Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Παχώμιος ὁ Μέγας – Βίος Παχώμιου (Γ΄)

Παχώμιος ὁ Μέγας

Επέκταση της αδελφότητας, ίδρυση νέων μονών και διοικητική οργάνωση

Η αυστηρή άσκηση επιφανών μοναχών, η αφιέρωση νέων μελών όπως ο Πετρώνιος, η ανέγερση νέων μονών, οι φιλοσοφικές συζητήσεις και η οργάνωση του κοινοβιακού συστήματος.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Παχώμιος ὁ Μέγας

—

Κεφάλαιο 8 από 13

129. Ἀναγκαῖον δέ ἐστι μνημονεῦσαι ἡμᾶς ἄλλου τινὸς ἁγίου ἀδελφοῦ εἰς ἄκρον τὴν ἀρετὴν πολιτευσαμένου καὶ πρὸς οἰκοδομὴν ὀλίγα τῶν αὐτοῦ διηγήσασθαι. Οὗτος ὁ μακάριος ἀδελφὸς ἀνακεχωρισμένον εἶχε τῶν ἀδελφῶν τὸ κελλίον αὐτοῦ, ἅλατι καὶ ἄρτῳ μόνῳ τὸν ἅπαντα βίον αὐτοῦ διαρκέσας.

Ἓν καθ’ ἑκάστην ἡμέραν ἐποίει ψιαθίον, ὡς πολλάκις, πλέκοντος αὐτοῦ τὰ σχοινία τὰ προχωροῦντα εἰς τὰ ψιαθία, ὑπὸ τῶν θρύων κεντούμενος τὰς χεῖρας αὐτοῦ αἱμάσσειν, ὥστε καὶ αὐτὰ τὰ ψιαθία ἃ ἐποίει τῷ αἵματι τῶν χειρῶν αὐτοῦ μολύνεσθαι. Ἐν τοιαύτῃ δὲ ἀσθενείᾳ δυσιάτῳ τυγχάνων οὐκ ἀπελείφθη ποτὲ τῆς συνάξεως τῶν ἀδελφῶν ἢ συνεχώρει πρὸ αὐτοῦ ἄλλον εὑρίσκεσθαι ἐκεῖ. Ἀλλ’ οὐδὲ ἐκοιμήθη ποτὲ τὴν ἡμέραν ἕως τῆς ἐξόδου αὐτοῦ διὰ τὸ ἐργάζεσθαι αὐτόν.

Ἔθος δὲ ἦν αὐτῷ κατὰ νύκτα πρὸ τοῦ κοιμηθῆναι ἐκστηθίζειν ἐκ τῶν γραφῶν τινα· καὶ οὕτως ἐκοιμᾶτο ἕως οὗ ἔκρουσεν εἰς τὴν σύναξιν τὴν νυκτερινήν. Εἰσελθόντος δὲ ἀδελφοῦ πρὸς αὐτὸν καὶ ἰδόντος αὐτοῦ τὰς χεῖρας ἀπὸ τῶν ψιαθίων ὧν ἐποίει ᾑμαγμένας, λέγει αὐτῷ· «Ἀδελφέ, τί κοπιᾷς οὕτως ἐργαζόμενος ἐν τῇ τοιαύτῃ ὑπάρχων νόσῳ; Μὴ ἐὰν μὴ ἐργάζῃ ἀργίας ἔγκλημα ἕξεις παρὰ τῷ Θεῷ; Οἶδε γὰρ ὁ Κύριος ὅτι θλίβῃ. Καὶ οὐδεὶς οὐδέποτε ἔχων τὴν τοιαύτην νόσον ἥψατο ἔργου, καὶ μάλιστα μηδενός σε ἀναγκάζοντος τοῦ ἐργάζεσθαι· ἄλλους τρέφομεν πτωχοὺς καὶ ξένους διὰ τοῦ Θεοῦ· καὶ σοὶ τῷ ἰδίῳ καὶ τηλικούτῳ ἐκ ψυχῆς ἐν ὑπομονῇ καὶ μετὰ πολλῆς χαρᾶς οὐκ ὀφείλομεν δουλεύειν;» Ἀπεκρίθη αὐτῷ λέγων· «Ἀδύνατόν μοί ἐστι τοῦ μὴ ἐργάζεσθαι, μάλιστα διὰ τὸ εἰρηκέναι τὸν Κύριον διὰ τοῦ ἀποστόλου τὸν ἀργὸν μηδὲ ἐσθίειν.» Ὁ δὲ πάλιν ἀπεκρίθη αὐτῷ· «Οὐ περὶ τῆς φθαρτῆς ταύτης βρώσεως λέλεκται τοῦτο ὑπὸ τοῦ ἀποστόλου, ἀλλὰ περὶ τῆς πνευματικῆς ἐργασίας. Ὁ αὐτὸς γὰρ ἀπόστολος ἐν ἄλλῳ κεφαλαίῳ λέγει· Οἱ καλῶς προεστῶτες πρεσβύτεροι διπλῆς τιμῆς ἀξιούσθωσαν, οὐ διὰ τὴν ἀξίαν, ἀλλ’ ὡς κοπιῶντες ἐν λόγῳ καὶ διδασκαλίᾳ. Ὁμοίως καὶ ἐν ἑτέρῳ λέγει· Βοῦν ἀλοῶντα οὐ φιμώσεις· καὶ ἄξιος ὁ ἐργάτης τοῦ μισθοῦ αὐτοῦ.» Καὶ ἐπήγαγε· «Μὴ γὰρ περὶ τῶν βοῶν μέλει τῷ Θεῷ; Δι’ ἡμᾶς γὰρ πάντως λέγει. Καὶ ὁ Κύριος ἐν τοῖς εὐαγγελίοις λέγει·

