Νόσος δὲ γινώσκεται, προϋπηργμένης ὑγείας· ἀεὶ δὲ νόσου ὑπαρχούσης, δυσκόλως, νοσῶν ἀεί, τί ἐστιν ὑγεία φαντασθείη.
Ἔνθεν τοι καὶ νοσούσης ἀεὶ ψυχῆς, θυμῷ τε καὶ ἐπιθυμίᾳ πολιορκουμένης καὶ τοῖς παρεπομένοις ἄλλοις πολλοῖς καὶ διαφόροις ἀρρωστήμασι τοῖς τοιούτοις πάθεσιν ὡς γενικωτάτοις, καὶ τὸν νοητὸν τύραννον, τὸν διὰ τούτων περικαθήμενον καὶ ταύτην σκυλεύοντα νύκτωρ καὶ μεθ’ ἡμέραν, ἡ δειλαία καὶ ἀγνοοῦσα, οὐχ’ ὁρῶσα καὶ μὴ δὲ παρ’ ἑτέρου δοκοῦσα πάσχειν, ἀλλὰ παρ’ ἑαυτῆς, ἃ πάσχει, πότε ἄρα ὑγιάνοι; Ὁ γὰρ οὐκ ἐθέλων ὑγιάναι, πῶς ἰαθήσεται, ὅστις οὐκ εἰδώς τί ἐστιν ὑγεία, καὶ τοῦ διηγουμένου τὰ περὶ τοῦ νοητοῦ τυράννου καταφρονῶν καὶ δυσπιστῶν αὐτῷ, διανιστῶν δέ, τὸ μὴ θέλειν ἐμφαίνει; Οὐ γάρ ἐστιν ἄλλη τίς ὧδε μέθοδος ἰατρείας τινὸς καὶ ἰάσεως, πάρεξ τῆς αὐτῆς καὶ μιᾶς· οὔτε δὲ ἄγγελος, οὔτε πρέσβις, οὔτε σοφός, οὐ γραμματεύς, οὐ συζητητὴς τοῦ αἰῶνος τούτου, ἀπὸ καταβολῆς κόσμου πρὸς ταύτην ἴσχυσε τὴν νόσον ἢ ἰσχύει θεραπεῦσαι αὐτήν· δι’ ἣν Θεὸν ἄνθρωπον γενέσθαι ἐδέησεν, ὅπως ἂν ὡς ἰσχυρῷ καὶ κραταιοτάτῳ φαρμάκῳ καὶ βοηθήματι ἀναιρετικῷ πάσης ἀκρασίας καὶ φθορᾶς καὶ θανάτου, τῇ θεότητι συγκραθείσης φύσεως ἀνθρωπίνης, ἀναιρεθῇ πᾶσα φθορά, καὶ δείξῃ τὸν πάσχοντα ἀνέπαφον ἢ καὶ ἀπρόσιτον τῷ νοητῷ φθορεῖ ἡ ἀκαταμάχητος δύναμις αὐτῆς.