Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Παχώμιος ὁ Μέγας – Βίος Παχώμιου (Γ΄)

Παχώμιος ὁ Μέγας

Η δοκιμασία του Θεοδώρου, συναντήσεις με αγίους και εκκλησιαστικές υποθέσεις

Το ζήτημα της διαδοχής και η επιτίμηση του Θεοδώρου για λογισμούς φιλαρχίας, η συνάντηση του Παχωμίου με τον Μέγα Μακάριο, και οι εκκλησιαστικές ταραχές λόγω του αρειανισμού.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Παχώμιος ὁ Μέγας

—

Κεφάλαιο 10 από 13

152. Θεόδωρος δέ, καθὼς προειρήκαμεν, ταχθεὶς ἦν παρακλήτωρ τῶν ἀδελφῶν. Καὶ μετὰ παρέλευσιν ἑπτὰ ἐτῶν, ἐγένετο αὐτῷ ἀγὼν μέγας παρὰ Κυρίου εἰς δοκιμήν. Καὶ γὰρ ἀρχαῖοι πατέρες καὶ ἡγούμενοι μοναχῶν συναχθέντες ἐπὶ τὸ αὐτό, τοῦ πατρὸς ἡμῶν κακωθέντος, εἶπον· «Μή ποτε ὁ Κύριος ἐπισκέψεται τὸν πατέρα ἡμῶν καὶ γενώμεθα ὀρφανοί.» Εἶπαν δὲ Θεοδώρῳ· «Ἐπειδὴ οὐδεὶς ἡμῶν πᾶσαν τὴν ἀναστροφὴν ἐπίσταται ὡς σύ, πεισθεὶς ὁμολόγησον ἡμῖν ὅτι, ἐὰν γένηται τοῦτο καὶ παρέλθῃ ὁ πατήρ, οὐ παραβλέπομαι ὑμᾶς, ἀλλ’ ἵνα σταθῇς διάδοχος αὐτοῦ, μή πως διασκορπισθῶσιν οἱ ἀδελφοί.» Αὐτὸς δὲ παραιτούμενος καὶ μὴ συγχωρηθείς, ὀχλούμενος ὑπ’ αὐτῶν, ἔδωκεν αὐτοῖς λόγον. Ἀκούσας οὖν τοῦτο ὁ ἅγιος γέρων Παχώμιος καὶ μὴ ἀρεσθείς, ἐκάλεσε πάντας τοὺς ἡγουμένους τῶν μοναχῶν, Σοῦρον, Ψενθαήσιον, Παφνούτιον, Κορνήλιον, καὶ αὐτὸν δὴ τὸν Θεόδωρον. Καὶ λέγει αὐτοῖς· «Ἕκαστος ὑμῶν εἴπῃ τὸ ὑστέρημα αὐτοῦ καὶ τὸν λογισμόν.

Ἐγὼ τὸ ἐμὸν πρῶτον λέξω· ἀμελῶ τῶν ἀδελφῶν ἐπισκέπτεσθαι καὶ παραμυθεῖσθαι αὐτοὺς διὰ τὸ εἶναί με ἔξω εἰς τὴν νῆσον, καὶ ἐργαζόμενος τὸν ἀγρὸν διὰ τὴν τροφὴν τῶν ἀδελφῶν, προφάσει τοῦ λιμὸν γενέσθαι τὰ νῦν. Εἰπὲ οὖν καὶ σύ, Θεόδωρε, τὸ σόν.» Καὶ λέγει· «Ἐγὼ ἐποίησα ἔτη ἑπτὰ ὑπὸ σοῦ πεμπόμενος εἰς τὰς μονὰς ἐπισκέπτεσθαι καὶ διατάσσειν πάντα ὥσπερ σύ· καὶ οὐδέποτε τοῦτο ἀνέβη εἰς τὴν καρδίαν μου, ὅτι ἴσος μετὰ τῶν ἀδελφῶν τῇ τάξει εἰμὶ ἐγώ, ἀλλ’ ἐσχατώτερος.

