ΚΑΤΗΧΗΣΙΣ ΠΖʹ ΠΕΡΙ ΑΚΤΗΜΟΣΥΝΗΣ ΚΑΙ ΤΟΥ ΜΗ ΜΕΜΟΝΩΜΕΝΩΣ ΖΗΝ
Ἀδελφοὶ καὶ πατέρες, μεγίστην δωρεὰν ἔδωκεν ἡμῖν ὁ Θεὸς τὸν ὑπὲρ αὐτοῦ διωγμόν, καθὼς αὐτὸς ἐν τοῖς εὐαγγελίοις εἴρηκε· «Μακάριοι οἱ δεδιωγμένοι ἕνεκεν δικαιοσύνης, ὅτι αὐτῶν ἐστιν ἡ βασιλεία τῶν οὐρανῶν.» Σκεψώμεθα δὲ ἡμεῖς μήποτε ἀναξίως τοῦ μακαρισμοῦ πολιτευόμενοι, εἰς κρῖμα ἑαυτοῖς τὸν διωγμὸν ἔχωμεν. Προσήκει τοίνυν τὸν δεδιωγμένον πρῶτον μὲν μὴ μεμονωμένην ζωὴν ἔχειν, ἀλλὰ μεθ’ ἑτέρου ἀδελφοῦ συζῆν· «Ὅπου γάρ εἰσι δύο ἢ τρεῖς συνηγμένοι εἰς τὸ ἐμὸν ὄνομα, ἐκεῖ εἰμι ἐν μέσῳ αὐτῶν,» ὁ Κύριος ἔφη· ἔπειτα μὴ ποιεῖσθαι προόδους, πλὴν τῶν ἀναγκαίων, μένειν δὲ ἐν ᾧ ξενίζεται τόπῳ, κἀκεῖ σχολάζειν τῇ προσευχῇ, τῇ δεήσει, τῇ ἀναγνώσει, τῇ ψαλμῳδίᾳ, τῷ ἐργοχείρῳ, τοῖς ἄλλοις ἀγαθοῖς ἐπιτηδεύμασι· φεύγειν ἀπὸ ὄψεως γυναικός· «Στέλλεσθαι ἀπὸ παντὸς ἀδελφοῦ ἀτάκτως περιπατοῦντος·» εὔθυμον εἶναι, εὐχάριστον, εὐέλπιδα, ἀρκούμενον τοῖς παροῦσιν, ἕτοιμον πρὸς ὑποδοχὴν τῶν ὑπὲρ Χριστοῦ παθημάτων· ὅπου γὰρ διωγμός, ἀκολουθεῖ καὶ τὰ παθήματα. Εἰ δὲ ταῦτα οὕτως ἔχει, ποῦ ποτέ εἰσιν οἱ μεμονωμένως ζῶντες καὶ τοῦ «Οὐαὶ» κληρονόμοι; «Οὐαὶ γὰρ, φησὶ, τῷ μόνῳ, ὅτι ἐὰν πέσῃ, οὐκ ἔστιν ὁ ἐγείρων αὐτόν.» Ποῦ δέ εἰσιν οἱ τοὺς δούλους ἔχοντες καὶ τὴν ἐλευθερίαν τῶν μοναχῶν ἀπέχοντες;