Ἐργάζεσθε μὴ τὴν βρῶσιν τὴν ἀπολλυμένην, ἀλλὰ τὴν μένουσαν εἰς ζωὴν αἰώνιον. Παρακαλῶ οὖν σε ἐν Κυρίῳ, κἂν ἄλειφε ἐλαίῳ τὰς χεῖράς σου καθ’ ἑσπέραν, ἵνα μὴ κοπιᾷς οὕτως καὶ αἱμάσσῃς.» Καὶ ἀσπασάμενος αὐτὸν ἐξῆλθεν. Ὁ δὲ μακάριος ἐκεῖνος, ἀκούσας τοῦ ἀδελφοῦ, ἠλείψατο τὰς χεῖρας αὐτοῦ.

Καὶ πλέον ἐβλάβησαν ἁπαλυνθεῖσαι· καὶ ὑπὸ τῶν θρύων κεντούμεναι ἐν τῷ ἐργάζεσθαι πλέον ᾑμάσσοντο. 130. Πρὸς τοῦτον παραγενόμενος ὁ ἅγιος πατὴρ ἡμῶν Παχώμιος πρὸς τὸ ἐπισκέψασθαι αὐτὸν ἐν τῷ κελλίῳ αὐτοῦ, προφθάσας λέγει αὐτῷ· «Νομίζεις, ἀδελφὲ Ἀθηνόδωρε, ὅτι τὸ ἔλαιόν σε ὠφελεῖ; Τίς γάρ σε ἠνάγκασεν ἐργάζεσθαι, ἵνα προφάσει τοῦ ἔργου τῷ ἐλαίῳ μᾶλλον καὶ οὐχὶ τῷ Θεῷ ἀναθήσῃς τὰς ἐλπίδας τῆς ὑγείας; Μὴ γὰρ ἀδύνατον ἦν τῷ Θεῷ θεραπεῦσαί σε; Ἀλλὰ τὴν ὠφέλειαν τῆς ψυχῆς σου οἰκονομῶν συνεχώρησεν εἶναί σε ἐν τῷ πάθει.» Ὁ δὲ ἀποκριθεὶς εἶπε τῷ μεγάλῳ· «Ἥμαρτον, ὦ πάτερ, καὶ τὸ σφάλμα μου ἐπιγινώσκω, ἀλλ’ εὖξαι ὑπὲρ ἐμοῦ, παρακαλῶ σε, ἵνα μοι ὁ Θεὸς συγχωρήσῃ τὴν ἁμαρτίαν ταύτην.» Καὶ ὡς ἐπ’ ἀληθείας διεβεβαιοῦντο οἱ συνόντες αὐτῷ πατέρες, ὅτι ἐνιαυτὸν ὁλόκληρον ἐπένθει ἑαυτὸν ὑπὲρ τοῦ σφάλματος τούτου, διὰ δύο ἡμερῶν ἐσθίων ἐν τοιούτῳ πάθει ὑπάρχων δεινῷ. Εἰώθει δὲ ὁ μακάριος Παχώμιος τοῦτον τὸν ἀδελφὸν ἐν ταῖς ἀρχαῖς, πρὸ τοῦ σφοδρῶς αὐτὸν κατακυριευθῆναι ὑπὸ τοῦ πάθους, ἀποστέλλειν ἐν ἑκάστῃ μονῇ ὡς τύπον καὶ θεμέλιον πᾶσι τοῖς ἀδελφοῖς γινόμενον, διὰ τὸ εὐχαρίστως αὐτὸν φέρειν τὴν ἀπευκταίαν ἐκείνου τοῦ πάθους ἀσθένειαν καὶ τοσαύτην ἐγκράτειαν ἀπὸ παντὸς ἔργου πονηροῦ ἐπιδείκνυσθαι καὶ ἐπιμονὴν τοῦ ἔργου τῶν χειρῶν εἰς δόξαν τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ.