Νῦν δὲ ὀχλοῦμαι τούτῳ τῷ λογισμῷ καὶ οὔπω ἠδυνήθην νικῆσαι.» Λέγει αὐτῷ ὁ ἀββᾶς Παχώμιος· «Καλῶς· οὐκέτι ἔχεις ἐξουσίαν οὐδενός. Ἀναχώρησον σεαυτόν πού ποτε καὶ δεήθητι τοῦ Θεοῦ· ἴσως συγχωρήσει σοι.» Καὶ οὕτως ἀνέστη λυπούμενος σφόδρα καὶ ἀπῆλθεν εἰς κελλίον ἥσυχον πενθεῖν ἑαυτὸν μετὰ κλαυθμοῦ καὶ ὀδύνης πολλῆς, φοβούμενος μὴ ὁ Θεὸς ἀποστρέψῃ τὸ πρόσωπον αὐτοῦ ἀπ’ αὐτοῦ, ὅτι ἐλύπησε τὸν δοῦλον αὐτοῦ, ἐπειδὴ εἶχεν αὐτὸν τέλειον καὶ ἀήττητον.

153. Ἐποίησε δὲ δύο ἔτη ἐν τῇ ἐπιτιμίᾳ, τῶν μεγάλων ἀδελφῶν πολλάκις παραμυθουμένων αὐτόν· καὶ γὰρ οὐκ ἦν ἁμάρτημα τὸ γενόμενον, ἀλλὰ μόνον φρονῆσαι αὐτὸν ὅτι· «Κἀγὼ μετ’ αὐτῶν ἴσος εἰμί.» Θέλων δὲ αὐτὸν ὁ μέγας τέλειον καταστῆσαι καὶ ἀφίλαρχον παντελῶς, τούτου ἕνεκα ἐπετίμησεν αὐτὸν καὶ ἀφώρισε. Πρὸ δὲ τοῦ ἀναχωρῆσαι εἶπεν αὐτῷ Θεόδωρος ὅτι· «Ἔχω τι ἀπαλλάξαι ἐν Μονχοσί. Πέμψον με, καὶ ταχέως ἔρχομαι.» Καὶ ἔπεμψεν αὐτὸν μόνον. Καὶ πορευόμενος ἔκλαιε λέγων· «Κύριε, ἆρα μετάνοιαν ἔτι ἔχω;» Καὶ φθάσας εἰς τὸ πορθμεῖον Χηνοβοσκείων, ἀνέβη. Ἦσαν δὲ δύο γέροντες ἐν τῷ πλοίῳ. Καὶ ὁ εἷς ἤρξατο ἐγκωμιάζειν αὐτὸν λέγων τῷ ἄλλῳ· «Μακάριος οὗτος ὁ μοναχός.» Εἶτα λέγει ὁ ἄλλος· «Τί τὸν ταλαίπωρον μακαρίζεις; Οὔπω ὅλως ἔφθασεν εἰς τὸ μέτρον τοῦ μαργουνίου.» Καὶ λέγει· «Τί ἐστι τὸ μέτρον αὐτοῦ;» Ἄρχεται οὖν λέγειν παραβολήν· «Γεωργός τις ἦν σκληρός. Οὐ προσεκαρτέρησε δέ τις μετ’ αὐτοῦ ἐνιαυτὸν ὅλον. Ἐγερθεὶς δέ τις πορεύεται πρὸς αὐτόν, λέγων· «Ἐγὼ ἐργάζομαι μετὰ σοῦ.» Λέγει αὐτῷ· «Καλῶς.» Καὶ τῇ ἡμέρᾳ τοῦ ποτίζειν εἶπεν· «Ὑδραγωγήσωμεν νυκτὸς ποτίζειν τὸν ἀγρὸν καὶ μὴ ἡμέρας.» Ἀποκρίνεται οὖν ἐκεῖνος καὶ λέγει· «Σοφία ἐστὶ τοῦτο, ἵνα μή τις πίῃ μήτε κτῆνος μήτε ἄνθρωπος μήτε ἄλλο τι ἐκ τοῦ ὑδραγωγοῦ ἡμῶν.»

Ὅτε δὲ ἤμελλεν ἀροτριᾶν, λέγει αὐτῷ· «Τὸν ἀγρὸν ἡμῶν οὕτως σπείρωμεν· αὔλακα σῖτον, καὶ αὔλακα κριθήν, καὶ ἕτερον ἄρακα, ὡσαύτως καὶ τὰ λοιπὰ οὕτως.» Καὶ εἶπεν ἐκεῖνος· «Ἡ σύνεσις αὕτη μείζων τῆς προτέρας ἐστίν· ὁ γὰρ σπόρος ἡμῶν ὡραῖος εὑρίσκεται ὡς ἀπὸ ποικίλων ἀνθῶν.» Ἀλλὰ καὶ ὁ χόρτος χωρὶς σπέρματος ...· λέγει αὐτῷ· «Ἄγωμεν θερίσαι.» Καὶ ἀπεκρίθη· «Ἄγωμεν.» Ἦν δὲ ἀκμὴν χλωρόν.

