Ἁγία Γραφή
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
ΚΑΙ ἐπέστρεψα ἐγὼ καὶ εἶδον σὺν πάσας τὰς συκοφαντίας τὰς γενομένας ὑπὸ τὸν ἥλιον· καὶ ἰδοὺ δάκρυον τῶν συκοφαντουμένων, καὶ οὐκ ἔστιν αὐτοῖς παρακαλῶν, καὶ ἀπὸ χειρὸς συκοφαντούντων αὐτοῖς ἰσχύς, καὶ οὐκ ἔστιν αὐτοῖς παρακαλῶν.
Πατερικές αναφορέςκαὶ ἐπῄνεσα ἐγὼ σὺν πάντας τοὺς τεθνηκότας τοὺς ἤδη ἀποθανόντας ὑπὲρ τοὺς ζῶντας, ὅτι αὐτοὶ ζῶσιν ἕως τοῦ νῦν·
Πατερικές αναφορέςκαὶ ἀγαθὸς ὑπὲρ τοὺς δύο τούτους ὅστις οὔπω ἐγένετο, ὃς οὐκ εἶδε σὺν τὸ ποίημα τὸ πονηρὸν τὸ πεποιημένον ὑπὸ τὸν ἥλιον.
Πατερικές αναφορέςΚαὶ εἶδον ἐγὼ σὺν πάντα τὸν μόχθον καὶ σὺν πᾶσαν ἀνδρείαν τοῦ ποιήματος, ὅτι αὐτὸ ζῆλος ἀνδρὸς ἀπὸ τοῦ ἑταίρου αὐτοῦ· καί γε τοῦτο ματαιότης καὶ προαίρεσις πνεύματος.
Πατερικές αναφορέςἀγαθὸν πλήρωμα δρακὸς ἀναπαύσεως ὑπὲρ πληρώματα δύο δρακῶν μόχθου καὶ προαιρέσεως πνεύματος.
Πατερικές αναφορέςἔστιν εἷς, καὶ οὐκ ἔστι δεύτερος, καί γε υἱὸς καί γε ἀδελφὸς οὐκ ἔστιν αὐτῷ· καὶ οὐκ ἔστι πειρασμὸς τῷ παντὶ μόχθῳ αὐτοῦ, καί γε ὀφθαλμὸς αὐτοῦ οὐκ ἐμπίπλαται πλούτου. καί τίνι ἐγὼ μοχθῶ καὶ στερίσκω τὴν ψυχήν μου ἀπὸ ἀγαθωσύνης; καί γε τοῦτο ματαιότης καὶ περισπασμὸς πονηρός ἐστι.
Πατερικές αναφορέςὅτι ἐὰν πέσωσιν, ὁ εἷς ἐγερεῖ τὸν μέτοχον αὐτοῦ, καὶ οὐαὶ αὐτῷ τῷ ἑνί, ὅταν πέσῃ καὶ μὴ ᾖ δεύτερος ἐγεῖραι αὐτόν.
Πατερικές αναφορέςκαὶ ἐὰν ἐπικραταιωθῇ ὁ εἷς, οἱ δύο στήσονται κατέναντι αὐτοῦ, καὶ τὸ σπαρτίον τὸ ἔντριτον οὐ ταχέως ἀπορραγήσεται.
Πατερικές αναφορές᾿Αγαθὸς παῖς πένης καὶ σοφὸς ὑπὲρ βασιλέα πρεσβύτερον καὶ ἄφρονα, ὃς οὐκ ἔγνω τοῦ προσέχειν ἔτι·
Πατερικές αναφορέςὅτι ἐξ οἴκου τῶν δεσμίων ἐξελεύσεται τοῦ βασιλεῦσαι, ὅτι καί γε ἐν βασιλείᾳ αὐτοῦ ἐγενήθη πένης.
Πατερικές αναφορέςεἶδον σὺν πάντας τοὺς ζῶντας τοὺς περιπατοῦντας ὑπὸ τὸν ἥλιον μετὰ τοῦ νεανίσκου τοῦ δευτέρου, ὃς στήσεται ἀντ᾿ αὐτοῦ·
Πατερικές αναφορέςοὐκ ἔστι περασμὸς τῷ παντὶ λαῷ, τοῖς πᾶσιν, ὅσοι ἐγένοντο ἔμπροσθεν αὐτῶν· καί γε οἱ ἔσχατοι οὐκ εὐφρανθήσονται ἐν αὐτῷ· ὅτι καί γε τοῦτο ματαιότης καὶ προαίρεσις πνεύματος.
Πατερικές αναφορέςΦύλαξον τὸν πόδα σου, ἐν ᾧ ἐὰν πορεύῃ εἰς οἶκον τοῦ Θεοῦ, καὶ ἐγγὺς τοῦ ἀκούειν· ὑπὲρ δόμα τῶν ἀφρόνων θυσία σου, ὅτι οὐκ εἰσὶν εἰδότες τοῦ ποιῆσαι κακόν.
Πατερικές αναφορές