Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Παχώμιος ὁ Μέγας – Βίος Παχώμιου (Γ΄)

Παχώμιος ὁ Μέγας

Οι διωγμοί του Μεγάλου Αθανασίου, τα τέλη του Θεοδώρου και επιστολή παρηγορίας

Η έρευνα των κρατικών αρχών για τον Αθανάσιο, η επίσκεψή του στα μοναστήρια, η κοίμηση του αββά Θεοδώρου, η επιστολή παρηγορίας του αρχιεπισκόπου και ο τελικός επίλογος του έργου.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Παχώμιος ὁ Μέγας

—

Κεφάλαιο 13 από 13

Καὶ ἀναπλέοντος αὐτοῦ, κατὰ συγκυρίαν ἦν καὶ αὐτὸς ὁ ἀββᾶς Θεόδωρος καταπλέων ἐπισκέψασθαι τὰς μονὰς τῶν ἀδελφῶν περὶ τὴν Ἑρμούπολιν. Καὶ αὐτοῦ ἐγγίσαντος τῆς ἀνωτέρας μονῆς τῆς λεγομένης Καιώρ, βλέπει ἀναπλέοντα τὸν δοῦκα· καὶ συνῆκε παρὰ Κυρίου τὸ μέλλον γενέσθαι καὶ ἐδήλωσε τοῖς ἀδελφοῖς. Καὶ θελησάντων τῶν ἀδελφῶν ἀνακάμψαι καὶ προλαβεῖν τὸν δοῦκα, ἵνα μὴ ταράξῃ τοὺς ἀδελφοὺς ἐν Παβώ, λέγει αὐτοῖς ὁ ἀββᾶς Θεόδωρος· «Δι’ ὃ ἤλθομεν τοσοῦτον διάστημα ἐπισκέψασθαι τοὺς δούλους τοῦ Θεοῦ, καλόν ἐστι καὶ τοῦτο διοικῆσαι χωρὶς λύπης.» Καὶ ταῦτα εἰπὼν ἀπῆλθεν εἰς τὰς μονάς.

190. Ἐλθὼν δὲ Ἀρτέμιος ὁ δοὺξ εἰς τὴν μονήν, ἐκέλευσε νυκτὸς τὸ στρατόπεδον περιτηρῆσαι τὴν μονήν. Αὐτὸς δὲ ἔξω τῆς συνάξεως ἦν καθήμενος μετὰ τῶν πραιποσίτων, ἔνθεν κἀκεῖθεν τοξόται παρεστῶτες αὐτῷ καὶ βλέποντες. Οἱ ἀδελφοὶ δὲ ἐφοβήθησαν. Ὁ δὲ προρρηθεὶς Πεκύσιος, ἅγιος ὤν, παρεθάρρυνε τοὺς ἀδελφοὺς μὴ δειλιᾶν ἐν Κυρίῳ. Ὁ δὲ δοὺξ δι’ ἑρμηνέως ἐξετάζει τοὺς ἀδελφούς· «Ποῦ ἐστιν ὁ πατὴρ ὑμῶν;» Ἀποκρίνεται ὁ ἀββᾶς Πεκύσιος λέγων· «Εἰς τὰς μονάς.» Καὶ ὁ δούξ· «Καὶ ὁ μετ’ αὐτὸν ποῦ ἐστι;» Δεικνύουσιν αὐτῷ τὸν ἀββᾶν Ψαρφὶν τὸν μέγαν οἰκονόμον. Καὶ λέγει αὐτῷ ὁ δοὺξ κατ’ ἰδίαν· «Ἐπειδὴ πρόσταξιν ἔχω βασιλικὴν κατὰ Ἀθανασίου τοῦ ἐπισκόπου καὶ λέγεται παρ’ ὑμῖν εἶναι·» Ἀπεκρίθη αὐτῷ ὁ ἀββᾶς Ψάρφιος λέγων· «Αὐτὸς μὲν πατὴρ ἡμῶν ἐστιν, οὐδέποτε δὲ εἶδον αὐτοῦ πρόσωπον.

Ὅμως οὖν ἰδοὺ ἡ μονὴ καὶ ἐρεύνησαι.» Μετὰ οὖν τὸ ἐρευνῆσαι καὶ μὴ εὑρεῖν αὐτόν, λέγει αὐτοῖς ἐν τῇ συνάξει· «Δεῦτε, εὔξασθε ὑπὲρ ἐμοῦ.» Εἶπαν δὲ αὐτῷ· «Οὐ δυνάμεθα, διὰ τὸ ἔχειν ἡμᾶς ἐντολὴν παρὰ τοῦ πατρὸς ἡμῶν μετ’ οὐδενὸς εὔξασθαι συναιρομένου Ἀρειανοῖς.» Ἔβλεπον γάρ τινα τῶν Ἀρειανῶν ὡς ἐπίσκοπον μετὰ τοῦ δουκός. Καὶ λοιπὸν ἐξελθόντων αὐτῶν, ηὔξατο μόνος. Καὶ κοιμωμένου αὐτοῦ ἐν τῇ συνάξει ἡμέρας, ἀνέστη αἱμορροῶν τὴν ῥῖνα καὶ ταρασσόμενος· οὐκ ᾔδει μέντοι ἀσφαλῶς τί γέγονεν αὐτῷ, ἀλλ’ ἦν ἔμφοβος λέγων· «Τῷ ὁράματί μοι τῷ γενομένῳ μόλις ἐλέῳ Θεοῦ ἐξέφυγον τὸν θάνατον.» Καὶ οὕτως ἀνεχώρησεν.