Καὶ λέγει· «Μέγα κέρδος ἐστὶ τοῦτο τοῦ ἀχύρου· εὑρίσκεται χλωρὸν καὶ καλόν.» Καὶ μετὰ τὸ ἀλοῆσαι λέγει αὐτῷ· «Ἔνεγκε τὸ μαργούνιον, καὶ μέτρῳ μεταφέρομεν αὐτό.» Καὶ λέγει· «Τοῦτο φρονιμώτερον τῶν ἄλλων· καὶ τὸ ἄχυρον συντηρεῖται καὶ ἡ ποσότης γνωρίζεται.» Καὶ μετὰ τὸ δοκιμάσαι αὐτὸν ἐν πᾶσι τούτοις καὶ εὑρεῖν αὐτὸν ὑπήκοον καὶ ἀδιάκριτον, λέγει αὐτῷ· «Σὺ οὐκέτι γίνῃ μισθωτός, ἀλλὰ υἱὸς καὶ κληρονόμος.» Τοιγαροῦν ἐὰν καὶ οὗτος ὁ μοναχὸς μετρήσῃ τὸ μαργούνιον, δύναται τυχεῖν τοῦ μακαρισμοῦ.» 154. Λέγει δὲ αὐτῷ ὁ ἕτερος γέρων· «Ἐπειδὴ τὴν παραβολὴν εἶπας, εἰπὲ καὶ τὴν σύγκρισιν.» Εἶτα ἀποκρίνεται ἐκεῖνος· «Ὁ γεωργός ἐστιν ὁ Θεός· ὅτι δὲ ἦν σκληρός, διότι τὸν σταυρὸν ἐντέλλεται βαστάζειν καὶ μὴ ἔχειν θέλημα καρδίας τὸν θέλοντα δουλεύειν αὐτόν. Παχώμιος γὰρ ὁ τούτου πατήρ, ὑπακούσας αὐτῷ κατὰ πάντα, ἐγένετο εὐάρεστος ἐνώπιον αὐτοῦ. Ἐὰν δὲ καὶ οὗτος ὑπομένῃ καθ’ ὁμοιότητα αὐτοῦ, ἔσται κληρονόμος καὶ οὗτος.» Ἀκούων δὲ ταῦτα Θεόδωρος ἀπηνεοῦτο, θαυμάζων τὰ λεγόμενα καὶ τοὺς λέγοντας. Καὶ ἐκβὰς τοῦ πλοίου οὐκέτι ἑώρακεν αὐτούς· ἦσαν γὰρ ἄγγελοι παρὰ Θεοῦ πεμφθέντες αὐτῷ εἰς διόρθωσιν αὐτοῦ, παραμυθίαν δὲ τοῦ ἀββᾶ Παχωμίου μαρτυροῦντος τοῦτο μετὰ ταῦτα. Ἕως δὲ ἀνέκαμψεν εἰς τὴν μονὴν Παβώ, διελογίζετο τὰ ἀκουσθέντα αὐτῷ παρὰ Θεοῦ.

Ἐλυπεῖτο δὲ οὐχ ὅτι ἐκωλύθη τῆς διακονίας, ἀλλ’ ὅτι ὅλως ἐδέξατο λογισμὸν τοιοῦτον, μάλιστα ὅτι ἦν ἀκούσας τοῦ ἀββᾶ Παχωμίου λέγοντος ὅτι· «Ὥσπερ νεκρὸς ἄλλοις νεκροῖς οὐ λέγει· «Κεφαλὴ ὑμῶν εἰμι», οὕτως ὀφείλει διακεῖσθαι ὁ προέχων τινῶν. Καὶ γὰρ κἀγὼ οὕτως ἔχω, ὡς οὐδέποτε ἐλογισάμην ὅτι πατήρ εἰμι τῶν ἀδελφῶν, ἀλλ’ αὐτός ἐστι μόνος ὁ Θεὸς πατὴρ καὶ δεσπότης πάντων ἡμῶν.» 155. Μετὰ ταῦτα οὖν Ζακχαῖός τις, ἄνθρωπος τοῦ Θεοῦ ἐνάρετος, ἐπιστεύθη ἐν Ταβεννήσει τὴν οἰκονομίαν τῶν ἀδελφῶν.

