Ἄρα βεβαίωσις τοῦ Εὐαγγελίου ἦν τὰ δεσμά. Ὅρα πῶς ἐκ περιουσίας εἰς τὸ ἐναντίον ἅπαντα περιέτρεψεν. Ὃ γὰρ ἐνόμιζον εἶναι ἀσθένειαν καὶ κατηγορίαν, τοῦτο βεβαίωσίν φησι· καὶ εἰ μὴ τοῦτο γέγονεν, ἐν ἀσθενείᾳ ἦν. Εἶτα δείκνυσιν ὅτι οὐ προλήψεως ἡ ἀγάπη, ἀλλὰ κρίσεως. Διὰ τί; Ἔχω ὑμᾶς, φησὶν, ἐν τοῖς δεσμοῖς μου, καὶ ἐν τῇ ἀπολογίᾳ διὰ τὸ συγκοινωνοὺς εἶναι τῆς χάριτος. Τί ἐστι τοῦτο; ἡ χάρις τοῦ Ἀποστόλου τοῦτο ἦν τὸ δεσμεῖσθαι, τὸ ἐλαύνεσθαι, τὸ μυρία πάσχειν δεινά; Ναί· Ἀρκεῖ γάρ σοι, φησὶν, ἡ χάρις μου· ἡ γὰρ δύναμίς μου ἐν ἀσθενείᾳ τελειοῦται. Διὸ εὐδοκῶ, φησὶν, ἐν ἀσθενείαις, ἐν ὕβρεσιν. Ἐπεὶ οὖν ὁρῶν ὑμᾶς διὰ τῶν ἔργων τὴν ἀρετὴν ἐπιδεικνυμένους, καὶ τῆς χάριτος ταύτης ὄντας κοινωνοὺς, καὶ μετὰ προθυμίας, εἰκότως ταῦτα στοχάζομαι. Ὁ γὰρ πεῖραν ὑμῶν εἰληφὼς, καὶ μάλιστα πάντων ὑμᾶς εἰδὼς, καὶ τὰ ὑμέτερα κατορθώματα, ὅτι καὶ τοσοῦτον ἡμῶν ἀφεστηκότες βιάζεσθε μὴ ἀπολειφθῆναι ἡμῶν ἐν ταῖς θλίψεσιν, ἀλλὰ τῶν ὑπὲρ τοῦ Εὐαγγελίου πειρασμῶν κοινωνῆσαι, καὶ μηδὲν ἔλαττον ἐμοῦ ἔχειν τοῦ εἰς τοὺς ἀγῶνας ἐμβεβηκότος, αὐτοὶ οἱ πόῤῥωθεν ὄντες, δίκαιός εἰμι ταῦτα μαρτυρεῖν. Διὰ τί δὲ οὐκ εἶπε, Κοινωνοὺς, ἀλλὰ, Συγκοινωνούς; Καὶ αὐτὸς ἐγὼ, φησὶν, ἑτέρῳ κοινωνῶ, ἵνα γένωμαι συγκοινωνὸς τοῦ Εὐαγγελίου· τουτέστιν, ἵνα κοινωνήσω τῶν ἀποκειμένων ἀγαθῶν τῷ Εὐαγγελίῳ.