Ὁ δὲ ἀββᾶς Θεόδωρος ἀνελθὼν καὶ ἀκούσας ταῦτα, ἐδόξασε τὸν Θεόν. 191. Τῶν δὲ ἀδελφῶν ἀποθνῃσκόντων πολλῶν, ὥστε καθ’ ἡμέραν ἑνὸς ἢ δύο τελειουμένων, καὶ ἅπαξ ὑπαγόντων εἰς τὸ ὄρος, ἐκοπίασαν σφόδρα, ὅτι τὸ ὕδωρ τῆς ἀναβάσεως τὸν ἀγρὸν ἤρξατο πληροῦσθαι. Καὶ λέγουσιν αὐτῷ· «Τί ποιήσομεν ἐὰν ἄλλος ἀποθάνῃ; Οὐδὲ γὰρ δύναται πλοῖον ἀπελθεῖν διὰ τὸ μὴ εἶναι πολλὰ ὕδατα.» Καὶ λέγει αὐτοῖς ὅτι· «Ὡς πιστεύομεν, φείσεται ἡμῶν ὁ Θεός.» Καὶ ἐν τούτῳ οὐκέτι ἀπέθανέ τις, ἕως παρῆλθεν ἡ ἀνάβασις. Καὶ ἐθαύμασαν οἱ ἀδελφοὶ πάντες.

192. Ἐν μιᾷ οὖν καθημένων αὐτῶν, λέγει αὐτῷ τις ἀδελφὸς ἐξηγουμένῳ· «Ἀββᾶ Θεόδωρε, διὰ τί, ὅτε λέγουσί μοί τινες σκληρόν τι, εὐθέως ὀργίζομαι;» Ἀποκρίνεται καὶ λέγει· «Οὐκ ἔστι ξένον. Καὶ ἡ ἄκανθα ἀπὸ πέλυκος λαβοῦσα ἐκφέρει κόμμι.» Καὶ ἐξετάζουσιν αὐτὸν οἱ ἀδελφοί· «Τί ἐστι τοῦτο;» Καὶ λέγει· «Ὁ ἄνθρωπος τοῦ Θεοῦ νοεῖται ἄμπελος.

Καὶ ἐάν τις λάβῃ βότρυν σταφυλῆς ἐκ τοῦ καρποῦ αὐτῆς καὶ θέλῃ ἐκπιάσαι αὐτόν, οὐδὲν ἐκβάλλει εἰ μὴ οἶνον γλυκύν. Οὕτως καὶ τοῦ πιστοῦ θλιβομένου ἢ ἔργῳ ἢ λόγῳ ἢ λογισμῷ, οὐδὲν ἔχει καρποφορεῖν, εἰ μὴ τὴν χρηστότητα τῶν λόγων τοῦ Θεοῦ· σαρκικὸς δὲ ἄνθρωπος θυμώδης οὐδὲν ἄλλο εἰ μὴ πικρίαν ἀνωφελῆ. Λέγω δὲ ὑμῖν ἐγὼ ὁ ταῦτα λαλῶν· φοβοῦμαι μὴ ἐκπέσω τῆς χειρὸς τοῦ Θεοῦ, ἐν τῷ μή με πυροῦσθαι πρὸς τὴν στάσιν τοῦ καθ’ ἡμῶν πολέμου τοῦ ἐχθροῦ, καθὼς καὶ ὁ προφήτης λέγει· «Ὅλην τὴν ἡμέραν πολεμῶν ἔθλιψέ με.» Εἰ γὰρ ἄγγελοι ἐξέπεσον καὶ ἄλλοι τῶν προφητῶν καὶ ἄλλοι τῶν ἀποστόλων—οὐ μόνον λέγω τὸν Ἰούδαν, ἀλλὰ καὶ τοῦ Παύλου τῶν μαθητῶν πολλούς, ἀφ’ ὧν καὶ ἀφώρισε τοὺς γνησίους ἐν ταῖς πράξεσιν—ὀφείλομεν καὶ ἡμεῖς φοβεῖσθαι.

Καὶ εἰ θέλετε, εἴπω ὑμῖν ὑπόδειγμα, ἵνα φοβηθῆτε τὸν Θεόν· ὥσπερ γὰρ πέτρα ἱσταμένη ἕως τῶν νεφελῶν στενὴ καὶ τεθλιμμένη, ἄχρι τεσσάρων πήχεων ἔχουσα πλάτος, καὶ ἔνθεν κἀκεῖθεν αὐτῆς ἀπέραντον βάθος φθάνον ἀπὸ ἀνατολῶν ἕως δυσμῶν· καὶ ὅτε βαπτίζεται ἄνθρωπος, ἐὰν ᾖ ἐπαγγειλάμενος τὸν μοναχόν, λαβὼν τὴν σφραγῖδα τοῦ πνεύματος, εἰς ἀνατολὰς ὁδεύει·

Λογισώμεθα δὲ οὐ μόνον τὸ βάθος, ἀλλὰ καὶ τὸ στενὸν τῆς ὁδοῦ, ὥστε, ἐάν τις ἐκκλίνῃ ὀλίγον, ἀπόλλυται καὶ ἡ μνήμη αὐτοῦ οὐχ εὑρίσκεται. Ἐξ ἀριστερῶν δὲ αὐτῆς ἐπιθυμία κακὴ τῆς σαρκός, καὶ ἐκ δεξιῶν ὑπερηφανία καρδίας· ταῦτά εἰσι τὰ βάθη.