Καὶ ᾐτήσατο Θεόδωρον παρὰ τοῦ ἀββᾶ Παχωμίου, λέγων· «Οἱ ὀφθαλμοὶ Θεοδώρου ἐβλάβησαν ἀπὸ τοῦ πολλὰ κλαίειν. Θέλεις λάβω αὐτὸν μετ’ ἐμοῦ ἐν τῷ πλοίῳ εἰς Ἀλεξάνδρειαν;» Λέγει αὐτῷ· «Λάβε καὶ ἐν τῷ πλοίῳ καὶ πανταχοῦ.» Καὶ ἀπῆλθε σὺν αὐτῷ ἐπιτραπεὶς παρὰ τοῦ μεγάλου πατρός·

Καὶ ἦν ὡς νεόφυτος χθὲς γενόμενος μοναχός, ταπεινοφροσύνῃ πολλῇ καὶ πραότητι προσανέχων. Μετὰ ταῦτα οὖν ὡμολόγησεν ὁ ἅγιος Παχώμιος περὶ αὐτοῦ, ὅτι ἐχαρίσατο αὐτῷ ὁ Κύριος τὴν προτέραν αὐτοῦ προκοπὴν ἑπταπλασίονα.

156. Ἦν δὲ καὶ αὐτὸς ταπεινὸς ὁ πατὴρ ἡμῶν Παχώμιος ὑποτασσόμενος πλεῖον πάντων τῶν οἰκιακῶν. Ἵστατο δὲ τῇ ὥρᾳ τῆς κατηχήσεως μετὰ τῶν ἀδελφῶν, ἀκούων ὡς εἷς ἐξ αὐτῶν. Τὰ δὲ λεβιτονάρια αὐτοῦ ἐν τῷ κελλίῳ ὑπὸ τὴν ἐξουσίαν ἦν τοῦ οἰκονόμου· καὶ ἁπλῶς εἰπεῖν, οὐκ εἶχεν ἐξουσίαν ἑαυτῷ λαβεῖν χρείαν τινὰ τοῦ σώματος, εἰ μὴ παρὰ τοῦ οἰκονόμου.

Πλεῖον γὰρ τῶν αἰωνίων βασάνων ηὐλαβεῖτο μὴ ἀποξενωθῆναι τῆς ταπεινώσεως καὶ τῆς γλυκύτητος τοῦ υἱοῦ τοῦ Θεοῦ καὶ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ. 157. Ἐν μιᾷ οὖν ἐξερχομένων τῶν ἀδελφῶν τοῦ φαγεῖν καὶ λαμβανόντων ἔμπροσθεν τῆς θύρας τὸ λεγόμενον κορσελήνιον, ὡς ἔθος ἦν τῶν ἐκεῖ, ἦλθε καὶ ὁ πατὴρ καὶ ἔλαβε τὸ μέρος αὐτοῦ.

