Καὶ ταῦτα, φησίν, ἐστὶ τὰ τοῦ πνεύματος ἄρρητα μυστήρια, ἃ ἡμεῖς ἴσμεν μόνοι. περὶ τούτων, φησίν, εἴρηκεν ὁ σωτήρ· «οὐδεὶς δύναται ἐλθεῖν πρός με ἐὰν μή τινα ἑλκύσῃ ὁ πατήρ μου ὁ οὐράνιος»· πάνυ γάρ, φησί, δύσκολόν ἐστι παραδέξασθαι καὶ λαβεῖν τὸ μέγα τοῦτο καὶ ἄρρητον μυστήριον. καὶ πάλιν, φησίν, εἴρηκεν ὁ σωτήρ· «οὐ πᾶς ὁ λέγων μοι, Κύριε κύριε, εἰσελεύσεται εἰς τὴν βασιλείαν τῶν οὐρανῶν, ἀλλ᾽ ὁ ποιῶν τὸ θέλημα τοῦ πατρός μου τοῦ ἐν τοῖς οὐρανοῖς»· ὃ δη〈λοῖ, φησί,〉 ποιήσαντας, οὐχὶ ἀκούσαντας μόνον, εἰς τὴν βασιλείαν εἰσελθεῖν τῶν οὐρανῶν. καὶ πάλιν, φησίν, εἴρηκεν· «οἱ τελῶναι καὶ αἱ πόρναι προάγουσιν ὑμᾶς εἰς τὴν βασιλείαν τῶν οὐρανῶν». τελῶναι γάρ, φησίν, εἰσὶν οἱ τὰ τέλη τῶν ὅλων λαμβάνοντες· ἡμεῖς δέ, φησίν, ἐσμὲν οἱ τελῶναι, «εἰς οὓς τὰ τέλη τῶν αἰώνων κατήντηκε». τέλη γάρ, φησίν, εἰσὶ τὰ ἀπὸ τοῦ ἀχαρακτηρίστου εἰς τὸν κόσμον κατεσπαρμένα σπέρματα, δι᾽ ὧν ὁ πᾶς συντελεῖται κόσμος· διὰ γὰρ αὐτῶν καὶ ἤρξατο γενέσθαι. καὶ τοῦτό ἐστι, φησί, τὸ εἰρημένον· «ἐξῆλθεν ὁ σπείρων τοῦ σπεῖραι· καὶ τὰ μὲν ἔπεσε παρὰ τὴν ὁδὸν καὶ κατεπατήθη, τὰ δὲ ἐπὶ τὰ πετρώδη καὶ ἐξανέτειλε», φησί, «καὶ διὰ τὸ μὴ ἔχειν βάθος γῆς ἐξηράνθη καὶ ἀπέθανε· τὰ δὲ ἔπεσε», φησίν, «ἐπὶ τὴν γῆν τὴν καλὴν καὶ ἀγαθήν, καὶ ἐποίει καρπόν, ὃ μὲν ἑκατόν, ὃ δὲ ἑξήκοντα, ὃ δὲ τριάκοντα.