Ἐὰν δὲ ὁδεύῃ τις καλῶς μετὰ φόβου, φθάνει εἰς τὰς ἀνατολὰς καὶ εὑρίσκει ἐπὶ θρόνου τὸν σωτῆρα· καὶ ἔνθεν κἀκεῖθεν αὐτοῦ στρατιαὶ ἀγγέλων καὶ στέφανοι αἰώνιοι, στεφανοῦντες τὸν ὀρθῶς πρὸς αὐτὸν πορευόμενον.» 193. «Ἐὰν δὲ εἴπῃ τις ὅτι, εἴ ποτέ τις ἠπατήθη ἢ ἡρπάγη ἑνὶ τούτων, ἤδη ἀπώλετο καὶ οὐκέτι μετάνοιαν ἔχει, ἐρῶ αὐτῷ ὅτι ὁ ἔχων μετάνοιαν ἄνθρωπος, κἂν ἐγγίσῃ τοῦ ἐμπεσεῖν τῇ ἀμελείᾳ, οὐκ ἀφίησιν αὐτὸν ὁ Κύριος τέλεον ἀπολέσθαι, καθὼς γέγραπται· «Ἐμοῦ δὲ παρὰ μικρὸν ἐσαλεύθησαν οἱ πόδες.» Δεικνύει δὲ αὐτῷ τὴν χάριν διὰ μάστιγος νόσου ἢ λύπης ἢ αἰσχύνης τοῦ σφάλματος, ἵνα αἰσθηθεὶς ἔλθῃ ἐν μέσῳ τῆς ὁδοῦ τῆς στενῆς, ἕως παρέλθῃ καὶ μηκέτι ἐκκλίνῃ βῆμα ποδός, καθ’ ὅσον τεσσάρων πηχῶν ἡ ὁδός ἐστιν. Ὁ δὲ ἐκπίπτων τοιοῦτός ἐστιν οἷος ὁ Ἰούδας· πολλὰ ὑπὸ τοῦ Κυρίου εὐεργετηθεὶς καὶ ἰδὼν σημεῖα μεγάλα ἕως ἀναστάσεως νεκρῶν, ἔχων τε τὸ γλωσσόκομον, οὐκ ᾐσθήθη τῆς χάριτος· διὰ τοῦτο ἐκκλίνας τῆς ὁδοῦ τέλεον ἀπώλετο φιλαργυρίᾳ καὶ προδοσίᾳ. Οἱ δὲ καλοί, κἂν ὀλίγον ἀμελήσωσιν, ἀλλ’ ὡς ἄργυρος πυρὶ πυρούμενοι καθαρίζονται, τὸν ἰὸν ἀποβάλλοντες.

Διὰ τοῦτο λέγει ὁ μακάριος Δαυίδ· «Ἐγὼ δὲ ἐν τῷ πλήθει τοῦ ἐλέους σου εἰσελεύσομαι εἰς τὸν οἶκόν σου.» Εἰ οὖν αὐτὸς οὕτως λέγει, πόσῳ μᾶλλον ἡμεῖς οἱ ταλαίπωροι;» 194. «Νοήσωμεν δὲ καὶ τοῦτο τὸ κέρδος, ὅπερ παρὰ τοῦ πατρὸς ἡμῶν ἠκούσαμεν ἐκ τῶν νοημάτων τῶν θείων γραφῶν, ὅτι ἄνθρωπος καθαρθῆναι θέλων ἀπὸ ἁμαρτίας τινός, οἷον ἀπὸ ὀργῆς ἢ ἄλλου πάθους, ἐὰν μὴ ὀνειδιζόμενος εἴπῃ ἅπαξ ἐν ἑαυτῷ ὅτι· «Ἰδοὺ ἐκέρδησα σήμερον νομισμάτιον χρυσοῦν ἕν»· καὶ ἐὰν δεύτερον πάλιν ὑβρισθῇ, εἴπῃ ὅτι· «Ἐκέρδησα ἕως πλῆθος χρυσίου», οὐ δύναται τοῦ μὴ ὀργισθῆναι.» Ἠρωτήθη δὲ παρὰ τῶν ἀδελφῶν ὁ ἀββᾶς Θεόδωρος· «Καὶ ἐὰν γένηται ὡς βίᾳ βαστάζων τὸ ὄνειδος ἅπαξ, τί ποιήσει καὶ ἐπὶ τῷ δευτέρῳ ὀνειδισμῷ, μᾶλλον δὲ πολλάκις;» Καὶ ἀπεκρίθη ὁ Θεόδωρος· «Αἱ ἐντολαὶ τοῦ Κυρίου ἀληθῶς χρυσίον καὶ λίθοι τίμιοί εἰσιν, καὶ γλυκύτεραι ὑπὲρ μέλι καὶ κηρίον, ὡς γέγραπται. Ἀλλ’ οὐκ οἴδαμεν ταύτας οὐδὲ ἐπεγνώσαμεν διὰ τὸ φρόνημα τῆς σαρκός. Τίς δέ ποτε λέγει ἀνθρώπῳ ῥίψαντι αὐτῷ καθαρὸν ἄρτον ὅτι· «Τοῦτο βαστάζω σε τὸ ἅπαξ. Ἐὰν δὲ καὶ προσθῇς δοῦναί μοι καὶ ἄλλο, ἐκφέρω σου τὰς κόρας τῶν ὀφθαλμῶν»; Καὶ οὐχὶ μᾶλλον ἀγαπᾷ τὸν διδόντα αὐτῷ καὶ τρέφοντα; Οἱ γὰρ ἄνθρωποι τοῦ Θεοῦ οὐ μόνον τοὺς διώκοντας αὐτοὺς ἔφερον κακοποιοῦντας, ἀλλὰ καὶ ὑπὲρ αὐτῶν ηὔχοντο κατὰ τὴν ἐντολὴν τοῦ σωτῆρος.

