Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἁγία Γραφή

ΠΡΑΞΕΙΣ ΤΩΝ ΑΠΟΣΤΟΛΩΝ 13

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Αγία Γραφή

—

Κεφάλαιο 13, Εδάφιο 1

1

Ἦσαν δέ τινες ἐν ᾿Αντιοχείᾳ κατὰ τὴν οὖσαν ἐκκλησίαν προφῆται καὶ διδάσκαλοι, ὅ τε Βαρνάβας καὶ Συμεὼν ὁ ἐπικαλούμενος Νίγερ, καὶ Λούκιος ὁ Κυρηναῖος, Μαναήν τε ῾Ηρῴδου τοῦ τετράρχου σύντροφος καὶ Σαῦλος.

Πατερικές αναφορές
2

λειτουργούντων δὲ αὐτῶν τῷ Κυρίῳ καὶ νηστευόντων εἶπε τὸ Πνεῦμα τὸ ῞Αγιον· ἀφορίσατε δή μοι τὸν Βαρνάβαν καὶ τὸν Σαῦλον εἰς τὸ ἔργον ὃ προσκέκλημαι αὐτούς.

Πατερικές αναφορές
3

τότε νηστεύσαντες καὶ προσευξάμενοι καὶ ἐπιθέντες αὐτοῖς τὰς χεῖρας ἀπέλυσαν.

Πατερικές αναφορές
4

Οὗτοι μὲν οὖν ἐκπεμφθέντες ὑπὸ τοῦ Πνεύματος τοῦ ῾Αγίου κατῆλθον εἰς τὴν Σελεύκειαν, ἐκεῖθέν τε ἀπέπλευσαν εἰς τὴν Κύπρον,

Πατερικές αναφορές
5

καὶ γενόμενοι ἐν Σαλαμῖνι κατήγγελλον τὸν λόγον τοῦ Θεοῦ ἐν ταῖς συναγωγαῖς τῶν ᾿Ιουδαίων· εἶχον δὲ καὶ ᾿Ιωάννην ὑπηρέτην.

Πατερικές αναφορές
6

Διελθόντες δὲ τὴν νῆσον ἄχρι Πάφου εὗρόν τινα μάγον ψευδοπροφήτην ᾿Ιουδαῖον ᾧ ὄνομα Βαριησοῦς,

Πατερικές αναφορές
7

ὃς ἦν σὺν τῷ ἀνθυπάτῳ Σεργίῳ Παύλῳ, ἀνδρὶ συνετῷ. οὗτος προσκαλεσάμενος Βαρνάβαν καὶ Σαῦλον ἐπεζήτησεν ἀκοῦσαι τὸν λόγον τοῦ Θεοῦ·

Πατερικές αναφορές
8

ἀνθίστατο δὲ αὐτοῖς ᾿Ελύμας ὁ μάγος — οὕτω γὰρ μεθερμηνεύεται τὸ ὄνομα αὐτοῦ — ζητῶν διαστρέψαι τὸν ἀνθύπατον ἀπὸ τῆς πίστεως.

Πατερικές αναφορές
9

Σαῦλος δέ, ὁ καὶ Παῦλος, πλησθεὶς Πνεύματος Ἁγίου καὶ ἀτενίσας πρὸς αὐτὸν

Πατερικές αναφορές
10

εἶπεν· ὦ πλήρης παντὸς δόλου καὶ πάσης ῥᾳδιουργίας, υἱὲ διαβόλου, ἐχθρὲ πάσης δικαιοσύνης, οὐ παύσῃ διαστρέφων τὰς ὁδοὺς Κυρίου τὰς εὐθείας;

Πατερικές αναφορές
11

καὶ νῦν ἰδοὺ χεὶρ Κυρίου ἐπὶ σέ, καὶ ἔσῃ τυφλὸς μὴ βλέπων τὸν ἥλιον ἄχρι καιροῦ. παραχρῆμα δὲ ἔπεσεν ἐπ᾿ αὐτὸν ἀχλὺς καὶ σκότος, καὶ περιάγων ἐζήτει χειραγωγούς.

