῶς.» Πάλιν εἶπε τῷ Θεοδώρῳ· «Ἐὰν ἐλθὼν εἰς τὸ ἀρτοκοπεῖον ἐργάσασθαι ἴδῃς τινὰ πλέον γελῶντα ἢ ἕτερον μαχόμενον, καθὼς ἐν κοινοβίῳ διάφοροί εἰσι, μὴ σκανδαλισθῇς, ἀλλὰ σεαυτῷ καὶ τοῖς νηφαλέοις πρόσεχε.» Καὶ ἀνταποκρίνεται αὐτῷ· «Καλῶς.» Καὶ μετὰ τὸ ὁρμίσαι τὸ πλοῖον εἰς τὸ μοναστήριον, ἀκούσαντες οἱ ἀδελφοὶ περὶ αὐτοῦ ἐξῆλθον πάντες εἰς ἀπάντησιν αὐτοῦ μετὰ χαρᾶς· ᾔδεισαν γὰρ αὐτὸν ἀπὸ τότε παρακλήτορα ψυχῶν εἶναι. Κἀκεῖνος δὲ ὁ λαλήσας αὐτῷ ὡς νεοφύτῳ ἐν τῷ πλοίῳ, θεασάμενος τοὺς ἀδελφοὺς δοξάζοντας αὐτόν, ᾐσχύνθη καὶ ἐφοβήθη ὡς τοιαῦτα τολμήσας λαλῆσαι ἀνθρώπῳ τοιούτῳ.

174. Ὁ δὲ ἀββᾶς Ὠρσίσιος ἔτρεφε τοὺς ἀδελφοὺς κατὰ τὴν χάριν τοῦ Θεοῦ τὴν δοθεῖσαν αὐτῷ. Καὶ ἔτι μᾶλλον προσετέθη αὐτῷ ὁ λόγος τοῦ λαλῆσαι εἰς παράκλησιν τῶν ἀδελφῶν. Καὶ οὐ μόνον διὰ παραβολῶν ἐλάλει αὐτοῖς, ἀλλὰ καὶ τῶν ῥημάτων τὴν σύγκρισιν· καὶ τοὺς κανόνας τοῦ κοινοβίου, οὓς ἔδωκεν ὁ ἀββᾶς Παχώμιος εἰς σύστασιν αὐτοῦ, παρήγγελλε τηρεῖν, ὁμοίως καὶ τὰς διατάξεις τῶν πατέρων καὶ οἰκιακῶν καὶ δευτέρων τῶν μοναστηρίων. Ἔταξε δὲ αὐτοὺς κατὰ τοὺς δύο καιροὺς τοῦ ἐνιαυτοῦ, τῷ τε πάσχα καὶ τῷ φθινοπώρῳ, τὸν λόγον τῆς χρείας αὐτῶν τῆς σωματικῆς καὶ τοῦ ἔργου καὶ τοῦ ἀναλώματος αὐτῶν εἰσκομίζειν πρὸς τὸν μέγαν οἰκονόμον.

175. Καὶ οὕτως διάγοντες, διετήρει αὐτοὺς ὁ Κύριος ἐν ὁμονοίᾳ καὶ ἀγάπῃ καθὼς ἦσαν τὸ πρότερον· οὔπω γὰρ ἦσαν ἀκμὴν πολλοὶ κοιμηθέντες τῶν ἀρχαίων· οὗτοι δὲ ὑπῆρχον Ψενθαήσιος, Σαμουήλ, Παχώμιος, Παῦλος, Ἰωάννης, καὶ Ἱερακαπόλλων, ὃς καὶ ὄπιθεν εἴρηται παραμυθησάμενος ἐν Κυρίῳ τὸν πατέρα ἡμῶν Παχώμιον ἀπὸ τῶν θλίψεων τῶν ἐπελθουσῶν αὐτῷ· σὺν τούτοις καὶ ὁ μέγας Τιθόης καὶ Ἰωνᾶς καὶ ἄλλοι πολλοί, καὶ Θεόδωρος ὁ πολιτικός, ἔτι γε μὴν σὺν τούτοις καὶ Θεόδωρος, ὃν ἐπύρωσεν ὁ Κύριος διὰ τοῦ μεγάλου πατρὸς ἐν πνεύματι τοῦ γενέσθαι αὐτὸν σκεῦος ἐκλογῆς. Τοσούτων γὰρ λύχνων ὄντων ἐν τοῖς ἀδελφοῖς, σκότος οὐκ ἐφαίνετο· ἡ γὰρ ἐντολὴ Κυρίου τηλαυγὴς φωτίζουσα ὀφθαλμούς.

176. Τοῦ δὲ ἀββᾶ Παφνουτίου τοῦ οἰκονόμου τῆς μονῆς ἀποθανόντος Παβώ, ὁ ἀββᾶς Ὠρσίσιος κατέστησεν ἄλλον ἀντ’ αὐτοῦ οἰκονομεῖν, ὀνόματι Ψαρφθίν· γενναῖος καὶ ἐν πόνοις καρτερικὸς ὑπάρχων καὶ αὐτὸς ἀρχαῖος.

