ὅμως οὐδεὶς δύναται ἄχρι τέλους ἀῤῥαγῆ φυλάξαι φιλίαν ἂν μὴ καὶ τὴν μακροθυμίαν ταύτῃ συζεύξῃ· καὶ δι’ ὅλου σύνοικον κτήσηται· ἀγχίθυροι γάρ πως αἱ ἀρεταὶ αὖται, καὶ οἷά τις ξυνωρὶς ἀδιάστατος, εἰς ἕν τι καὶ εὐπρεπές, καὶ τελειότατον κάλλος τῆς εἰς Θεὸν εὐσεβείας, τὸν ἡνιοχεῖν ἄριστα μεμελετηκότα διακομίζουσιν· ὅθεν πῇ μέν, φησίν, ὁ θειότατος Παῦλος, «ἡ ἀγάπη μακροθυμεῖ, χρηστεύεται· ἡ ἀγάπη οὐ ζηλοῖ, οὐ περπερεύεται, οὐ φυσιοῦται, οὐκ ἀσχημονεῖ, οὐ ζητεῖ τὰ ἑαυτῆς, οὐ παροξύνεται, οὐ λογίζεται τὸ κακόν, οὐ χαίρει ἐπὶ τῇ ἀδικίᾳ, συγχαίρει δὲ τῇ ἀληθείᾳ· πάντα στέγει, πάντα πιστεύει, πάντα ἐλπίζει, πάντα ὑπομένει»· ἡ ἀγάπη οὐδέποτε ἐκπίπτει· πῇ δὲ πάλιν ὁ αὐτός, ὁ τὴν γλῶτταν χρυσοῦς, τὸν μακρόθυμον ἐπαινῶν, ῥητῶς οὕτω τίθησιν· «ἀλλ’ ἡ τούτου ψυχὴ κορυφῇ τινι ἔοικεν ἢ ὄρει, λεπτὴν μὲν ἔχοντι τὴν αὔραν, καθαρὰν δὲ τὴν ἀκτῖνα δεχομένῳ, διειδῆ δὲ τὰ νάματα προχέοντι τῶν πηγῶν, καὶ πολλὰς τῶν ἀνθέων προβαλλομένῳ τὰς χάριτας, τῶν ἐαρινῶν ὁμοίας λειμώνων τε καὶ παραδείσων, καὶ φυτοῖς καὶ ἄνθεσι κομώντων, καὶ καταῤῥύτοις ὕδασιν· εἴ τις δὴ καὶ ἠχὴ γένοιτο λιγυρά, καὶ πολλὴν καταχέουσα τῶν ἀκουόντων τὴν ἡδονήν· ἢ γὰρ ὄρνιθες ᾠδικοὶ ἄκροις τῶν δένδρων ἐφιζάνουσι τοῖς πετάλοις, καὶ τέττιγες, καὶ ἀηδόνες, καὶ χελιδόνες συμφώνως μίαν τινὰ ἀποτελοῦσι μουσικήν, ἢ ζέφυρος ἠρέμα τοῖς πετάλοις τῶν δένδρων προσπίπτων, πίτυς καὶ πεύκας συριζούσας, καὶ κύκνους πολλάκις μιμεῖται, ἢ λειμὼν ῥόδα προβάλλων καὶ κρίνα ἀλλήλοις προσκεκλικότα, καὶ κυανίζοντα καθάπερ πέλαγος κυανοῦν, ἠρέμα κυματούμενον δείκνυσι· μᾶλλον δὲ πολλὰς εἰκόνας εὕροι τις ἄν· ὅταν μὲν γὰρ εἰς τὰ ῥόδα τις ἀποβλέψῃ, τὴν ἶριν οἰήσεται καθορᾶν· ὅταν δὲ εἰς τὰ ἴα, θάλασσαν κυματουμένην· ὅταν δὲ εἰς τὰ κρίνα, τὸν οὐρανόν· οὐ τῇ θέᾳ δὲ μόνον, οὐδὲ τῇ ὄψει τέρπει ὁ τοιοῦτος, ἀλλὰ καὶ τὸ σῶμα αὐτὸ τοῦ πρὸς τὸν λειμῶνα ὁρῶντος ἐκεῖνον, μᾶλλον ἀνίησί τε καὶ ἀναπνεῖν ποιεῖ, ὥστε νομίζειν ἐν οὐρανῷ μᾶλλον εἶναι, ἢ ἐπὶ γῆς.