Πατερικές αναφορές
12

τότε ἰδὼν ὁ ἀνθύπατος τὸ γεγονὸς ἐπίστευσεν, ἐκπλησσόμενος ἐπὶ τῇ διδαχῇ τοῦ Κυρίου.

Πατερικές αναφορές
13

᾿Αναχθέντες δὲ ἀπὸ τῆς Πάφου οἱ περὶ τὸν Παῦλον ἦλθον εἰς Πέργην τῆς Παμφυλίας· ᾿Ιωάννης δὲ ἀποχωρήσας ἀπ᾿ αὐτῶν ὑπέστρεψεν εἰς ῾Ιεροσόλυμα.

Πατερικές αναφορές
14

Αὐτοὶ δὲ διελθόντες ἀπὸ τῆς Πέργης παρεγένοντο εἰς ᾿Αντιόχειαν τῆς Πισιδίας, καὶ εἰσελθόντες εἰς τὴν συναγωγὴν τῇ ἡμέρᾳ τῶν σαββάτων ἐκάθισαν.

Πατερικές αναφορές
15

μετὰ δὲ τὴν ἀνάγνωσιν τοῦ νόμου καὶ τῶν προφητῶν ἀπέστειλαν οἱ ἀρχισυνάγωγοι πρὸς αὐτοὺς λέγοντες· ἄνδρες ἀδελφοί, εἰ ἔστι λόγος ἐν ὑμῖν παρακλήσεως πρὸς τὸν λαόν, λέγετε.

Πατερικές αναφορές
16

ἀναστὰς δὲ Παῦλος καὶ κατασείσας τῇ χειρὶ εἶπεν· ἄνδρες ᾿Ισραηλῖται καὶ οἱ φοβούμενοι τὸν Θεόν, ἀκούσατε.

Πατερικές αναφορές
17

ὁ Θεὸς τοῦ λαοῦ τούτου ᾿Ισραὴλ ἐξελέξατο τοὺς πατέρας ἡμῶν, καὶ τὸν λαὸν ὕψωσεν ἐν τῇ παροικίᾳ ἐν γῇ Αἰγύπτῳ, καὶ μετὰ βραχίονος ὑψηλοῦ ἐξήγαγεν αὐτοὺς ἐξ αὐτῆς,

Πατερικές αναφορές
19

καὶ καθελὼν ἔθνη ἑπτὰ ἐν γῇ Χαναὰν κατεκληρονόμησεν αὐτοῖς τὴν γῆν αὐτῶν.

Πατερικές αναφορές
20

καὶ μετὰ ταῦτα ὡς ἔτεσι τετρακοσίοις καὶ πεντήκοντα ἔδωκε κριτὰς ἕως Σαμουὴλ τοῦ προφήτου.

Πατερικές αναφορές
21

κἀκεῖθεν ᾐτήσαντο βασιλέα, καὶ ἔδωκεν αὐτοῖς ὁ Θεὸς τὸν Σαοὺλ υἱὸν Κίς, ἄνδρα ἐκ φυλῆς Βενιαμίν, ἔτη τεσσαράκοντα·

Πατερικές αναφορές
22

καὶ μεταστήσας αὐτὸν ἤγειρεν αὐτοῖς τὸν Δαυῒδ εἰς βασιλέα, ᾧ καὶ εἶπε μαρτυρήσας· εὗρον Δαυῒδ τὸν τοῦ ᾿Ιεσσαί, ἄνδρα κατὰ τὴν καρδίαν μου, ὃς ποιήσει πάντα τὰ θελήματά μου.

Πατερικές αναφορές
23

τούτου ὁ Θεὸς ἀπὸ τοῦ σπέρματος κατ᾿ ἐπαγγελίαν ἤγαγε τῷ ᾿Ισραὴλ σωτηρίαν,

Πατερικές αναφορές
24

προκηρύξαντος ᾿Ιωάννου πρὸ προσώπου τῆς εἰσόδου αὐτοῦ βάπτισμα μετανοίας παντὶ τῷ λαῷ ᾿Ισραήλ.