Καὶ ἀναχωρήσας εἰς τὸ κελλίον αὐτοῦ, ἠκολούθησεν αὐτῷ ὁ ἀββᾶς Θεόδωρος ὁ Ἀλεξανδρεύς. Καὶ ἐλθόντων αὐτῶν ἔνθα ἦν καθήμενος, ἠρώτησεν αὐτὸν λέγων· «Ἤκουσα περὶ Κορνηλίου ὅτι ἐγκρατής ἐστι σφόδρα, καὶ ἐν ὅλῃ τῇ συνάξει μὴ ἀφιέναι τὴν διάνοιαν αὐτοῦ μετεωρίζεσθαι. Κἀγὼ οὖν ταύτῃ τῇ ὥρᾳ δοκιμάσας μετὰ πολλῆς τῆς νήψεως, μόλις ἴσχυσα ποιῆσαι τρεῖς εὐχὰς κατέχων μου τὸν λογισμόν. Εἰπὲ οὖν μοι· Πῶς δύναμαι ἀκούων λόγους Θεοῦ καὶ εὐχόμενος μὴ μετέωρον ἔχειν τὸν νοῦν;» Καὶ λέγει αὐτῷ παραβολήν· «Δοῦλος κατὰ σάρκα ὁρῶν ἐλεύθερον θέλει καὶ αὐτὸς εἶναι ἐλεύθερος· κἂν ᾖ πτωχός, ἄρχων θέλει καὶ αὐτὸς εἶναι· καὶ ὁ ἄρχων, βασιλεύς. Καὶ Κορνήλιος, ὡς πολλὰ ἀγωνισάμενος, παρὰ τῆς χάριτος τοῦ Θεοῦ ἐκτήσατο ὅπερ ἔχει. Καὶ σὺ καμὼν ὁμοίως πίστευε καὶ λήψῃ πρὸς τὴν ἀξίαν.» 158. Μιᾷ οὖν τῶν ἡμερῶν νεκροῦ σκήνωμα ἐξεφέρετο ἐν τῇ ὁδῷ. Καὶ ἀπαντήσας αὐτῷ ὁ μέγας πατὴρ ἡμῶν Παχώμιος ὁρᾷ δύο ἀγγέλους ἀκολουθοῦντας τῷ νεκρῷ ὀπίσω τοῦ κραββάτου.

Καὶ λογισάμενος περὶ αὐτῶν παρεκάλεσε τὸν Θεὸν ἀποκαλύψαι αὐτῷ τὸ γεγονός. Καὶ ἦλθον οἱ δύο ἄγγελοι πρὸς αὐτόν· καὶ εἶπεν αὐτοῖς· «Διὰ τί ὑμεῖς ἄγγελοι ὄντες ἀκολουθεῖτε τῷ νεκρῷ;» Καὶ λέγουσιν αὐτῷ οἱ ἄγγελοι· «Ὁ εἷς ἡμῶν τῆς τετράδος ἐστὶ καὶ ὁ ἕτερος τῆς παρασκευῆς.

Καὶ ἐπειδὴ ἕως οὗ ἐτελεύτησεν ἡ ψυχὴ αὕτη οὐ παρέλιπε νηστεύουσα τετράδα καὶ παρασκευήν, κατὰ τοῦτο καὶ ἡμεῖς παρηκολουθήσαμεν τῷ σκηνώματι αὐτῆς, ὅτι ἕως θανάτου ἐφύλαξε τὴν νηστείαν· κατὰ τοῦτο οὖν καὶ ἡμεῖς ἐδοξάσαμεν αὐτὴν ἀγωνισαμένην ἐν Κυρίῳ.» 159. Δίκαιον δὲ ἡγησάμεθα εἶναι πρὸς ὠφέλειαν δεῖξαι ἐν ὀλίγῳ τὸ κατὰ πάντα συμβουλευτικὸν τοῦ μεγάλου πατρός.

Καὶ τὰ μὲν ἐν τῇ διατάξει τοῦ ἀγγέλου, τὰ δὲ ἐξ ἐπερωτήσεως ἁγίων ἀνδρῶν, τὰ δὲ ἀπὸ τῶν θείων γραφῶν, πάντα ἦν πράττων καὶ μὴ οἰόμενος εἰς ἑαυτὸν φρονεῖν τι. Οὐχ ὡς μὴ γινώσκων δὲ τὰ τοῦ πνεύματος τοῦτο ἔπραττεν, ἀλλὰ μιμούμενος καὶ ἐν τούτῳ τοὺς πρὶν πατέρας καὶ διδασκάλους καὶ αὐτὸν τὸν ἀπόστολον Παῦλον. Φαίνεται γὰρ καὶ αὐτὸς μετὰ τὴν τοσαύτην γνῶσιν καὶ ἀποκάλυψιν τοῦ Θεοῦ περὶ τῆς διδαχῆς καὶ τοῦ κηρύγματος αὐτοῦ ἀνατιθέμενος τοῖς περὶ Ἰάκωβον· λέγει γὰρ ταπεινοφρονῶν· «Καὶ ἀνεθέμην αὐτοῖς τὸ εὐαγγέλιον ὃ κηρύσσω, μή πως εἰς κενὸν τρέχω ἢ ἔδραμον.» 160. Παρεγένετό ποτε ὁ μέγας Μακάριος πρὸς τὸν πατέρα ἡμῶν· καὶ λέγει αὐτῷ Παχώμιος ὅτι· «Εἰσὶν ἀδελφοὶ ὧδε μεθ’ ἡμῶν ἀτάκτως περιπατοῦντες. Καλόν ἐστι παιδεῦσαι αὐτούς;» Καὶ λέγει αὐτῷ ὁ μέγας Μακάριος· «Παίδευσον καὶ κρῖνον δικαίως τοὺς ὑπὸ σέ, ἔξω δὲ μὴ κρίνῃς τινά. Γέγραπται γάρ·