177. Τῶν δὲ ἀδελφῶν πολλάκις ἐξεταζόντων τὸν Θεόδωρον διὰ πνευματικὸν ῥῆμα λύειν αὐτοῖς ἢ ὅραμα τοῦ ἀββᾶ Παχωμίου εἰπεῖν, ἔλεγεν οὕτως· «Ἰδοὺ ὁ πατὴρ Ὠρσίσιος, ἐξετάσωμεν αὐτὸν εἴ τι θέλομεν, καὶ λέγει ἡμῖν· καὶ γὰρ αὐτός ἐστιν ὁ πατὴρ ἡμῶν.» Καθημένου δὲ τοῦ ἀββᾶ Ὠρσισίου λαλῆσαι αὐτοῖς—ἔθος γὰρ ἦν ἐξ ἀρχῆς κατ’ ὀψὲ μετὰ τὸ ἔργον καὶ τὸ φαγεῖν ἐπὶ τὸ αὐτὸ καθεσθέντας ἐρευνᾶν τὰς γραφάς, καθότι ἀμέριμνοι ἦσαν κατὰ πάντα, εἰ μὴ μόνον μεριμνᾶν περὶ τῆς ἑαυτῶν σωτηρίας· οἱ δὲ τεταγμένοι φροντίζειν δυνάμενοι ἐφρόντιζον ὡς ὑπηρέται Θεοῦ, κατὰ τὴν ἐντολὴν τοῦ Κυρίου τὴν λέγουσαν· «Ἐφ’ ὅσον γὰρ ἐποιήσατε ἑνὶ τούτων τῶν πιστευόντων εἰς ἐμέ, ἐμοὶ ἐποιήσατε»—καὶ λαλοῦντος αὐτοῖς τοῦ ἀββᾶ Ὠρσισίου τὸν λόγον τοῦ Θεοῦ, ἦν καὶ αὐτὸς καθήμενος Θεόδωρος καὶ ἀκούων ὡς παιδίον ἄκακον, λέγων ἐν ἑαυτῷ· «Οὐδὲν οἶδα, ἐφ’ ὅσον ἐλύπησα τὸν Θεὸν καὶ τὸν πατέρα, ἐν ᾧ ἐποίησα τότε.» Οὕτως δὲ ἦν ταπεινόφρων, ὡς καὶ ἐμαρτύρησε περὶ αὐτοῦ ἀπόντος ὁ ἀββᾶς Παχώμιος ὅτι· «Ἑπταπλασίονα ἐκέρδησε Θεόδωρος τῇ ἐπιτιμίᾳ ταύτῃ ὑπὲρ ὃ ἦν.» 178. Ἔλεγε δὲ ὁ πατὴρ Ὠρσίσιος ὅτι· «Ὁρῶ τινας ὑμῶν θέλοντας λαβεῖν ὀνόματα καὶ ἀρχὴν ἢ οἰκονομίαν ἢ ἕτερόν τι, οὐ δι’ ἄλλο, εἰ μὴ δι’ ὑπακοήν· (ἐπεὶ οὐδεὶς ἤθελεν ὀνομασθῆναι μέγας, φοβούμενος μὴ ἐλάχιστος εὑρεθῇ ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν).

Κἀμὲ δὲ ὅτε ἔταξεν ὁ ἀββᾶς Πετρώνιος, ἔκλαυσα ἱκανῶς, φοβούμενος τὸν κίνδυνον τῶν ψυχῶν. Οὐ μόνον δὲ ἐγὼ ὁ ἁμαρτωλός, ἀλλὰ καὶ οἱ ἅγιοι· πρῶτος Μωϋσῆς πεμπόμενος ὑπὸ τοῦ Θεοῦ διὰ τὸν λαὸν παρῃτεῖτο τῇ ταπεινοφροσύνῃ, εἰ μὴ ὅτι ὠργίσθη αὐτῷ ὁ Θεὸς ἕνεκεν τούτου, καὶ τότε ἀνεδέξατο τὴν διακονίαν. Καὶ ἡμεῖς οὖν, ἀδελφοί, ἀκούοντες τὸ γεγραμμένον ὅτι· «Πᾶς ὁ ὑψῶν ἑαυτὸν ταπεινωθήσεται,» τηρήσωμεν ἑαυτούς. Οὐ πάντων δέ ἐστι τὸ κυβερνῆσαι ψυχάς, εἰ μὴ τελείων ἀνθρώπων.» Εἶπε δὲ καὶ παραβολὴν τοιαύτην· «Πλίνθος ὠμή, βαλλομένη εἰς θεμέλια ἐγγὺς ποταμοῦ, οὐχ ὑπομένει μίαν ἡμέραν· ἐὰν δὲ διὰ πυρὸς ὀπτηθῇ, ὡς λίθος διαμένει.