131. Ἦν τις ἐν τῇ μονῇ ἀδελφὸς Πετρώνιος ὀνόματι, ὅστις ἀφ’ οὗ ἐξῆλθε τῆς οἰκίας τῶν γονέων, οὐχ ὑπέστρεψεν ἐκεῖσε, ἕως παρέθετο τὴν ψυχὴν αὐτοῦ τῷ Κυρίῳ· οὐ μήν, ἀλλὰ καὶ διὰ τῆς ἐναρέτου αὐτοῦ πολιτείας, ἔτι ζῶν ἐποίησε τοὺς κατὰ σάρκα γονεῖς αὐτοῦ καὶ συγγενεῖς καὶ δούλους καταλιπεῖν τὸν κόσμον καὶ ἐλθόντας γενέσθαι μοναχούς. Ὅσα δὲ ἐκέκτητο ὁ πατὴρ αὐτοῦ, ὃν ἐπαινέσαι ἀξίως οὐκ ἔχω, ἤνεγκεν εἰς τὴν μονήν, ἤτοι βόας καὶ πᾶσαν ἁπλῶς τὴν κατασκευὴν τοῦ οἴκου αὐτοῦ. Δέδωκε δὲ καὶ μονὴν αὐτοῦ παριδίως, εἰς ἣν ὑπῆρχον μοναχοὶ τῶν ἄλλων μονῶν τὸν τύπον ἔχοντες.

132. Ἐπίσκοπος δέ τις τῆς πόλεως Πανός, Ἄρειος λεγόμενος, ἀσκητής, ὀρθόδοξος καὶ θεράπων τοῦ Χριστοῦ, ὀσμησάμενος τὴν συμφωνίαν τῶν ἀδελφῶν καὶ τὴν ἀγγελικὴν αὐτῶν διαγωγήν, μετεπέμψατο πρὸς ἑαυτὸν τὸν μέγαν Παχώμιον· ὃν καὶ ἠξίωσε διὰ συνεργίας Θεοῦ ποιῆσαι περὶ τὴν πόλιν μοναστήριον, ὅπως κἀκεῖ ὁ Θεὸς δοξάζεται καὶ οἱ ἄνθρωποι οἰκοδομοῦνται.

Καὶ συνθέμενος ἀπελθὼν ἔλαβεν ἀδελφοὺς οὓς ᾔδει. Καὶ ἐλθὼν μετ’ αὐτῶν, ἔδωκεν αὐτοῖς τόπον ἐπιτήδειον. Καὶ οὕτως οἰκοδομούντων φραγμὸν καὶ τὰ λοιπὰ κελλία, τινὲς τὴν οἰκονομίαν τοῦ Θεοῦ ἀγνοοῦντες ἑάλωσαν φθόνῳ καὶ ἤρχοντο νυκτὸς καὶ κατέστρεφον τὸ οἰκοδομούμενον τὴν ἡμέραν.

Τῇ δὲ μακροθυμίᾳ τοῦ ἁγίου συμβιβασθέντες παρὰ Κυρίου, ἑστηκότος καὶ ἀγγέλου ὡς δακτύλῳ πυρὸς τὸ τεῖχος περιχαράσσοντος, ᾠκοδομήθη τὸ τοιοῦτον μοναστήριον. Καὶ ἔταξεν ἐκεῖ τινα οἰκονόμον Σαμουὴλ λεγόμενον, ἄνθρωπον ἱλαρὸν τῷ πνεύματι καὶ ἐγκρατῆ, καὶ ἄλλους σὺν αὐτῷ ἱκανούς, καθότι ἐγγὺς πόλεως ἦσαν. Καὶ οὕτως παρέμεινεν αὐτοῖς ὁ πατὴρ ἕως ἑδραιωθῶσι καὶ ἀποκατασταθῶσι.