Πατερικές αναφορές
25

ὡς δὲ ἐπλήρου ὁ ᾿Ιωάννης τὸν δρόμον, ἔλεγε· τίνα με ὑπονοεῖτε εἶναι; οὐκ εἰμὶ ἐγώ, ἀλλ᾿ ἰδοὺ ἔρχεται μετ᾿ ἐμὲ οὗ οὐκ εἰμὶ ἄξιος τὸ ὑπόδημα τῶν ποδῶν λῦσαι.

Πατερικές αναφορές
26

῎Ανδρες ἀδελφοί, υἱοὶ γένους ᾿Αβραὰμ καὶ οἱ ἐν ὑμῖν φοβούμενοι τὸν Θεόν, ὑμῖν ὁ λόγος τῆς σωτηρίας ταύτης ἀπεστάλη.

Πατερικές αναφορές
27

οἱ γὰρ κατοικοῦντες ἐν ῾Ιερουσαλὴμ καὶ οἱ ἄρχοντες αὐτῶν τοῦτον ἀγνοήσαντες, καὶ τὰς φωνὰς τῶν προφητῶν τὰς κατὰ πᾶν σάββατον ἀναγινωσκομένας κρίναντες ἐπλήρωσαν,

Πατερικές αναφορές
28

καὶ μηδεμίαν αἰτίαν θανάτου εὑρόντες ᾐτήσαντο Πιλᾶτον ἀναιρεθῆναι αὐτόν.

Πατερικές αναφορές
29

ὡς δὲ ἐτέλεσαν πάντα τὰ περὶ αὐτοῦ γεγραμμένα, καθελόντες ἀπὸ τοῦ ξύλου ἔθηκαν εἰς μνημεῖον.

Πατερικές αναφορές
31

ὃς ὤφθη ἐπὶ ἡμέρας πλείους τοῖς συναναβᾶσιν αὐτῷ ἀπὸ τῆς Γαλιλαίας εἰς ῾Ιερουσαλήμ, οἵτινές εἰσι μάρτυρες αὐτοῦ πρὸς τὸν λαόν.

Πατερικές αναφορές
32

καὶ ἡμεῖς ὑμᾶς εὐαγγελιζόμεθα τὴν πρὸς τοὺς πατέρας ἐπαγγελίαν γενομένην, ὅτι ταύτην ὁ Θεὸς ἐκπεπλήρωκε τοῖς τέκνοις αὐτῶν, ἡμῖν, ἀναστήσας ᾿Ιησοῦν,

Πατερικές αναφορές
33

ὡς καὶ ἐν τῷ ψαλμῷ τῷ δευτέρῳ γέγραπται· υἱός μου εἶ σύ, ἐγὼ σήμερον γεγέννηκά σε.

Πατερικές αναφορές
34

ὅτι δὲ ἀνέστησεν αὐτὸν ἐκ νεκρῶν μηκέτι μέλλοντα ὑποστρέφειν εἰς διαφθοράν, οὕτως εἴρηκεν, ὅτι δώσω ὑμῖν τὰ ὅσια Δαυῒδ τὰ πιστά.

Πατερικές αναφορές
36

Δαυῒδ μὲν γὰρ ἰδίᾳ γενεᾷ ὑπηρετήσας τῇ τοῦ Θεοῦ βουλῇ ἐκοιμήθη καὶ προσετέθη πρὸς τοὺς πατέρας αὐτοῦ καὶ εἶδε διαφθοράν·

Πατερικές αναφορές
38

γνωστὸν οὖν ἔστω ὑμῖν, ἄνδρες ἀδελφοί, ὅτι διὰ τούτου ὑμῖν ἄφεσις ἁμαρτιῶν καταγγέλλεται,

Πατερικές αναφορές
39

καὶ ἀπὸ πάντων ὧν οὐκ ἠδυνήθητε ἐν τῷ νόμῳ Μωϋσέως δικαιωθῆναι, ἐν τούτῳ πᾶς ὁ πιστεύων δικαιοῦται.