Οὐχὶ τοὺς ἔσω ὑμεῖς κρίνετε; τοὺς δὲ ἔξω ὁ Θεὸς κρινεῖ.» 161. Ἐπεὶ δὲ ἡ φήμη τοῦ μεγάλου Παχωμίου ἔφθασεν ἕως εἰς μακράν, καὶ πολλοῖς ὑπόθεσις γέγονε σωτηρίας. Πολλοὶ δὲ περὶ αὐτοῦ πρὸς ἀλλήλους ἀντέβαλον, τινὲς μὲν ὡς ἡ ἀλήθεια ἔχει ἐπαινοῦντες αὐτόν, τινὲς δὲ καὶ ὑπὲρ τὰ μέτρα ἐγκωμιάζοντες.

Καὶ μεταξὺ αὐτῶν γέγονεν ἀμφιβολία τὸ εἶναι καὶ λέγεσθαι αὐτὸν διορατικόν. Ἐν τῇ ἐκκλησίᾳ οὖν Λατῶν παρόντων ἐπισκόπων καὶ μοναχῶν, ἦλθε καὶ ὁ πατὴρ ἐκεῖ μετά τινων ἀρχαίων ἀδελφῶν κληθεὶς παρ’ αὐτῶν γυμνάσασθαι περὶ τοῦ πράγματος τούτου. Καὶ βλέπων τοὺς περὶ αὐτὸν φιλονεικοῦντας, ἐσιώπησε. Καὶ λοιπὸν ἐρωτώμενος παρὰ τῶν ἐπισκόπων Φίλωνος καὶ Ἐμώη τοῦ ἀπολογήσασθαι, λέγει αὐτοῖς· «Οὐ σὺν ἐμοὶ ἦτε ἐν τῷ μοναστηρίῳ μοναχοὶ πρὸ τῆς ἐπισκοπῆς ὑμῶν; Οὐκ οἴδατέ με τῇ τοῦ Θεοῦ χάριτι ὡς καὶ ὑμεῖς ἀγαπῶντα τὸν Θεὸν καὶ φροντίζοντα τῶν ἀδελφῶν; Ὅτε Μωϋσῆς ὁ τοῦ μαγδόλου λεγόμενος ἐδαιμονίσθη καὶ ὑπὸ δαιμόνων θανατωθῆναι ἔμελλεν, οὐκ ἔγνωτε πῶς δι’ ἐμοῦ ἡ χάρις τοῦ Θεοῦ ἐβοήθησεν αὐτῷ; ἵνα μὴ εἴπω ἄλλο.» Ἀποκρίνονται αὐτῷ ὅτι· «Ὁμολογοῦμέν σε ἄνθρωπον τοῦ Θεοῦ εἶναι, καὶ γινώσκομεν ὅτι ἔβλεπες τοὺς δαίμονας, πολεμῶν αὐτοὺς ἀποστῆναι τῶν ψυχῶν.