Καὶ ὁ ἀπόστολός φησι· «Κληρονόμοι μὲν Θεοῦ, συγκληρονόμοι δὲ Χριστοῦ.» Τί δὲ ἄξιον ἐποίησας, ἄνθρωπε, ὥστε κληρονόμον σε τοῦ Θεοῦ εἶναι; ὅτι ἐδιώχθης; ἢ ὅτι ἀπεκτάνθης δι’ αὐτόν; Ὅλως οὐκ ἀρκεῖ σοι εἰς μισθὸν τοῦτο μόνον ἡ δόξα τοῦ κόσμου; Τίς γὰρ ἄνθρωπον τοῦ Θεοῦ οὐ δοξάζει, μάλιστα μάρτυρα Χριστοῦ;

Ὅμως μεγάλη τοῦ Θεοῦ ἡ ἀγαθότης καὶ ἀμέτρητος. Λάβωμεν δὲ καὶ εὐτελὲς ἕτερον παράδειγμα. Ὅμοιός ἐστιν ὁ Θεὸς ἀνθρώπῳ λέγοντι ἡμῖν· «Δότε μοι ὅσα ἔχετε σκεύη ὀστράκινα καὶ πήλινα τῆς οἰκίας ὑμῶν, ἀπολέσω αὐτά· καὶ ἰδοὺ λάβετε ἀντ’ αὐτῶν χρυσᾶ καὶ ἀπὸ λίθων τιμίων·» καὶ οὐκ ἠθελήσαμεν. Καὶ πολλάκις καὶ πάντοτε ποιῶν τοῦτο οὐκ ἐπαύσατο ὁ Θεός· ἀλλ’ ἡμεῖς οὐδέπω ἔγνωμεν, ὡς γέγραπται· Ἄνθρωπος ἐν τιμῇ ὢν οὐ συνῆκε, παρεσυνεβλήθη τοῖς κτήνεσι τοῖς ἀνοήτοις καὶ ὡμοιώθη αὐτοῖς.» 195. Καὶ λέγουσιν αὐτῷ οἱ ἀδελφοί· «Ποῖόν ἐστι τὸ ἔργον τῆς ψυχῆς, καὶ ποῖον τὸ ἔργον τῶν χειρῶν;» Καὶ ἀπεκρίθη· «Πάντα τὰ γινόμενα διὰ τὴν ἐντολὴν τοῦ Θεοῦ, ταῦτα ἔργα τῆς ψυχῆς εἰσι. Τὸ δὲ εἰς λόγον ἑαυτοῦ ἐργάζεσθαι ἢ καὶ συνάγειν, τοῦτο ἔργον τῶν χειρῶν ἐστιν.» Καὶ ἠρωτήθη· «Δεῖξον τὴν ὑπόθεσιν ταύτην, ὅτι ἀγνοοῦμεν.» Καὶ λέγει· «Ἰδοὺ ἀκούεις περί τινος ὅτι ἀσθενεῖ, καὶ λέγεις ὅτι· «Ἀφεῖναι ἔχω τὸ ἐργόχειρόν μου καὶ ἀπελθεῖν δι’ αὐτόν; ἀλλὰ τελειώσω αὐτὸ καὶ οὕτως ὑπάγω.» Καὶ πάλιν ἐὰν ἔλθῃ ἀδελφὸς λέγων σοι· «Ποίησον ἀγάπην· δός μοι χεῖρα», καὶ λέγεις· «Πῶς ἔχω ἀφεῖναι τὸ ἐργόχειρόν μου καὶ ἀπελθεῖν;»

Ἰδοὺ ἐὰν μὴ ἀπέλθῃς, κατήργησας τὴν ἐντολὴν τοῦ Θεοῦ, ὅ ἐστι τὸ ἔργον τῆς ψυχῆς, διὰ τὸ ἔργον τῶν χειρῶν· καὶ οὐχ οὕτως ἐστίν· ἀλλ’ ἐάν τις ζητήσῃ σε, ὕπαγε· καὶ τοῦτό ἐστι τὸ ἔργον τοῦ Θεοῦ, ὅ ἐστι τὸ ἔργον τῆς ψυχῆς.» Καὶ οὕτως ὁ μακάριος Θεόδωρος ἐδίδασκε καθ’ ἑκάστην τοὺς ἀδελφούς, καὶ ἦν κοπιῶν καὶ ἀγωνιζόμενος μεγάλως ὑπὲρ τῆς εὐσεβείας ἐν τοῖς ἐπικειμένοις πειρασμοῖς.