133. Φιλόσοφος δὲ ἀνὴρ τῆς πόλεως ταύτης ἦλθεν εἰς τὸ μοναστήριον δοκιμάσαι αὐτοὺς ὁποῖοί εἰσιν ἄνθρωποι. Καὶ λέγει· «Καλέσατέ μοι τὸν πατέρα ὑμῶν, λαλήσω αὐτῷ.» Ἀκούσας δὲ ὁ πατὴρ ἔπεμψε πρὸς αὐτὸν Κορνήλιον ἀπολογήσασθαι αὐτῷ. Καὶ ἀπελθόντος τοῦ Κορνηλίου, λέγει αὐτῷ ὁ φιλόσοφος· «Φημίζεσθε ὡς μονάζοντες συνετοὶ καὶ σοφὰ λαλοῦντες.

Ἐλαίας τίς ἔφερέ ποτε ἐν τῇ πόλει ἡμῶν Πανὸς διαπράσαι, τῆς πόλεως ἡμῶν ἔνδον πολλὰς ἐχούσης;» Ἀπεκρίθη δὲ αὐτῷ Κορνήλιος λέγων· «Ἠκούσθη ποτὲ ὅτι αἱ ἐλαῖαι τῆς πόλεως Πανὸς ποιοῦσιν ἔλαιον ἄνευ ἁλός. Ἡμεῖς γάρ ἐσμεν τὸ ἅλας καὶ ἤλθομεν ἁλίσαι ὑμᾶς.» Ἀκούσας δὲ ταῦτα ὁ φιλόσοφος ὑπέστρεψε καὶ ἀπήγγειλε τοῖς λοιποῖς αὐτοῦ φίλοις.

Εἶτα λέγει ἄλλος φιλόσοφος· «Ἕως τούτου ἐστὶ τὸ ζήτημά σου πρὸς αὐτούς; Ἐγὼ ἀπελθὼν δοκιμάσω αὐτοὺς ἀπὸ τῶν γραφῶν εἰ νοοῦσι.» Καὶ ἐλθόντος αὐτοῦ, καλεῖ ὁ μέγας πατὴρ Θεόδωρον καὶ πέμπει αὐτὸν πρὸς αὐτόν. Καὶ ὡς ἐσχάτως εἴρηκεν ἡμῖν Θεόδωρος ὅτι· «Πεμπόμενος πρὸς αὐτὸν ἐφοβήθην πῶς ἀπολογήσασθαι τῷ φιλοσόφῳ· Κορνήλιος γὰρ σοφώτερος ἦν πλέον ἐμοῦ.» Ἀπελθόντος οὖν ὡς εἴρηται τοῦ Θεοδώρου, ἠρώτησεν αὐτὸν ὁ φιλόσοφος ζήτημα οὐ δυσεύρετον, λέγων· «Τίς ὁ μὴ γεννηθεὶς ἀπέθανε; τίς δὲ ὁ γεννηθεὶς οὐκ ἀπέθανε; καὶ τίς ἀποθανὼν οὐκ ἐπώζεσεν;» Εἰπόντος δὲ τοῦ Θεοδώρου τὸν μὲν μὴ γεννηθέντα καὶ ἀποθανόντα εἶναι τὸν Ἀδάμ, τὸν δὲ γεννηθέντα καὶ μὴ ἀποθανόντα εἶναι τὸν Ἐνώχ, τὴν δὲ γυναῖκα τοῦ Λὼτ θανοῦσαν καὶ μὴ ἐποζέσασαν, ἀλλὰ στήλην γεναμένην ἁλός, ἀποδεξάμενος ὁ φιλόσοφος ἀνεχώρησεν. —Ἦν δέ τις ἐν τῇ μονῇ ἅγιος καὶ δυνατὸς τῷ πνεύματι καὶ τῷ σώματι πεπυρωμένος, τοὔνομα Τολμᾶς, τὴν ἄσκησιν καὶ τὴν ἀγρυπνίαν ἀνενδότως κατέχων ἕως θανάτου.