Οὕτως καὶ ἄνθρωπος, σαρκικὸν φρόνημα ἔχων καὶ μὴ πυρωθεὶς κατὰ τὸν Ἰωσὴφ τῷ λόγῳ τοῦ Θεοῦ, λύεται εἰς ἀρχὴν μετελθών· πολλοὶ γὰρ τῶν τοιούτων οἱ πειρασμοὶ ἐν μέσῳ τῶν ἀνθρώπων. Καλὸν δέ τινα γνῶναι τὰ ἴδια μέτρα καὶ ἀποθέσθαι τὸ βάρος τῆς ἀρχῆς, ἵνα μὴ κινδυνεύσῃ. Οἱ δὲ ἑδραῖοι τῇ πίστει καὶ τῇ προθέσει τῶν ἐντολῶν τοῦ Θεοῦ ἀμετακίνητοί εἰσι. Περὶ γὰρ τοῦ ἁγιωτάτου Ἰωσήφ, ἐὰν εἴπῃ τις ὅτι οὐκ ἦν ἐπίγειος, οὐχ ἁμαρτήσει τὸ ὅσα καὶ ἐν ποίᾳ χώρᾳ ἐπειράσθη, ὅπου οὐκ ἦν τότε ἴχνος θεοσεβείας. Ἀλλ’ ὁ Θεὸς τῶν πατέρων αὐτοῦ Ἀβραὰμ καὶ Ἰσαὰκ καὶ Ἰακὼβ ἐξείλατο αὐτὸν ἐκ πάσης θλίψεως, καὶ νῦν ἐστιν ἐν τοῖς πατράσιν ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν. Καὶ ἡμεῖς τὰ μέτρα ἡμῶν ἐπιγνόντες ἀγωνισώμεθα· μόλις γὰρ οὕτως δυνηθῶμεν ἐκφυγεῖν τὴν κρίσιν τοῦ Θεοῦ.» Καὶ πολλὰ ἕτερα τοιαῦτα εἰπὼν ηὔξατο. Καὶ εἶθ’ οὕτως ἀνεχώρησαν οἱ ἀδελφοὶ εἰς τὰ σκηνώματα αὐτῶν.

179. Καὶ ἐπληθύνθησαν μετὰ ταῦτα οἱ ἀδελφοὶ σφόδρα· ἕνεκεν δὲ τῆς τροφῆς τοῦ πλήθους τῶν ἀδελφῶν ἤρξαντο πλατύνεσθαι καὶ ἐπικτίζεσθαι ἀγροὺς καὶ ὕλας. Καὶ ἑκάστη μονὴ τὰ πρὸς ἀμέλειαν ἐχώρει, καθότι ἐπληθύνθησαν αἱ σωματικαὶ φροντίδες. Εἷς δέ τις πατὴρ μοναστηρίου Μονχόσεως, ὀνόματι Ἀπολλώνιος, ἠθέλησεν ἑαυτῷ, παρὰ τὸν κανόνα τῆς κοινωνίας τῶν λοιπῶν μοναστηρίων, ἀγοράσαι πλείονας χρείας. Καὶ ἀνακρινομένου τούτου ὑπὸ τοῦ ἀββᾶ Ὠρσισίου καὶ ἐπιτιμωμένου, ἠγανάκτησε καὶ ἠβουλήθη τὸ μοναστήριον αὐτοῦ χωρίσαι τοῦ κοινοβίου κατ’ ἐπιβουλὴν τοῦ ἀντικειμένου. Συνήρπασε δὲ καὶ ἔπεισε πολλοὺς καὶ μεγάλους τοῦ μοναστηρίου τοῦτο ποιῆσαι.

Καὶ πολλὰ βλαβέντα δι’ ἐκεῖνον τὰ μοναστήρια, ἀντιστήκοντες καὶ λέγοντες ὅτι· «Οὐκέτι ὑποφέρομεν ἄλλο τὴν κοινωνίαν τῶν ἀδελφῶν», μὴ πεισθέντος οὖν ἐκείνου τοῦ ἀποσχίστου τοῖς λόγοις τοῦ ἀββᾶ Ὠρσισίου, ἐνίσχυσεν ὁ πειρασμός.

180. Ἰδὼν οὖν ὁ ἀββᾶς Ὠρσίσιος ἑαυτὸν θλιβόμενον καὶ δυσφοροῦντα σφόδρα ἐπὶ τῇ τοιαύτῃ ὑποθέσει—χρόνον γὰρ εἶχεν ἤδη ἐγκαρτερῶν ἐν ταῖς θλίψεσι μέχρι θανάτου—ὕστερον δὲ σκεψάμενος καὶ ἄλλον συνεργὸν ἔχειν πρὸς τὴν πατρικὴν αὐτοῦ τάξιν, εἰσελθὼν νυκτὸς εἰς ἥσυχον τόπον ἔκλαυσεν ἱκανῶς (καὶ αὐτοστοματὶ εἴρηκεν ἡμῖν) ταῦτα λέγων· «Ὁ Θεός, τοῦτο παρέδωκέ μοι ὁ δοῦλός σου ὁ ἀββᾶς Πετρώνιος, ἵνα κερδήσω μᾶλλον καὶ σώσω πολλούς. Νῦν δὲ βλέπω ὅτι οὐ πολλοὶ ἀκούουσιν ἡμῶν τὰ πρὸς σωτηρίαν ἑαυτῶν, ἀλλ’ ἕκαστος ἀκολουθεῖ τῇ ἑαυτοῦ καρδίᾳ, εἰ μὴ οἱ πιστοὶ δοῦλοί σου οἱ ἀναστραφέντες καλῶς σὺν τῷ πατρὶ ἡμῶν καὶ οἱ λοιποὶ οἱ ἔχοντες τὸν φόβον σου. Ἐγὼ δὲ θλίβομαι βλέπων ὅλην τὴν μονὴν ταραττομένην οὐκ ἐξ ἐμοῦ· οὐδένα γάρ, ὡς οἶδας, ἔθλιψα, Κύριε. Οὐ μόνον δὲ ταύτην τὴν μονὴν φοβοῦμαι, ἀλλὰ καὶ τὰς λοιπάς, ἵνα μὴ λάβωσιν ἀφορμὴν οἱ ζητοῦντες ἀφορμήν, καὶ ἔκτοτε οὐκέτι ἔχωσι τὴν ἐξ ὁμονοίας ἀγάπην. Νῦν οὖν, Κύριε, οὐκέτι δύναμαι μόνος κυβερνῆσαι αὐτούς. Δεῖξόν μοί τινα τὸν δυνάμενον, καὶ ὀνομάσω αὐτὸν αὐτοῖς, ἵνα μὴ ἐγὼ αἴτιος γένωμαι ψυχῶν.» 181. Καὶ τῇ νυκτὶ ἐκείνῃ εἶδεν ἐνύπνιον· καὶ ὡς βλέπων ἦν, ἐθεάσατο δύο κραββάτους· ὁ μὲν εἷς καλὸς ἀλλὰ παλαιός, ὁ δὲ ἕτερος καλὸς καὶ στερεός. Καὶ χρηματίζεται αὐτῷ οὕτως· «Ἀνάπαυσον σεαυτὸν ἐπὶ τῷ στερεῷ τούτῳ κραββάτῳ.»