196. Ἐν ταῖς πόλεσι δὲ ὢν Ἀντινόου καὶ Ἑρμουπόλεως ὁ πάπας Ἀθανάσιος καὶ βλέπων τὸν ἀββᾶν Θεόδωρον τῷ πνεύματι ζέοντα καὶ τοσαύτην ἔχοντα προθυμίαν καὶ δύναμιν κατανοήσας λέγει τοῖς ἄλλοις ἐπισκόποις· «Βλέπετε τὸν πατέρα τῶν τοσούτων ἀδελφῶν πῶς ἔμπροσθεν ἡμῶν ἀγωνιᾷ; Οὐκ ἐσμὲν καὶ ἡμεῖς πατέρες; Ἰδοὺ οἱ πατέρες οἱ ἔχοντες ταπεινοφροσύνην καὶ ὑποταγὴν διὰ τὸν Θεόν. Μακάριοι καὶ εὐλογημένοι εἰσὶν οἱ τὸν σταυρὸν τοῦ Κυρίου φοροῦντες ἀεί, οἷς ἡ ἀτιμία δόξα ἐστί, καὶ ὁ πόνος αὐτοῖς ἀνάπαυσις, ἕως ἂν στεφανωθῶσι.» Καὶ οὕτως πάντα τὸν λαὸν εὐλογήσας ἀπέλυσεν. Ὁ δέ γε θειότατος πάπας Ἀθανάσιος ἀπελθὼν εἰς τὰ μοναστήρια καὶ βλέπων τὴν διάθεσιν τῶν ἀδελφῶν γνησίαν εἰς αὐτόν, σφόδρα ἐχάρη λίαν δοξάζων τὸν Θεόν. Καὶ περιῆγεν ὅλα τὰ τῶν μοναστηρίων ἔν τε ταῖς ἐκκλησίαις καὶ ταῖς τραπέζαις, καὶ πάντα τὰ τῶν ἄλλων χρειῶν καὶ ἑκάστης οἰκίας τὰ κελλία, ἕως τῶν καθισμάτων τῆς ἀναγκαίας χρείας. Καὶ πάντα θαυμάσας, ἀνελθὼν ἐν τῷ πλοίῳ λέγει τῷ Θεοδώρῳ· «Ἐποιήσατε ἔργον μέγα ἀναπαύοντες ψυχάς· μάλιστα τοὺς κανόνας ὑμῶν τῶν μοναχῶν ἤκουσα· καὶ εἶδον ἅπαντας τοὺς μετὰ σοῦ πατέρας καὶ ἀδελφούς, οἵτινές εἰσι θαυμαστοὶ λίαν, καὶ οἱ κανόνες ὑμῶν. Πάντες δὲ ὁρῶσί σε ὡς αὐτὸν τὸν Χριστόν. Ἀλλ’ ἐπειδὴ ἐγγύς ἐστι τὸ πάσχα, κατάλαβε τοὺς ἀδελφοὺς κατὰ τὸν τύπον ὃν ἔχετε· κἀγὼ ὡς ἂν ὁ Κύριος οἰκονομήσῃ, ποιῶ.»

Καὶ ἀσπασάμενος αὐτὸν ἀπέλυσε, γράψας τῷ ἀββᾷ Ὠρσισίῳ καὶ τοῖς ἀδελφοῖς ἐπιστολὴν δι’ αὐτοῦ περιέχουσαν οὕτως· «Εἶδον τὸν συνεργόν σου καὶ πατέρα τῶν ἀδελφῶν Θεόδωρον καὶ ἐν αὐτῷ τὸν Κύριον τοῦ πατρὸς ὑμῶν Παχωμίου· καὶ ἠγαλλιασάμην ὁρῶν τῆς ἐκκλησίας τὰ τέκνα, καὶ ηὔφραναν ἡμᾶς οὐ μετρίως· οἷς ὁ Κύριος δώῃ τὸν μισθόν.

Μέλλων δὲ Θεόδωρος ἀπ’ ἐμοῦ πρὸς ὑμᾶς ἔρχεσθαι, ἔλεγέ μοι τοῦτο ὅτι· Μέμνησό μου. Κἀγὼ εἶπον αὐτῷ· Ἐὰν ἐπιλάθωμαί σου, Ἱερουσαλήμ, ἐπιλησθείη ἡ δεξιά μου· κολληθείη ἡ γλῶσσά μου τῷ λάρυγγί μου, ἐὰν μή σου μνησθῶ.» Καὶ οὕτως τὸ πλοῖον ἀφεὶς σὺν τοῖς ἀδελφοῖς ὁ ἀββᾶς Θεόδωρος μετὰ τοῦ πάπα, λέγει αὐτοῖς· «Ὅπου δὰν θέλῃ, ἀπέλθατε μετ’ αὐτοῦ· ἐξουσίαν γὰρ ἔχει καὶ τοῦ σώματος ἡμῶν.» 197. Καὶ ἦν ὁ ἀββᾶς Θεόδωρος παραμυθούμενος τὸν ἀββᾶν Ὠρσίσιον διὰ τήν ποτε γεναμένην θλίψιν. Καὶ ἤρξατο μικρὸν παραβιάζειν αὐτὸν καὶ ἕλκειν πρὸς τὴν μονὴν Παβώ, ἵνα ἐπισκέψηται τοὺς ἀδελφούς· ἦν γὰρ ἐν τῇ μονῇ Μονχοσῇ. Ὃς καὶ συνθέμενος, προλαβὼν ὁ Θεόδωρος ἐποίησε τὸν ἑβδομάριον κροῦσαι τὸ ξύλον. Καὶ συναχθέντες οἱ ἀδελφοὶ ἠσπάσαντο αὐτὸν πάντες.

Καὶ τῇ ὥρᾳ τῆς κατηχήσεως ἐποίησεν αὐτὸς ἐν μέσῳ αὐτῶν τὴν κατήχησιν, καθὼς ἦν τὸ πρότερον. Ἵστατο δὲ ὁ ἀββᾶς Θεόδωρος ὡς διάδοχος αὐτοῦ καὶ ἀκούων. Μετὰ δὲ ταῦτα οὐκ ἀφῆκεν ὁ ἀββᾶς Θεόδωρος ἀπελθεῖν τὸν Ὠρσίσιον, ἀλλ’ ἦσαν ὁμόψυχοι καὶ ὁμόφρονες πρὸς ἀλλήλους ἐν ἅπασιν.