Πλήν, ἐπειδὴ ἀγὼν μέγας περὶ τὸ διορατικόν ἐστιν, ἀπολόγησαι περὶ αὐτοῦ· καὶ πείσομεν ἡμεῖς τοὺς ἀντιλέγοντας καὶ γογγύζοντας.» 162. Καὶ λέγει αὐτοῖς· «Οὐκ ἠκούσατέ μου πολλάκις λέγοντος ὅτι ἤμην παιδίον μὴ εἰδὸς τί ἐστι Θεὸς καὶ ὅτι ἐξ ἑλλήνων ἤμην γονέων; Τίς οὖν ἐχαρίσατό μοι τὸ χριστιανὸν γενέσθαι; οὐκ αὐτὸς ὁ φιλάνθρωπος Θεός, ὁ καὶ μετὰ ταῦτα δοὺς βοήθειαν εἰς τὸ ὁδηγεῖν καὶ φροντίζειν πολλῶν ψυχῶν μοναχῶν πρὸς σωτηρίαν; Πολλάκις κατ’ ἰδίαν εὑρίσκονται δύο ἢ ἕνδεκα, καὶ μετὰ πολλοῦ κόπου κυβερνῶσιν ἐν φόβῳ Θεοῦ ἀλλήλους. Ἡμεῖς δὲ τοσοῦτον πλῆθος ὄντες ἐννέα μοναστηρίων οἱ νύκτα καὶ ἡμέραν σπουδάζοντες τηρῆσαι τὰς ἑαυτῶν ψυχὰς ἀμέμπτους διὰ τοῦ ἐλέους τοῦ Θεοῦ, οὐ πρόδηλον ὅτι ὑπὸ τῆς χάριτος τοῦ Θεοῦ διοικούμεθα καὶ κυβερνώμεθα, καὶ γινώσκειν τὰς πανουργίας τῶν ἀκαθάρτων πνευμάτων ὡς καὶ αὐτοὶ ὁμολογεῖτε; Ἐχαρίσατο δὲ ἡμῖν καὶ τοῦτο, οὐ δι’ ἑαυτοὺς ἀλλὰ διὰ τοὺς δούλους αὐτοῦ, ὅτι οὕτως βούλεται ὁ Κύριος, γνῶναι ἡμᾶς, τίς ὁ πορευόμενος καλῶς καὶ τίς ὁ ἐν ὑποκρίσει ὢν μοναχός. Ἀφῶμεν δὲ πρόλογον τὸ χάρισμα τοῦ Θεοῦ· οἱ κατὰ κόσμον φρόνιμοι καὶ νοήμονες, ἐὰν ποιήσωσιν ὀλίγας ἡμέρας ἐν μέσῳ ἀνθρώπων, ἑνὸς ἑκάστου διακρίνοντες οὐκ ἐπιγινώσκουσι τὴν διάθεσιν τῶν ἀνθρώπων;

Ὁ δὲ ἀγαθὸς καὶ φιλάνθρωπος Κύριος, ὁ τὸ ἴδιον αἷμα δι’ ἡμᾶς ἐκχέας, ἐὰν ἴδῃ τινὰ ἐξ ὅλης καρδίας μὴ θέλοντα τὴν ἀπώλειαν τοῦ πλησίον ἀλλὰ μᾶλλον πολλῶν ψυχῶν σωτηρίαν, οὐ χαρίζεται αὐτῷ χάρισμα διακρίσεως, τὸ πῶς σώσει αὐτοὺς ἀμέμπτους ἤτοι διακρίσει πνεύματος ἁγίου ἤτοι ὀπτασίᾳ καὶ ἀποκαλύψει, ὅτε βούλεται ὁ Κύριος; Μὴ γὰρ ὅτε βουλόμεθα, βλέπομεν τὰ πρὸς σωτηρίαν ἡμῶν, ἀλλ’ ὅταν θελήσῃ ὁ πᾶσαν κυβέρνησιν τῆς κτίσεως ἔχων. Ἄνθρωπος γὰρ καθ’ ἑαυτὸν ματαιότητι ὡμοιώθη· γενόμενος δὲ ὑπὸ Θεὸν γνησίως, οὐκέτι ματαιότης ἐστίν, ἀλλὰ ναὸς Θεοῦ, καθὼς λέγει αὐτός·

Ἐνοικήσω ἐν αὐτοῖς καὶ ἐμπεριπατήσω· οὐ πᾶσιν, ἀλλὰ μόνοις τοῖς ἁγίοις τοῖς ποιήσασι τὸ θέλημα αὐτοῦ λέγει· ὡς καὶ ἐν ὑμῖν καὶ τοῖς καθ’ ὑμᾶς πᾶσιν, οὐ μὴν ἀλλὰ καὶ ἐν ἐμοὶ Παχωμίῳ, ἐὰν ποιήσω τὸ θέλημα αὐτοῦ.» 163. Ταῦτα οὖν ἀκούσαντες ἐθαύμασαν τὴν παρρησίαν καὶ τὴν ταπεινοφροσύνην τοῦ ἀνδρός. Καί τινες ἐξ αὐτῶν ἐξ ἐνεργείας τοῦ ἐχθροῦ φθονήσαντες, τῷ λόγῳ μὴ πεισθέντες, ἤθελον ἀποκτεῖναι αὐτόν. Ἦλθε γάρ τις ἐνεργούμενος ὑπὸ δαίμονος, ἔχων μάχαιραν τοῦ σφάξαι αὐτόν· ἀλλὰ διὰ τῶν συνόντων αὐτῷ ἀδελφῶν ἔσωσεν αὐτὸν ὁ Κύριος· καὶ διασωθεὶς τῇ χάριτι τοῦ Κυρίου, ἦλθε μετὰ τῶν ἀδελφῶν εἰς τὴν μονὴν αὐτῶν τὴν ἐσχάτην τὴν λεγομένην Παχνοῦν, οὖσαν ἐν τῇ ἐνορίᾳ τῆς αὐτῆς πόλεως.