Καὶ νοήσας τῷ πνεύματι ἐκεῖνον τὸν κράββατον εἶναι Θεόδωρον τόν ποτε μετὰ τοῦ μεγάλου Παχωμίου ὁμόψυχον ὑπάρχοντα, πρωΐας γεναμένης, ὡς ἤδη κουφισθεὶς τῆς θλίψεως, μᾶλλον δὲ ὅτι καὶ ἠγάπα αὐτὸν διὰ τὴν ἐνοῦσαν αὐτῷ ταπείνωσιν καὶ εἰδότα ὑπομένειν ἀντιλογίας, συνήγαγε πάντας τοὺς ἡγουμένους καὶ ἐλάλησεν αὐτοῖς, ἀπόντος τοῦ Θεοδώρου, λέγων· «Οὐκ ἀγνοεῖτε τὸν περιόντα πειρασμόν. Καὶ ἰδοὺ ἔμεινα χρόνον δοκῶν παύεσθαι τοῦτον, καὶ ὁρῶ μᾶλλον ἔτι αὐξάνοντα αὐτόν, καθὼς καὶ ὑμεῖς ὁρᾶτε. Διὰ τοῦτο ὁμολογῶ ὑμῖν· οὐκέτι δύναμαι τὴν φροντίδα ταύτην ὑποστῆναι μόνος. Καὶ οἶδα ὅτι οὐδεὶς ὑμῶν ἀναγκάζει με παραιτήσασθαι τοῦτο· ἀλλ’ ὅτι ἔγνων ἀσφαλῶς ὅτι οὐ δύναμαι. Ὁ δὲ Θεὸς καὶ οἱ πατέρες μου οὐ μέμφονταί με, γνόντες τὰ μέτρα μου.

Ὃν δὲ βλέπω ἱκανὸν κατὰ πάντα εἰς τοῦτο, αὐτός ἐστιν ὁ τότε καὶ πάλιν πατὴρ ἡμῶν Θεόδωρος.» Καὶ ταῦτα εἰπὼν ἀπῆλθε νυκτὸς εἰς τὴν μονὴν τῶν Χηνοβοσκείων, καὶ ἔμεινεν ἐκεῖ. Οἱ δὲ ἀδελφοὶ πάντες ἀκούσαντες μετὰ χαρᾶς καὶ ἀγαλλιάσεως ἐκράτησαν Θεόδωρον ὡς πατέρα. Αὐτὸς δὲ δέδωκε λόγον μήτε φαγεῖν μήτε πιεῖν, εἰ μὴ ἀπαντήσει τῷ ἀββᾷ Ὠρσισίῳ.

182. Καὶ μετὰ τὸ ἐλθεῖν αὐτὸν μεταπεμφθέντα, λέγει αὐτῷ ὁ ἀββᾶς Ὠρσίσιος ὅτι· «Μὴ γὰρ ἡμεῖς ἐτάξαμέν σε. Ὁ πατὴρ ἡμῶν Παχώμιός ἐστιν ὁ τάξας σε, προσημαίνων τοῦτο, ὅτε ἐκράτησε τὸν πώγωνά σου τρίτον καὶ εἶπε· Μνήσθητι, Θεόδωρε, μὴ ἐάσῃς τὰ ὀστᾶ μου ὅπου ἐτάφησαν.» Καὶ ἀκούσας ταῦτα ὁ ἀββᾶς Θεόδωρος οὐκέτι ἀντεῖπεν. Καὶ οὕτως αὐτὸν παραδοὺς τοῖς ἀδελφοῖς οὐκέτι ἀνέκαμψεν εἰς τὰ Χηνοβοσκεῖα. Καὶ ἐστάθη ὁ ἀββᾶς Θεόδωρος ὑπεισελθὼν τὴν διακονίαν τῶν ἀδελφῶν.

