Ἑρμηνεύει δὲ καὶ τί λέγει τὸ παραδίδωσι τὴν βασιλείαν, ὅτι ὅταν καταργήσῃ πᾶσαν ἀρχὴν καὶ πᾶσαν ἐξουσίαν καὶ δύναμιν, τουτέστι τὴν τοῦ ἐχθροῦ, τοῦ ἀντικειμένου, ὃς διὰ τοῦ θανάτου, τοῦ κέντρου τῆς ἁμαρτίας, ἐβασίλευε τῶν ἀνθρώπων ἀπὸ τοῦ πρώτου Ἀδὰμ καὶ μέχρι Μωσέως αὐτοῦ καὶ τοῦ κατ’ αὐτὸν νόμου καὶ πάντων τῶν ὑπὸ τὸν νόμον, ἀφ’ οὗ δηλαδὴ διὰ τῆς παρακοῆς τῆς τοῦ Θεοῦ βασιλείας ἀπέστημεν καὶ τῷ ἐχθρῷ προσετέθημεν, ἕως ἐλθὼν ὁ Χριστός, ὁ κυρίως καὶ ἀληθῶς βασιλεὺς καὶ κύριος πάσης κτίσεως, διὰ πάσης τῆς ὑπὲρ ἡμῶν καθ’ ἡμᾶς οἰκονομίας τὴν καθ’ ἡμῶν ταύτην εἴτε βασιλείαν χρὴ λέγειν διὰ τὴν ἑκουσίαν ἡμῶν ταύτης καταδοχήν, εἴτε τυραννίδα διὰ τὸν τοῦ τυράννου δόλον καὶ τὴν ἀπάτην, δι’ ὧν ἡμᾶς ὑπηγάγετο, κατέλυσε καὶ κατήργησεν, ἣν ὁ Ἀπόστολος πᾶσαν ἀρχὴν καὶ πάσαν ἐξουσίαν καὶ δύναμιν προσηγόρευσεν, ὡς οὐ μίαν οὖσαν, ὥσπερ ἡ τοῦ Θεοῦ βασιλεία μία, ἀλλ’ εἰς πολλὰς καταμερισθεῖσαν, καθόσον καὶ αὐτὸς ἀποπεφοίτηκε τοῦ πρώτου καὶ μόνου καὶ ἑνὸς ἀγαθοῦ· καὶ νῦν μὲν ὡς δαίμων ἐσέφθη· καὶ τοῦτο πολυειδῶς κατὰ τὰς ποικίλας αὐτοῦ μεθοδίας· νῦν δὲ ὡς ἄνθρωπος, καὶ οὗτος οὐ τῶν σεμνῶν τις καὶ τῶν εὖ βεβιωκότων, ἀλλὰ τῶν τυραννικῶν καὶ ἀσελγεστάτων· καὶ νῦν μὲν ὡς ἡ τοῦ οὐρανοῦ στρατιά, νῦν δὲ ὡς πῦρ καὶ ἄλλοτε ὡς ἄλλο τι καὶ πάλιν ἄλλο μέρος τῆς κτίσεως· νῦν δὲ ὥς τι τῶν κτηνῶν καὶ κνωδάλων· μέχρι γὰρ καὶ τούτων ἡ τῆς εἰδωλολατρίας προὐχώρησε τυραννίς· οὕτω πολλαὶ αἱ τοῦ διαβόλου καθ’ ἡμῶν ἀρχαί τε καὶ ἐξουσίαι, ἀλλὰ καὶ δυνάμεις, δι’ ὧν ἐστερέου τὸ καθ’ ἡμῶν αὑτοῦ κράτος, αἱ ἀντιστρατευόμεναι τῷ νόμῳ τοῦ πνεύματος, τοῦ νόμου τῆς σαρκὸς ἐπιθυμίαι καὶ ἡδοναί, ἃς πάσας ἀρχὰς ὁμοῦ καὶ ἐξουσίας καὶ δυνάμεις κατήργησε μὲν καὶ ἔτι μεθ’ ἡμῶν συναναστρεφόμενος ἀνθρωπικῶς ὁ Χριστός, δοὺς καὶ ἡμῖν ἐξουσίαν τοῦ πατεῖν ἐπάνω ὄφεων καὶ σκορπίων καὶ ἐπὶ πᾶσαν τὴν δύναμιν τοῦ ἐχθροῦ, καταργήσει δὲ παντελῶς, ἐπειδὰν τὸ εἰρημένον ἐπιστῇ τέλος· νῦν γὰρ ὥσπερ ἐκ μέρους γινώσκομεν καὶ ἐκ μέρους καταλαμβάνομεν, οὕτω καὶ τὴν δοθεῖσαν ἡμῖν ἐξουσίαν ἐκ μέρους ἔχομεν· ἰδιοῦται δὲ πάντως κἀν τούτῳ τὸ ἡμέτερον ὁ Χριστός, τότε δὲ τὸ ἐκ μέρους καταργηθήσεται καὶ ὡς ἐν τέλει τῷ παντελεῖ τὸ τέλειον ἐκφανθήσεται· οὐκέτι γὰρ τὸ φρόνημα τῆς σαρκὸς τῷ πνεύματι ἐναντιωθήσεται· οὐκέτι τὰ πάθη τοῦ σώφρονος λογισμοῦ κατεξαναστήσεται· οὕτω πᾶσα καθ’ ἡμῶν ἀρχὴ καὶ ἐξουσία καὶ δύναμις ἀντικειμένη καταργηθήσεται· τοῦτο δὲ τοῦ θανάτου Χριστοῦ καὶ τῆς ἀναστάσεως τὸ κατόρθωμα.