Δίκην γὰρ τοῦ ζωϋφίου τοῦ καλουμένου σφηκὸς, προσβάλλοντος πέτρᾳ, καὶ τῇ προσβολῇ μὴ βλάπτοντος, ἀλλὰ καὶ τὸ κέντρον μᾶλλον ἀπολλύοντος· οὕτω καὶ ὁ θάνατος ἐσφάλη πολὺ, προσβαλὼν τῇ ζωῇ, ἥτις ἐστὶν ὁ Χριστός· οὐ γὰρ ἠδυνήθη κρατῆσαι αὐτὸν τῷ θανάτῳ, ἀλλὰ μᾶλλον καὶ τὸ κέντρον ἀπώλεσεν· ὥστε καὶ οὓς πρότερον ἐφόβει τὸ κέντρον, νῦν αὐτοῦ κατακερτομεῖν, καὶ λέγειν· «Ποῦ σου, θάνατε, τὸ κέντρον; ποῦ σου, ᾅδη, τὸ νῖκος;» καὶ πάλιν· «Κατέπιεν ὁ θάνατος ἰσχύσας·» καὶ πάλιν· «Ἀφεῖλεν ὁ Θεὸς πᾶν δάκρυον ἀπὸ παντὸς προσώπου.» Εἶτα ἐκβληθεὶς ὁ ἄθλιος ἀπὸ τοῦ ᾅδου, καθήμενος παρὰ τὰς πύλας, θεωρεῖ ἐξαγομένους πάντας, τοὺς πεπεδημένους, τῇ τοῦ Σωτῆρος ἀνδρείᾳ, καὶ τοὺς μὲν νεκροὺς ἀναζῶντας· τοὺς δὲ αἰχμαλώτους ἀφιεμένους, καὶ τοὺς μὲν ἁγίους προαπαντῶντας τοὺς περὶ τὸν Ἀβραὰμ, καὶ ἀνακρουομένους πάντας, κατὰ τὸ γεγραμμένον· «Προέφθασαν ἄρχοντες ἐχόμενα ψαλλόντων ἐν μέσῳ νεανίδων τυμπανιστριῶν·» τοὺς ἐλευθερουμένους χαίροντας καὶ λέγοντας· «Ἐν τῷ ἐπιστρέψαι Κύριον τὴν αἰχμαλωσίαν Σιὼν, ἐγενήθημεν ὡσεὶ παρακεκλημένοι. Τότε ἐπλήσθη χαρᾶς τὸ στόμα ἡμῶν καὶ ἡ γλῶσσα ἡμῶν ἀγαλλιάσεως.» Καὶ ἄγγελοι γὰρ, καὶ πᾶσα ἡ στρατιὰ τῶν ἀγγέλων ὑμνοῦντες ἦσαν καὶ λέγοντες, «Δόξα ἐν ὑψίστοις Θεῷ, καὶ ἐπὶ γῆς εἰρήνη, ἐν ἀνθρώποις εὐδοκία·» καὶ ἀπήντων ταῖς λυτρουμέναις νεάνισι ψυχαῖς.