Καὶ ἀκούσαντες οἱ ἀδελφοὶ πάντες τῶν μοναστηρίων ἠγαλλιάσαντο σφόδρα, μάλιστα οἱ ἀρχῆθεν ἐπιγινώσκοντες αὐτὸν τέκνον γνήσιον ὄντα τοῦ μακαρίου Παχωμίου καὶ ὅτι ὁ λόγος αὐτοῦ χάριν εἶχε καὶ ἴασιν ψυχῆς ἐν θλίψει. Ὃς καὶ γέγονε θαυμαστὸς ὑπήκοος τῷ ἀββᾷ Ὠρσισίῳ, ὥστε εἰπεῖν τὸν ἀββᾶν Ὠρσίσιον ὅτι· «Ἀληθῶς κλίνη ἐστὶ πάσης ἀναπαύσεως ὁ ἄνθρωπος οὗτος.» Οὐ γὰρ ἡγεῖτο ἑαυτόν ποτε πατέρα τινός, ἐπειδὴ ἔλαβε τὴν τάξιν καὶ ἐκοπία νυκτὸς καὶ ἡμέρας ἕνεκεν τῆς σωτηρίας τῶν ἀδελφῶν ἐν Κυρίῳ, μιμνῃσκόμενος τῆς ἐπιτιμίας τοῦ μεγάλου πατρός, ἀλλὰ διάδοχον καὶ ὑπηρέτην τοῦ ἀββᾶ Ὠρσισίου. Ἀναχωρήσας οὖν ὁ ἀββᾶς Ὠρσίσιος, ὅτε ἔμελλε ποιεῖν τι ὁ ἀββᾶς Θεόδωρος ὁ ἄνθρωπος τοῦ Θεοῦ, περιπατῶν ἤρχετο πρὸς τὸν ἀββᾶν Ὠρσίσιον, ἐξετάζων αὐτὸν καὶ ἐρωτῶν τό· «Τί θέλεις ἵνα ποιήσω;» Αὐτὸς δὲ ὁ ῥηθεὶς Θεόδωρος, ἐπειδὴ τὸ φίλαρχον ἐξερίζωσεν ἀφ’ ἑαυτοῦ παντελῶς, παιδευθεὶς ὑπὸ τοῦ Θεοῦ καὶ φθάσας εἰς τελειότητα, διὰ τοῦτο οὐ μόνον τὸν ἀββᾶν Ὠρσίσιον τῇ πολλῇ αὐτοῦ χρηστότητι ἀνέπαυεν, ἀλλὰ καὶ πάντας, ὥστε λέγειν τὸν ἀββᾶν Ὠρσίσιον ὅτι· «Ἀρτίως ἄρχω μᾶλλον ἢ ὅτε ἤμην μόνος.» 183. Ὅτε οὖν συνῆγε τοὺς ἀδελφοὺς λαλεῖν αὐτοῖς τὴν πρώτην κατήχησιν, ἔλεγεν οὕτως· «Ποῦ εἰσιν οἱ ἀρχαῖοι; Ἐνισχύσατε ἐν Κυρίῳ, καὶ ὁμονοήσωμεν συμπάσχειν ἀλλήλοις, ἵνα μὴ ὁ ἐχθρὸς σκορπίσῃ τὸν κάματον τοῦ πατρὸς ἡμῶν.

Οὐκ ἀγνοεῖτε γὰρ αὐτοῦ τὴν ὑπομονὴν τῶν θλίψεων πρὸς τοὺς δαίμονας.

Καὶ οὔπω πέντε ἔτη γέγονε, καὶ ἐπελαθόμεθα τῆς τοσαύτης χαρᾶς καὶ εἰρήνης ἧς εἴχομεν πρὸς ἀλλήλους· καὶ οὕτως ἤμεθα ἐπὶ τοῦ πατρὸς ἡμῶν μὴ ἔχοντες μήτε ἐν τῇ καρδίᾳ μήτε ἐν τῷ στόματι μηδὲν ἕτερον, εἰ μὴ τὸν λόγον τοῦ Θεοῦ τὸν ὑπὲρ μέλι καὶ κηρίον γλυκύτερον, καὶ οὐκ ᾐσθανόμεθα ὡς ἐπὶ γῆς ζῶντες ἀλλ’ ἐν οὐρανοῖς ἑορτάζοντες. Ἄνθρωπος γὰρ ἐν ψύχει καὶ παγετῷ μεγάλῳ ὑπάρχων, ἕως οὗ τρέχει καὶ βιάζεται, ἀναθερμαίνεται καὶ ἀναζωπυροῦται καὶ τέρπεται καὶ ἀγάλλεται εἰς οὐδὲν λογιζόμενος τὴν ψυχρότητα· ἐπὰν δὲ χαυνώσῃ ἀπὸ τοῦ δρόμου, ξηραίνεται ἡ θέρμη καὶ ἀφανίζεται, καὶ τότε στένει καὶ τρέμει ἀπὸ τοῦ ψύχους. Καὶ ἡμεῖς καθ’ ὅσον ζητοῦμεν τὸν Θεόν, κατὰ τοσοῦτον καὶ ἡ χρηστότης αὐτοῦ φαίνεται ἐφ’ ἡμᾶς, γλυκαίνουσα τὰς ψυχὰς ἡμῶν καὶ ὑποστηρίζουσα.