134. Ἔλαβε δὲ πρὸς τούτοις ὁ πατὴρ ἡμῶν καὶ ἄλλα μοναστήρια πέντε, εἰς ἃ ᾤκησαν ἐκεῖ ἀδελφοὶ τὴν τάξιν καὶ τὴν διαγωγὴν ἔχοντες τῶν λοιπῶν πατέρων, δεδωκὼς αὐτοῖς καὶ χρείας σωματικὰς ἀπὸ τῆς μεγάλης μονῆς Παβώ, ἔνθα ἀπέκειτο πᾶσα ἡ χρεία τῶν μοναχῶν, λαμβάνων ὁ οἰκονόμος τὸ ἐργόχειρον αὐτῶν. Δὶς δὲ τοῦ ἐνιαυτοῦ παρεγένοντο ἐν τῇ μονῇ, ὅπου ὁ πνευματικὸς ἡμῶν πατὴρ Παχώμιος ἦν, δηλονότι τὸ πάσχα καὶ τὸ φθινόπωρον· καὶ τὸ μὲν πάσχα ἔτασσεν αὐτοὺς καθ’ ἕνα ἕκαστον εἰς τόπον καὶ ἐποίουν μετ’ ἀλλήλων τὸ πάσχα ἑορτάζοντες λόγοις Θεοῦ καὶ ἀγάπῃ· τὸ δὲ φθινόπωρον, ὡς ἔθος εἶχον, ἤρχοντο ἀποδιδόντες τῷ μεγάλῳ οἰκονόμῳ τοὺς λόγους τῶν ἔργων αὐτῶν κατὰ μέρος γράφοντες αὐτούς. Καὶ εἴ τινα διαταγὴν ἑκάστης μονῆς ὁ πατὴρ ἔχρῃζεν, ἔλεγε· καὶ ἔτασσεν ἢ οἰκιακὸν καλὸν καὶ ἐπιτήδειον, ἢ μᾶλλον αὐτὸς ὁ ἄνθρωπος τοῦ Θεοῦ ἐφρόντιζε πρὸ πάντων περιέρχεσθαι τὰς μονὰς καὶ στηρίζειν τοὺς ὀχλουμένους ὑπὸ λογισμῶν ποικίλων.

Ἐδίδασκε δὲ αὐτοὺς τῇ μνήμῃ τοῦ Θεοῦ καὶ τῷ φόβῳ νικᾶν τὰς ἐπινοίας τοῦ ἀντικειμένου, καὶ ἁπλῶς εἰπεῖν εἰς πάντα τὰ συντείνοντα πρὸς ὠφέλειαν τῶν ψυχῶν ὑπεστήριζε καὶ ἐστερέωνεν αὐτούς. 135. Ἦν δὲ ἄλλος τις ἀθλητὴς καὶ ἀνταγωνιστὴς πρὸς τὴν ἁμαρτίαν μέχρις αἵματος, Τιθόης λεγόμενος, ταχθεὶς οἰκιακὸς τοῦ νοσοκομείου τῆς μεγάλης μονῆς Παβὼ εἰς τὸ ἀναπαῦσαι τοὺς κακουμένους ἀδελφούς. Καὶ ἐν μιᾷ τῶν ἡμερῶν ἑτοιμάζοντος αὐτοῦ τὴν χρείαν τῶν ἀρρώστων, ἦλθε πνεῦμα πονηρὸν πειράσαι αὐτὸν τῇ ἀπάτῃ τῆς ἁμαρτίας. Καὶ πρῶτα μὲν ὑπέβαλεν αὐτῷ ὅπως μεταλάβῃ ἐκ τῶν βρωμάτων τῶν νοσούντων, καὶ ἐὰν αὐτὸν ἴδῃ ἡττηθέντα ἐν τῷ βρώματι, ἐπιρρίψῃ αὐτῷ τὸ πάθος τῆς πορνείας· αὐτοῦ δὲ μὴ παραδεξαμένου, κατῃσχύνθη ὁ ἐχθρός. Καὶ γὰρ διὰ τοῦ ἀγῶνος δοκιμάζονται οἱ πιστοὶ εἰς δόξαν Θεοῦ. Καὶ οὗτος, ὑπὲρ οὗ καὶ εἰς ἐνθύμησιν ἦλθεν, εἰσελθόντων ὀψὲ τῶν ἀδελφῶν εἰς τὴν τράπεζαν φαγεῖν, οὐκ ἀπῆλθε, βουλόμενος καὶ τὴν αὔριον συνάψαι νηστεύων.

Καὶ ἔλεγε κλαίων· «Κύριε, οὐ μόνον νηστεύειν ἕως κτήσωμαι τὴν πρὸς σὲ ἀγάπην ἕτοιμός εἰμι, ἀλλὰ κἂν καταλάβῃ με μαρτύριον καὶ καύσωσί με, οὐκ ἐγκαταλείψω τὴν σωφροσύνην, τὸ καύχημα πάντων τῶν ἁγίων. Δέομαί σου, τελείωσόν με ἐν τῷ φόβῳ σου.» Καὶ οὕτως ἀγωνισάμενος, καθαρὸς καὶ γνήσιος μαθητὴς γενόμενος, ἐτελεύτησε.