Μαρτύρομαι δὲ παντὶ ἀνθρώπῳ περιτεμνομένῳ, ὅτι ὀφειλέτης ἐστὶν ὅλον τὸν νόμον ποιῆσαι. Κατηργήθητε ἀπὸ τοῦ Χριστοῦ, οἵτινες ἐν νόμῳ δικαιοῦσθε· τῆς χάριτος ἐξεπέσατε. Καὶ ἐγὼ δέ φησιν εἰ περιτομὴν ἔτι κηρύσσω, ἀδελφοί, τί ἔτι διώκομαι; ἆρα κατήργηται τὸ σκάνδαλον τοῦ σταυροῦ. Ὄφελον καὶ ἀποκόψονται οἱ ἀναστατοῦντες ὑμᾶς. Ὁ δὲ τοσαύτῃ χρησάμενος κατὰ τῆς περιτομῆς καταφορᾷ, πῶς ἔμελλε ταύτην ὡς ἀδιάφορον οὖσαν μηδὲν λέγειν ἐν Χριστῷ ἰσχύειν, ὥσπερ δὴ μηδὲ τὴν ἀκροβυστίαν, καὶ οὕτω δοκεῖν ταύτην ἐκχωρεῖν τοῖς πιστεύουσιν; Ἀλλ’ οὐκ ἔστι τοῦτο, οὐκ ἔστιν· ἀλλὰ τὸ ἀδιάφορον τῇ περιτομῇ πρὸς τὴν ἀκροβυστίαν τότε διδόναι νοοῦμεν τὸν ἀπόστολον, ὅτε πρὸ τῆς ἐν Χριστῷ πίστεως ὁποτεροσοῦν τούτων μετεῖχεν ὁ προσιὼν ὥστε μὴ διστάζειν τοῦτον, εἰ δεχθήσεται προσιὼν ἢ ἀποπεμφθήσεται διὰ ταύτην ἢ δι’ ἐκείνην· ἀλλ’ εἰδέναι μηδὲν ἑκάτερον ἰσχύειν ἐπίσης. Ἐπεὶ μετὰ τὴν πίστιν τὴν περιτομήν τις καταδεχόμενος εἰς αὐτὴν ἴστω τὴν πίστιν ἐξαμαρτάνων ἀσύγγνωστα, ὡσαύτως δὲ καὶ τὰ ἄζυμα προσιέμενος.