αʹ. Ὅρα τὸν Βαρνάβαν παραχωροῦντα τῷ Παύλῳ, ὥσπερ καὶ Πέτρῳ Ἰωάννης πανταχοῦ. Αὐτὸς ἤγαγεν αὐτὸν ἀπὸ Δαμασκοῦ· καίτοι αὐτοῦ αἰδεσιμώτερος ἦν· ἀλλὰ πρὸς τὸ κοινῇ συμφέρον ἑώρων. Καὶ ἀναστὰς, φησὶ, καὶ κατασείσας τῇ χειρί. Ἔθος τοῦτο Ἰουδαίοις ἦν· διὸ καὶ αὐτὸς κατὰ τοῦτο αὐτοῖς διαλέγεται. Ὅρα πῶς προοδοποιεῖ τῷ λόγῳ· πρότερον ἐγκωμιάσας αὐτοὺς, καὶ δείξας πολλὴν περὶ αὐτοὺς τὴν κηδεμονίαν διὰ τοῦ εἰπεῖν, Οἱ φοβούμενοι τὸν Θεὸν, οὕτως ἄρχεται τοῦ λόγου. Καὶ οὐκ εἶπεν, οἱ προσήλυτοι, ὅπερ ἦν συμφορᾶς ὄνομα. Ὁ Θεὸς τοῦ λαοῦ τούτου ἐξελέξατο τοὺς πατέρας ἡμῶν καὶ τὸν λαόν. Ὅρα πῶς καὶ αὐτὸς τὸν κοινὸν τῶν ἀνθρώπων Θεὸν αὐτῶν ἰδίως καλεῖ, καὶ δείκνυσιν ἄνωθεν τὰς εὐεργεσίας αὐτοῦ μεγάλας οὔσας, καθάπερ καὶ Στέφανος. Ταῦτα δὲ ποιοῦσιν, ἵνα παιδεύσωσιν αὐτοὺς, ὅτι καὶ νῦν κατὰ τὸ αὐτὸ ἔθος τὸν Υἱὸν αὐτοῦ ἀπέστειλε. Καθάπερ καὶ ὁ Χριστὸς εἶπεν ἐν τῷ ἀμπελῶνι, οὕτω καὶ αὐτός φησιν. Ὕψωσεν ἐν τῇ παροικίᾳ ἐν γῇ Αἰγύπτῳ, καὶ μετὰ βραχίονος ὑψηλοῦ ἐξήγαγεν αὐτοὺς ἐξ αὐτῆς. Καὶ μὴν τοὐναντίον γέγονεν· ἀλλ᾽ εἰς πλῆθος ἐπέδοσαν· ἀλλὰ τὰ θαύματα δι᾽ αὐτοὺς γέγονε. Τούτων καὶ οἱ προφῆται μνημονεύουσιν ἀεὶ τῶν κατ᾽ Αἴγυπτον. Καὶ ὅρα πῶς τοὺς καιροὺς τῶν συμφορῶν παρατρέχει, καὶ οὐδαμοῦ τὰ ἐγκλήματα παράγει εἰς μέσον, ἀλλὰ τὴν τοῦ Θεοῦ φιλανθρωπίαν, ἐκεῖνα αὐτοῖς ἀφεὶς λογίζεσθαι.