Ἀρτίως οὖν γνῶτε πῶς ἐσμεν. Καὶ ἐπιστρέψωμεν πάντες πρὸς τὸ θέλημα τοῦ Θεοῦ· καὶ πιστεύομεν εἰς τοὺς οἰκτιρμοὺς αὐτοῦ, ὅτι ἵνα ἀνανεώσῃ ἡμᾶς.» Ταῦτα οὖν λέγων ἔκλαιε, καὶ ἡ οἰμωγὴ τοῦ κλαυθμοῦ αὐτοῦ ἐξήρχετο ἐνώπιον τῶν ἀδελφῶν. Καὶ οὕτως εὐξάμενος ἀπέλυσε τοὺς ἀδελφούς. Καὶ ἐμβὰς εἰς πλοῖον μετά τινων ἀδελφῶν ἐπορεύθη ἐπισκέψασθαι τοὺς ἀδελφοὺς τῶν μοναστηρίων, καὶ ἐστήριξεν αὐτοὺς καὶ ἑδραίωσε τῇ παρουσίᾳ αὐτοῦ. Καὶ μετὰ πολλοῦ ἀγῶνος καὶ συνέσεως πνευματικῆς ἔπεισε καὶ τὸν πατέρα τῆς μονῆς ἧς ἔμελλε σχισθῆναι, Ἀπολλώνιος ὀνόματι· καὶ εἰρήνευσε μετὰ τῶν ἀδελφῶν καὶ ἐξηκολούθησε τῇ τάξει αὐτῶν καὶ τῇ κοινωνίᾳ.

Καὶ τῇ χάριτι τοῦ Θεοῦ κατῃσχύνθη ὁ ἐχθρός. 184. Καὶ ἦν ὁ ἀββᾶς Θεόδωρος νηφάλεος σφόδρα περὶ τὴν τῶν ψυχῶν σωτηρίαν, παραμυθούμενος ἕνα ἕκαστον καὶ ἀλείφων πρὸς τοὺς ἀγῶνας ὡς δόκιμος ἰατρός. Οὐδεὶς γὰρ τῶν ἀδελφῶν ὑπεστέλλετο ἢ ἐφείδετο ἀποκρύπτειν τοὺς λογισμοὺς αὐτοῦ, ἀλλὰ πάντα ἀνακεκαλυμμένῳ προσώπῳ κατ’ ἰδίαν αὐτῷ καθωμολόγουν, καὶ παρευθὺ τὴν ἴασιν ἐλάμβανον, ὁρῶντες αὐτὸν περιχαρῆ καὶ εὐπρόσιτον. Εἴωθε γὰρ τοῦ διδασκάλου τὸ χρηστὸν καὶ περιχαρὲς καὶ συμπαθητικὸν τοῦ μαθητοῦ ἐκπομπεύειν τοὺς κρυπτοὺς λογισμοὺς καὶ ἀποκαθαίρειν. Καὶ λοιπὸν ἕνα ἕκαστον, ὡς ἐπολεμεῖτο ὑπὸ τοῦ ἐχθροῦ, ὡς πεῖραν ἔχων ἐδίδασκεν ἀντιστήκειν τοῖς πονηροῖς λογισμοῖς καὶ ὅτι· «Ἀθλοῦντες νομίμως στεφανωθήσεσθε, καθὼς λέγει ὁ μακάριος Παῦλος.» Ἐὰν δὲ ἔβλεπέ τινα ἀμελοῦντα τὴν ἰδίαν σωτηρίαν καὶ καταφρονοῦντα, μετὰ πολλῆς τῆς μακροθυμίας ἐνουθέτει αὐτὸν καὶ ἔλεγε τὰ φοβερὰ κρίματα τοῦ Θεοῦ, τό· «Φοβερὸν ἐμπεσεῖν εἰς χεῖρας Θεοῦ ζῶντος, καὶ κολάζει ἁμαρτωλοὺς ὁ Θεός. Εὐεργέτης γάρ ἐστι καὶ ἀγαθός, καὶ βούλεται πάντας σωθῆναι καὶ εἰς τὴν αἰώνιον ἀνάπαυσιν εἰσελθεῖν.» Καὶ πάλιν ἔλεγεν ὅτι· «Ἐάν τις σκανδαλισθῇ ὑπὸ τοῦ Σατανᾶ, ὑπὲρ τὸ μέτρον ἐμοῦ μακροθυμοῦντος, ἐγὼ αἴτιος εὑρίσκομαι τούτου.»

Διὰ τοῦτο οὐχ ἡσύχαζεν, ἀλλὰ μετὰ σπουδῆς μεγάλης τὴν μέριμναν αὐτοῦ ἐπέρριπτεν ἐπὶ Κύριον εὐχόμενος καὶ λέγων· «Κύριε, σκέπασον καὶ βοήθησον τὴν ἀσθένειαν ἡμῶν.» Ἔλεγε δὲ καὶ τοῦτο εὐχόμενος· «Μέγας ἀγών ἐστίν τινα ὑπὲρ αὐτοῦ λόγον δοῦναι· πόσῳ γε μᾶλλον ὑπὲρ πολλῶν ψυχῶν;