164. Μετὰ τὸ ἐξελθεῖν τὸ πλοῖον ἀπὸ Ἀλεξανδρείας—δύο γὰρ μόνα ἦσαν ὅλα τοῦ κοινοβίου, τὸ μὲν ἓν εἰς τὸ πωλῆσαι τὰ ψιαθία διὰ τὴν τροφὴν καὶ τὰς ἄλλας χρείας, τὸ δὲ ἄλλο διὰ τοὺς λεβίτονας αὐτῶν—Ζακχαῖος δὲ καὶ Θεόδωρος ἐλθόντες ἀπὸ Ἀλεξανδρείας ἠσπάσαντο τὸν πατέρα αὐτῶν καὶ τοὺς ἀδελφούς.

Καὶ λέγει αὐτοῖς· «Πῶς ἔχει ἡ ἐκκλησία;» Ἐλυπεῖτο γὰρ τότε δι’ αὐτήν, ἐπειδὴ μετὰ βίας οἱ βλάσφημοι Ἀρειανοὶ μετὰ Γρηγορίου τινὸς ὡς λησταί τινες ἐπανέστησαν αὐτῇ· περὶ ἧς καὶ ηὔχετο τῷ Θεῷ, σφόδρα ὀδυνώμενος τὴν καρδίαν διὰ τὸν λαὸν τοῦ Θεοῦ οὕτως ἀδικούμενον καὶ μὴ ἔχοντα τὸν ἀρχιεπίσκοπον Ἀθανάσιον τὸν χριστοφόρον ἄνδρα.

Καὶ εἰπόντων ὅτι· «Ἀκμὴν ἐν σάλῳ ἐστίν,» ἔλεγεν αὐτοῖς· «Πιστεύομεν τῷ συγχωρήσαντι ταῦτα γενέσθαι Κυρίῳ πρὸς δοκιμὴν τῶν πιστῶν, ὅτι ἔσται ἐκδίκησις.» Καὶ μετὰ ταῦτα λέγει αὐτοῖς τὴν θλίψιν τὴν γενομένην αὐτῷ ἐν τῇ Λατῶν ἐκκλησίᾳ, εὐχαριστῶν καὶ λέγων ὅτι· «Ὀφείλομεν ὑπομένειν πάντα πειρασμόν· οὐ γὰρ βλάπτει ὁ πειρασμός, ἀλλὰ καὶ ὠφελεῖ τὸν εὐχαρίστως δεχόμενον. Οὗτοι μὲν ὀρθόδοξοι πατέρες καὶ ἀδελφοί εἰσιν οἱ ἐξετάζοντες τὰ καθ’ ἡμᾶς. Καὶ εἰ ὁ ἐχθρὸς ἔν τισιν ἰδίοις ἐπονηρεύσατο καθ’ ἡμῶν ἐκτὸς γενομένων πρὸς ὀλίγον τοῦ τείχους, λέγω δὴ τοῦ νόμου, ἀλλ’ ὁ Θεὸς καὶ τούτους καὶ ἡμᾶς ἔσωσεν. Αὐτὸς δὲ ὁ ἁγιώτατος πάπας Ἀθανάσιος, τοσοῦτον χρόνον ὑπὸ ἐχθρῶν πολεμούμενος, μακάριός ἐστιν ὡς ἀληθῶς· καὶ οὐ δύνανται πρὸς αὐτὸν ἔχοντα τὸν Θεὸν βοηθὸν τῆς πίστεως αὐτοῦ. Καὶ πληρωθήσεται εἰς αὐτὸν τὸ γεγραμμένον·