Ἔδειξε περιτομὴν ὁ Χριστός, τὴν τῆς σαρκικῆς προσπαθείας ἀπόθεσιν· σάββατον, τῶν ἔργων τῆς φθορᾶς τὴν κατάπαυσιν· πάσχα, τὴν ἐκ τῶν γηΐνων πρὸς τὰ οὐράνια μεταφοίτησιν· καὶ ἀμνὸν μέν, ἑαυτόν, τὸν ἁγνόν, τὸν τέλειον, τὸν ἀγήρω, τὸν ἄμωμον, τὸν παντὶ τῷ κόσμῳ σωτήριον, ἅπαξ μὲν τυθέντα πρακτικῶς, ἀεί δε θυόμενον λογικῶς καὶ πνευματικῶς· ἄρσιν δὲ ζύμης ἑπταήμερον, τὴν τῆς δυσώδους ὑποκρίσεως καὶ τοῦ ἀποβλήτου φυσήματος ἀλλοτρίωσιν, κατὰ πάντα χρόνον, ἑπταδικῶς μετρούμενον καὶ ἐπανακυκλούμενον· πικρίδας, τῆς ἀρετῆς τὸ ἐπίπονον· ὑποδημάτων περίθεσιν, τὸ κατὰ τὴν ἐν βίῳ πορείαν πεφυλαγμένον καὶ ἀσφαλές· βακτηρίαν, τὸν τῆς πίστεως στηριγμόν· ζώνην, τὸ σωφρονικὸν ὁμοῦ καὶ τὸ ἀνδρικόν· στάσιν, τὸ διεγηγερμένον καὶ πρὸς τὴν ἐντεῦθεν μετάβασιν ἕτοιμον· ὄπτησιν τοῦ θύματος ἐν πυρί, τὴν τῶν μυστηρίων πνευματικὴν ἐξερεύνησιν, οὐδὲν ἔχουσαν ὑδαρές, οὐ διαλελυμένον, οὔτε μὴν ὠμὸν κατὰ τὸ γράμμα καὶ ἀθεώρητον, κατὰ σπουδὴν ἐδωδήν, τὸ συντεταμένον καὶ πρόθυμον ἐν τοῖς θείοις νοήμασί τε καὶ δόγμασιν.