Διὰ τοῦτο γινώσκω ὅτι ὡς σκιά ἐσμεν, καὶ φύλακες ψυχῶν οὐκ ἐσμέν· οὐ γὰρ φθάνομεν εἰς τὸ μέτρον τοῦτο. Σὺ δὲ ὁ γινώσκων καὶ πλάσας κατὰ μόνας τὰς καρδίας τῶν ἀνθρώπων, φύλαξον ἡμᾶς καὶ πάντα τὸν κόσμον ἀπὸ τῶν φθονερῶν δαιμόνων, ὅτι οὐδεὶς δύναται σῶσαι ἡμᾶς, εἰ μὴ σύ, Κύριε, Κύριε ὁ Θεὸς τῆς δόξης.» 185. Ὅτε δὲ προσήρχοντό τινες κοσμικοί, ἢ ἐν ὁδῷ ἔτυχεν ἢ ἐν μοναστηρίῳ, περὶ δαιμονιζομένου ἢ ἄλλως πάσχοντός τινος, ἔλεγεν αὐτοῖς· «Μὴ νομίζητε ὅτι ἱκανοί ἐσμεν πρεσβεῦσαι ὑπὲρ τούτων ἁμαρτωλοὶ τυγχάνοντες. Ἐὰν δὲ θέλῃ ὁ οἰκτίρμων Θεὸς τοῦ ἰδίου πλάσματος φείσασθαι, ἐξουσίαν ἔχει· ἀγαθὸς γὰρ ὢν ἀεί ποτε πρὸς πάντας τὴν ἀγαθότητα αὐτοῦ ἐπιδείκνυται.» Ἐπὶ πολὺ δὲ ἐνοχλούντων καὶ ἀξιούντων αὐτὸν εὔχεσθαι ὑπὲρ αὐτῶν, ηὔχετο· «Τὸ θέλημα τοῦ Θεοῦ γενέσθω».

Καὶ οὕτως ἐθεράπευεν αὐτοὺς ὁ Κύριος. Ταῦτα ἐποίει ἐν τῇ μνήμῃ τοῦ ἀναθρέψαντος αὐτὸν πατρὸς τοῦ μακαρίου ἀββᾶ Παχωμίου· τὴν γὰρ ὁδὸν τῶν ἁγίων ἣν ὥδευον, ἀκλινῶς καὶ αὐτὸς ἐπορεύετο. 186. Καὶ λοιπὸν ἐποίησεν οὕτως ὁ Θεόδωρος καὶ ἕτερα μοναστήρια ἐπὶ τοῖς γεναμένοις ἐξ ἀρχῆς περὶ τὴν Ἑρμούπολιν δύο, μετὰ γνώμης τοῦ ἀββᾶ Ὠρσισίου· καὶ ἔταξεν ἐκεῖσε πατέρας νηφαλέους καὶ εὐλαβεῖς, πρώτους καὶ δευτέρους, καθ’ ὁμοιότητα τῶν ἄλλων μοναστηρίων. Ὡσαύτως καὶ περὶ Ἑρμουθὶμ ἕτερον μοναστήριον, τάξας ἐν αὐτῷ προεστῶτας καὶ ἀδελφούς, τυπώσας αὐτοῖς τὸν κανόνα καὶ τὴν διάταξιν τῶν λοιπῶν μοναστηρίων. Καὶ τῶν παρθένων ἄλλην μονὴν ἐν κώμῃ τῇ ἐπιλεγομένῃ Βιχνέ, μήκοθεν τῆς μονῆς Παβὼ ἀπὸ μιλίου ἑνός. Ἐν ἑτέρῳ δὲ τόπῳ ἔτι περιὼν ἐν τῷ βίῳ ὁ μακάριος Παχώμιος ἐποίησε καὶ ἄλλην μονὴν τῶν παρθένων· ἀμφότεραι δύο αὗται οὖν αἱ μοναὶ ἦσαν ἐπαρκοῦσαι εἰς ἱμάτια ἔρεια καὶ στρώματα καὶ λεβίτονας καὶ τὴν λοιπὴν χρείαν τῶν ἀδελφῶν, τοῦ οἰκονόμου τῆς μεγάλης μονῆς πέμποντος αὐταῖς ἔργον διὰ τοῦ πατρὸς αὐτῶν Ἐπωνύχου ἁγίου ἀνδρός.

187. Ἐπεὶ δὲ ὁ ἀββᾶς Θεόδωρος ἤκουσε τὸν γογγυσμὸν τὸν τότε γενόμενον περὶ τοῦ ἀββᾶ Παχωμίου ἐν Ἀλεξανδρείᾳ καὶ τὴν θλίψιν διὰ τοῦ διορατικοῦ αὐτοῦ χαρίσματος—ἦν γὰρ καὶ αὐτὸς τότε ἐν τῷ πλοίῳ—ἀπὸ τότε ἤρξατο κρύπτειν εἴ τι βούλημα Κυρίου ἐν ὁράματι εἶδεν ἢ ἔβλεπε· συνῆκε γὰρ τοῦτο ὠφέλιμον.

Τοῖς δὲ ἀδελφοῖς ἔλεγεν ὅτι· «Πλέον τί ἐστι τοῦ ἔχειν πνεῦμα ἅγιον, ἐὰν ὀρθῶς πιστεύῃ καὶ φυλάσσῃ τὰς ἐντολὰς τοῦ Θεοῦ; Οὗτος γὰρ ναὸς Θεοῦ δηλονότι ἐστίν. Ὅπου γάρ ἐστι Θεός, ἐκεῖ ἐξουσία πᾶσα καὶ παρρησία. Ἐπεὶ καὶ ἐν παλατίῳ βασιλέως πᾶν ἔνδοξον ἐκεῖ ἐστι. Καὶ γὰρ καὶ ἡ τότε σκηνὴ οὕτως ἦν ἔχουσα πάντα τὰ συντελοῦντα εἰς δόξαν Θεοῦ.