Πατερικές αναφορές
41

ἴδετε, οἱ καταφρονηταί, καὶ θαυμάσατε καὶ ἀφανίσθητε, ὅτι ἔργον ἐγὼ ἐργάζομαι ἐν ταῖς ἡμέραις ὑμῶν, ἔργον ᾧ οὐ μὴ πιστεύσητε ἐάν τις ἐκδιηγῆται ὑμῖν.

Πατερικές αναφορές
42

᾿Εξιόντων δὲ αὐτῶν ἐκ τῆς συναγωγῆς τῶν ᾿Ιουδαίων παρεκάλουν τὰ ἔθνη εἰς τὸ μεταξὺ σάββατον λαληθῆναι αὐτοῖς τὰ ῥήματα ταῦτα.

Πατερικές αναφορές
43

λυθείσης δὲ τῆς συναγωγῆς ἠκολούθησαν πολλοὶ τῶν ᾿Ιουδαίων καὶ τῶν σεβομένων προσηλύτων τῷ Παύλῳ καὶ τῷ Βαρνάβᾳ, οἵτινες προσλαλοῦντες αὐτοῖς ἔπειθον αὐτοὺς προσμένειν τῇ χάριτι τοῦ Θεοῦ.

Πατερικές αναφορές
44

Τῷ τε ἐρχομένῳ σαββάτῳ σχεδὸν πᾶσα ἡ πόλις συνήχθη ἀκοῦσαι τὸν λόγον τοῦ Θεοῦ.

Πατερικές αναφορές
45

ἰδόντες δὲ οἱ ᾿Ιουδαῖοι τοὺς ὄχλους ἐπλήσθησαν ζήλου καὶ ἀντέλεγον τοῖς ὑπὸ τοῦ Παύλου λεγομένοις ἀντιλέγοντες καὶ βλασφημοῦντες.

Πατερικές αναφορές
46

παρρησιασάμενοι δὲ ὁ Παῦλος καὶ ὁ Βαρνάβας εἶπον· ὑμῖν ἦν ἀναγκαῖον πρῶτον λαληθῆναι τὸν λόγον τοῦ Θεοῦ· ἐπειδὴ δὲ ἀπωθεῖσθε αὐτὸν καὶ οὐκ ἀξίους κρίνετε ἑαυτοὺς τῆς αἰωνίου ζωῆς, ἰδοὺ στρεφόμεθα εἰς τὰ ἔθνη.

Πατερικές αναφορές
47

οὕτω γὰρ ἐντέταλται ἡμῖν ὁ Κύριος· τέθεικά σε εἰς φῶς ἐθνῶν τοῦ εἶναί σε εἰς σωτηρίαν ἕως ἐσχάτου τῆς γῆς.

Πατερικές αναφορές
48

ἀκούοντα δὲ τὰ ἔθνη ἔχαιρον καὶ ἐδέξαντο τὸν λόγον τοῦ Κυρίου, καὶ ἐπίστευσαν ὅσοι ἦσαν τεταγμένοι εἰς ζωὴν αἰώνιον·

Πατερικές αναφορές
50

οἱ δὲ ᾿Ιουδαῖοι παρώτρυναν τὰς σεβομένας γυναῖκας καὶ τὰς εὐσχήμονας καὶ τοὺς πρώτους τῆς πόλεως καὶ ἐπήγειραν διωγμὸν ἐπὶ τὸν Παῦλον καὶ τὸν Βαρνάβαν, καὶ ἐξέβαλον αὐτοὺς ἀπὸ τῶν ὁρίων αὐτῶν.

Πατερικές αναφορές
51

οἱ δὲ ἐκτιναξάμενοι τὸν κονιορτὸν τῶν ποδῶν αὐτῶν ἐπ᾿ αὐτοὺς ἦλθον εἰς ᾿Ικόνιον.

Πατερικές αναφορές