Ἀπὸ δὲ τῆς πολλῆς αὐτῶν ἀγάπης ὠφελοῦντο οἱ ἀδελφοὶ τὰ μέγιστα καὶ ἐθαύμαζον πάντες τὴν ἀγάπην αὐτῶν καὶ τὴν χρηστότητα. Καὶ λοιπὸν ὡς δεύτερος ἦν τοῦ ἀββᾶ Ὠρσισίου ὁ ἀββᾶς Θεόδωρος· ἠρώτα γὰρ αὐτὸν εἰς πάντα. Ἅπαξ δὲ ἀπήρχετο ὁ ἀββᾶς Ὠρσίσιος εἰς τὰ μοναστήρια τοὺς ἀδελφοὺς ἐπισκέπτεσθαι· ὁ δὲ πατὴρ Θεόδωρος οὐκ ἦν σχολάζων δι’ ἣν εἶχε φροντίδα.

198. Καὶ ἐπεὶ προειρήκαμεν ὅτι πολλοὶ ἀγροὶ καὶ ὕλαι τοῦ κόσμου προσεγένοντο αὐτοῖς, καὶ καιρὸν πρὸς καιρὸν προσετίθουν τὰ μοναστήρια καὶ ἐν αὐτοῖς ἠσχολοῦντο· ὀλίγοι δέ τινες ἐξ αὐτῶν ἐφύλασσον τὸν κανόνα τοῦ ἁγίου Παχωμίου, μὴ ἔχοντες βάρος ὕλης τοῦ κόσμου τούτου, κατὰ τὸν λόγον τοῦ Κυρίου τὸν λέγοντα· «Ὁ γὰρ ζυγός μου χρηστός ἐστι καὶ τὸ φορτίον ἐλαφρόν.» Βλέπων οὖν ὁ ἀββᾶς Θεόδωρος πολλοὺς τῶν ἀρχαίων ἀδελφῶν βουλομένους παραλλάξαι τὴν πολιτείαν καὶ τὴν διάταξιν τοῦ μακαρίου μεγάλου γέροντος, ἦν προσκαρτερῶν ἐν τῇ εὐχῇ μετὰ κλαυθμοῦ, ἐν νηστείᾳ καὶ ἀγρυπνίᾳ, φορῶν κατὰ νύκτα ἔσωθεν τοῦ λεβίτονος ἱμάτιον τρίχινον καὶ δεόμενος τὸν Κύριον ποιῆσαι τὸ συμφέρον. Τοῦτο δὲ ἐποίει εἰς τὸ ὄρος ἔνθα ἦσαν οἱ τάφοι τῶν ἀδελφῶν ὡς ἀπὸ μιλίων τριῶν κατὰ νύκτα ἀπερχόμενος καὶ εὐχόμενος. Ἀκολουθήσας δὲ αὐτῷ μιᾷ εἷς τῶν ἀδελφῶν εἶδεν αὐτὸν οὐ μακρὰν στήκοντα ἐπὶ τὸ μνημεῖον τοῦ πατρὸς ἡμῶν Παχωμίου καὶ εὐχόμενον· καὶ ἀκούων τὴν εὐχὴν αὐτοῦ ἐφοβήθη. Ηὔχετο δὲ οὕτως· «Κύριε, τοῦ δούλου σου ἀββᾶ Παχωμίου, οὗ νῦν στήκω ἐπὶ τοῦ τάφου αὐτοῦ, εἰ θέλημά σού ἐστιν, εὐδόκησον τοῦ ἐπισκέψασθαί με. Ἐπληθύνθη γὰρ ἡ ἀμέλεια ἡμῶν, καὶ οὐκ ἐργαζόμεθα τὸ ἀγαθόν.

Ἀλλ’ αὐτός, Κύριε, τοὺς δούλους σου μὴ ἐγκαταλίπῃς· κἂν ἀμελῶμεν, διέγειρον ἡμᾶς· κἂν καταφρονῶμεν, ἐκφόβησον ἡμᾶς, ὑπομιμνῄσκων τὰς αἰωνίους βασάνους· καὶ δὸς ἡμᾶς ὁδεύειν τὴν ὁδόν σου τὴν ἀγαθήν· ὅτι σὺ ἔπλασας ἡμᾶς, Κύριε, καὶ οὐκ ἐφείσω τοῦ μονογενοῦς σου υἱοῦ παραδοῦναι αὐτὸν ὑπὲρ πάντων ἡμῶν, ἵνα ἡμεῖς σωθῶμεν.» Καὶ ἐχρόνισε σφόδρα τοῦτο εὐχόμενος· καὶ λοιπὸν κατέβη πληρώσας τὴν εὐχήν.

199. Ἦν δὲ τότε πρὸ τοῦ πάσχα ἀσθενῶν τις, λεγόμενος Ἥρων, πολιτικός, δεύτερος τοῦ ἀββᾶ Θεοδώρου τοῦ πολιτικοῦ· ὅνπερ καὶ προσεδόκουν ἀποθανεῖν. Ἐξελθὼν δὲ ὁ πατὴρ ἡμῶν Θεόδωρος ἀπὸ τῆς συνάξεως ἐλάλησεν αὐτῷ· καὶ ἐκάμμυσε τοὺς ὀφθαλμοὺς αὐτοῦ. Καὶ λοιπὸν εἶπεν ὅτι· «Ὁ ἀδελφὸς οὗτος ὁ κοιμηθεὶς σημεῖόν ἐστιν ἄλλου ἀνυπονοήτου τινὸς μέλλοντος κοιμηθῆναι.» Καὶ οὕτως ἠγρύπνησαν οἱ ἀδελφοὶ ἀναγινώσκοντες περὶ τὸ σκήνωμα τοῦ τεθνεῶτος· πρωῒ δὲ τῆς κυριακῆς μετ’ εὐφροσύνης καὶ ἀγαλλιάσεως ἔθαψεν αὐτόν, τῶν ἀδελφῶν ψαλλόντων.