Μηδεὶς οὖν ἀμφιβάλλῃ περὶ ἀνθρώπου Θεοῦ, ἐὰν ἀκούσῃ ὅτι ὅραμα εἶδεν, τοῦ δείξαντος τὰς ὁράσεις ἐν αὐτῷ οἰκοῦντος. Ἀλλὰ μᾶλλον ἀσφαλείας χρεία καὶ ἐν τούτῳ, μὴ δόξῃ τις ἑαυτὸν εἶναί τι μηθὲν ὤν, καὶ ἐξαπατηθῇ εἰς ἐπιθυμίαν ὑπὸ τοῦ ἐχθροῦ τοῦ ἰδεῖν τι καὶ σκανδαλισθεὶς ἐμπέσῃ εἰς ἔκστασιν ὡς οἱ πολλοί. Ἀλλὰ καὶ ὁ φθάσας εἰς τὰ τοιαῦτα μέτρα καὶ ὁ μήπω καταλαβὼν ἔχωμεν πάντες πολλὴν ταπεινοφροσύνην, εὐχόμενοι τοῦ ἐκφυγεῖν τὰς αἰωνίους κολάσεις. Καὶ γὰρ οἱ ἅγιοι τοῦτο εὔχονται, λέγοντος ἑνός· «Φύλαξον τὴν ψυχήν μου καὶ λύτρωσαι αὐτήν.» Καὶ πάλιν εὐχαριστῶν τῷ Κυρίῳ Παῦλος ἐπὶ τῇ ἰδίᾳ σωτηρίᾳ λέγει· «Ἐρρύσθην ἐκ στόματος λέοντος.» Λέοντα δὲ λέγει τὸν ὠρυόμενον ψυχὰς καταπιεῖν· πολὺ γὰρ δόλιός ἐστι, καὶ ἐσθ’ ὅτε τὸ ψεῦδος ποιεῖ ἀλήθειαν· καὶ ἐὰν μὴ ἀκρότατος διακριτικὸς εὑρεθῇ πρὸς αὐτὸν ὁ πειραζόμενος πλανᾶται. Ὁ δὲ μὴ πλανώμενός ἐστιν ὁ ἐν παντὶ τῷ Θεῷ καὶ τοῖς ἁγίοις ὑπακούων ἀδιακρίτως. Καὶ ἡμεῖς, ἀδελφοί, νοήσαντες ταῦτα, τηρήσωμεν ἕκαστος τὸ ἴδιον μέτρον, ὁ δοκῶν ποιμὴν ψυχῶν εἶναι καὶ ὁ δοκῶν πρόβατον. Ὅμως πάντες εὐξώμεθα πρόβατον εἶναι· οὐδεὶς γὰρ ποιμήν, εἰ μὴ αὐτὸς ὁ εἰπών· Ἐγώ εἰμι ὁ ποιμὴν ὁ καλός.» Καὶ ταῦτα μὲν περὶ τούτων.

188. Αὐτὸς δὲ ὁ ἀββᾶς Θεόδωρος ἀπὸ τότε ἀκούσας—καὶ αὐτὸς γὰρ παρῆν ὅτε ὁ μακάριος Ἀντώνιος ὑπεδέξατο τοὺς ἀδελφοὺς ὡς τέκνα, καὶ ὁ ἅγιος πάπας σφόδρα ἠγάπησε τοὺς δύο, ὡς τὸν ἀββᾶν Παχώμιον, οὕτως καὶ τὸν Θεόδωρον ἢ καὶ πλέον —λέγων τοῖς ἀδελφοῖς ὅτι· «Ἐγὼ ἤκουσα, καὶ ὑμεῖς παρῆτε οἱ ἀρχαῖοι, τοῦ πατρὸς ἡμῶν λέγοντος ὅτι· Ἐν τῇ γενεᾷ ἡμῶν ἐν τῇ Αἰγύπτῳ τρία ὁρῶ κεφάλαια ὑπὸ τοῦ Θεοῦ αὐξανόμενα εἰς ὠφέλειαν πάντων· ὁ ἐπίσκοπος Ἀθανάσιος ὁ ἀθλητὴς τοῦ Χριστοῦ περὶ τῆς πίστεως ἕως θανάτου, καὶ ὁ ἅγιος ἀββᾶς Ἀντώνιος ὑπογραμμὸς τοῦ ἀναχωρητικοῦ βίου, καὶ ἡ κοινωνία αὕτη, <ἣ> τύπος ἐστὶ πάντων τῶν θελόντων συνάγειν ψυχὰς κατὰ Θεὸν καὶ ἀντιλαμβάνεσθαι αὐτῶν ἕως ἂν τελειωθῶσιν.» 189. Καὶ ἐγένετο μετὰ ταῦτα, ζητουμένου τοῦ ἁγίου ἐπισκόπου Ἀθανασίου ὑπὸ Κωνσταντίου τοῦ βασιλέως ἐξ ἐπιβουλῆς τῶν ἐχθρῶν τοῦ Χριστοῦ Ἀρειανῶν—ἠρεύνησε γὰρ πανταχοῦ περὶ αὐτοῦ—καὶ φήμης διαδοθείσης· «Μὴ ἆρά ἐστι παρὰ τοῖς μοναχοῖς τοῖς Ταβεννησιώταις κρυπτόμενος, ὡς ἀγαπῶν αὐτούς;» ἀνέπλευσεν ὁ δοὺξ ἐπὶ τοῦτο.