200. Αὐτὸς δὲ νοσήσας καὶ λαλήσας τοῖς ἀδελφοῖς τὰ συμφέροντα αὐτοῖς, γινώσκων ἤδη μεταβαίνειν ἐκ τοῦ κόσμου τούτου, προαπέστειλε τοὺς ἀδελφοὺς ἑκάστου μοναστηρίου μετὰ προθυμίας πολλῆς. Καὶ λοιπὸν νοσοῦντι παρῆν ὁ ἀββᾶς Ὠρσίσιος καὶ πάντες οἱ μεγάλοι πατέρες καὶ ἀδελφοί. Βλέπων δὲ αὐτὸν Ὠρσίσιος ὅτι ἤδη ἔκλινεν εἰς τὸ ἀποθανεῖν, συνεκάλεσε τοὺς ἀδελφοὺς εἰς σύναξιν εὔξασθαι ὑπὲρ αὐτοῦ τῷ Κυρίῳ ἐᾶσαι αὐτόν· καὶ πεσὼν ἐπὶ πρόσωπον μετὰ κλαυθμοῦ πικροῦ ὁμοῦ καὶ πάντων τῶν ἀδελφῶν, ἔλεγεν οὕτως· «Κύριε, τὸν ἀναπαύοντα ἡμᾶς αἴρεις· καὶ τίνι καταλιμπάνεις ἡμᾶς;

Ἆρον ἐμέ, καὶ ἄφες αὐτόν, τὸν δυνάμενον οἰκονομεῖν καὶ διορθώνειν τοὺς ἀδελφούς.» Ἐποίησαν δὲ τρεῖς ἡμέρας οὕτως. Καὶ λοιπὸν ἐπεὶ ἤγγισεν ὁ ἀββᾶς Θεόδωρος ἀποδοῦναι τὴν ψυχήν, λέγει τῷ ἀββᾶ Ὠρσισίῳ, τῶν ἄλλων ἑστώτων· «Μὴ ἆρα ἐλύπησά σέ ποτε ἢ ἐν λόγῳ ἢ ἐν διαταγῇ;» Καὶ οὐκ ἠδυνήθη ἀπολογήσασθαι αὐτῷ ἀπὸ τοῦ κλαυθμοῦ. Εἶτα πάλιν λέγει· «Οὐκ οἶδα εἰ ἐλύπησα οὐ μόνον σέ, ἀλλ’ οὐδὲ ἕτερον ἀδελφόν. Οὐ γὰρ ἠμέλησά ποτε τῆς σωτηρίας τῆς ἐμῆς ψυχῆς· καὶ τοῦτο οὐκ ἔστιν ἐμόν, ἀλλὰ τοῦ ἐλεήμονος Θεοῦ. Ἰδοὺ μάρτυς ὁ ἐν οὐρανοῖς πιστός.» Καὶ τοῦτο εἰπὼν ἀπέδωκε τὴν ἁγίαν αὐτοῦ ψυχὴν τῷ Κυρίῳ, τῇ δευτέρᾳ τοῦ παχὼν μηνός.

201. Ἀπὸ δὲ τοῦ πολλοῦ κλαυθμοῦ καὶ τῆς οἰμωγῆς, μὴ δυνάμενοι ἐγκρατευθῆναι τοῦ κλαυθμοῦ, ἤκουσαν οἱ εἰς τὸ πέραν τοῦ ποταμοῦ μοναχοί· κἀκεῖνοι γνόντες τοῦτο οὐκ ἴσχυον μετρίως φέρειν τὸ συμβάν. Τὰ δὲ λοιπὰ τὰ γενάμενα οὐ δυνάμεθα γράφειν, ἵνα μὴ εἰς μῆκος τὸν λόγον ἐκτείνωμεν. Ἀγρυπνήσαντες οὖν καὶ ποιήσαντες τὴν συνήθη ψαλμῳδίαν, πρωῒ κηδεύσαντες τὸ λείψανον ἀπήνεγκαν αὐτὸ μετὰ ψαλμῶν εἰς τὸ ὄρος καὶ ἔθαψαν. Καὶ μετὰ τὸ ὑποστρέψαι αὐτοὺς κάτω, ἀπῆλθεν ἀρχαῖός τις, δεύτερος τοῦ μοναστηρίου Παβώ, ὀνόματι Ναφερσαής, μετὰ καὶ ἄλλων ἀδελφῶν· καὶ μετέθηκαν τὸ σκήνωμα τοῦ ἀββᾶ Θεοδώρου ἐγγὺς τοῦ σκηνώματος τοῦ ἀββᾶ Παχωμίου. Οἱ δὲ ἀδελφοὶ ἦσαν λυπούμενοι σφόδρα ἱκανὰς ἡμέρας, λέγοντες ὅτι· «Ἡμεῖς ἐλυπήσαμεν αὐτόν· καὶ συνεχῶς τοῦ Κυρίου δεηθεὶς ὅπως λάβῃ αὐτόν, ἔτυχε τῆς αἰτήσεως. Καὶ ἰδοὺ ἀπῆλθε πρὸς τὴν αἰώνιον αὐτοῦ ἀπόλαυσιν, καταλείψας ἡμᾶς ὀρφανούς.» Ἐμέμνηντο δὲ τῆς πρὸς πάντας αὐτοῦ πολλῆς χρηστότητος καὶ τοῦ φόβου τοῦ Θεοῦ οὗ εἶχεν ἀδιαλείπτως ἐν τῇ καρδίᾳ αὐτοῦ λατρεύων αὐτῷ ἐν ταπεινώσει τὸν ἅπαντα χρόνον τῆς ζωῆς αὐτοῦ.

Ὁ δὲ ἀββᾶς Ὠρσίσιος ἦν πάλιν κατέχων τὴν ἰδίαν τάξιν, κυβερνῶν τοὺς ἀδελφοὺς κατὰ τὸ δυνατὸν αὐτῷ· ἦν γὰρ ἀγαθὸς λίαν καὶ ἀγαπῶν τοῦ σῶσαι ψυχάς. Καὶ ὁ Θεὸς ἐνίσχυσεν αὐτόν· ἐπλάτυνε δὲ τῶν γραφῶν τὰ νοήματα· καὶ ἐν εἰρήνῃ ἐκυβέρνησε τοὺς ἀδελφοὺς χρόνους πολλούς.

202. Ἀκούσας δὲ ὁ ἁγιώτατος πάπας Ἀθανάσιος περὶ τοῦ πατρὸς ἡμῶν Θεοδώρου ἐλυπήθη πολλά· καὶ ἔγραψε τῷ ἀββᾷ Ὠρσισίῳ καὶ τοῖς ἀδελφοῖς, παραμυθούμενος ἐπὶ τῇ κοιμήσει αὐτοῦ, τάδε· «Ἀθανάσιος Ὠρσισίῳ, πατρὶ μοναχῶν, καὶ πᾶσι τοῖς σὺν σοὶ ἀσκουμένοις τὸν μονήρη βίον, ἐν πίστει Θεοῦ ἑδραιωμένοις ἀγαπητοῖς καὶ ποθεινοτάτοις ἀδελφοῖς, ἐν Κυρίῳ χαίρειν. Ἤκουσα περὶ τῆς κοιμήσεως τοῦ μακαρίου Θεοδώρου, καὶ πάνυ μετὰ πολλῆς φροντίδος ἤνεγκα τὴν ἀκοὴν ταύτην, εἰδὼς αὐτοῦ τὸ πρὸς ὑμᾶς χρήσιμον καὶ φιλάνθρωπον. Ὅμως εἰ μὲν μὴ ἦν Θεόδωρος, πολλοῖς ἂν ὑμῖν ἐχρησάμην λόγοις μετὰ δακρύων λογιζόμενος τὰ μετὰ τὸν θάνατον. Ἐπεὶ δὲ Θεόδωρός ἐστιν, ὃν ὑμεῖς τε καὶ ἡμεῖς ἐγνώκαμεν, τί δεῖ γράφοντά με λέγειν ἢ ὅτι μακάριός ἐστι Θεόδωρος, ὃς οὐκ ἐπορεύθη ἐν βουλῇ ἀσεβῶν· καὶ πάλιν, μακάριος ὄντως ἐστὶ καὶ φοβούμενος τὸν Κύριον. Νῦν γὰρ μακαρίζειν τεθαρρήκαμεν, ἔχοντες ἀσφαλῆ τὸν λόγον, ὅτι κατήντησεν εἰς τὸν ἀκύμαντον λιμένα καὶ ἀμέριμνον βίον. Εἴθε καὶ ἐφ’ ἑκάστου ἡμῶν τοῦτο γέγονεν· εἴθε τρέχων ἕκαστος κατήντησεν εἰς τὸν τῆς ζωῆς λιμένα· εἴθε τρέχων ἕκαστος προσώρμισε τὸ ἴδιον σκάφος πρὸς τὸν ἀμέριμνον ἐκεῖνον βίον, ὡς ἂν ἀναπαυόμενος λέγῃ μετὰ τῶν πατέρων· Ὧδε κατοικήσω, ὅτι ᾑρετισάμην αὐτήν.

Οὐκοῦν, ἀγαπητοὶ καὶ ποθεινότατοι ἀδελφοί, μὴ κλαίετε Θεόδωρον· οὐ γὰρ ἀπέθανεν, ἀλλὰ καθεύδει εἰς τὴν ἀπέραντον καὶ ἀτελεύτητον ζωήν, ἔνθα ἀπέδρα ὀδύνη, λύπη καὶ στεναγμός.» Καὶ ταῦτα μὲν ὁ ἀρχιεπίσκοπος Ἀθανάσιος.

203. Τοῖς δὲ ἀδελφοῖς πᾶσιν ἦν κυβερνῶν, καθὼς καὶ προείρηται, ἐν τῷ φόβῳ τοῦ Θεοῦ ὁ μέγας καὶ ἅγιος Ὠρσίσιος. Ἡμεῖς δὲ ἀξιοῦμεν ἀμφοτέρους, τόν τε μέγαν Παχώμιον καὶ Θεόδωρον τὸν ἡγιασμένον, καὶ πάντας τοὺς προειρημένους πατέρας καὶ ἀδελφοὺς πρεσβείαν ὑπὲρ ἡμῶν ποιῆσαι καὶ ἱλασμὸν τῶν ἡμετέρων ἐπταισμένων αἰτῆσαι, καὶ εὑρεῖν ἔλεος ἔμπροσθεν τοῦ φρικτοῦ καὶ φοβεροῦ βήματος τοῦ Χριστοῦ· ᾧ προσκύνησις, δόξα καὶ κράτος μόνῳ σὺν Πατρὶ καὶ Πνεύματι τῷ παναγίῳ αἰῶνας εἰς ἅπαντας οὐ μετρουμένους.