Δώδεκα γὰρ ἔτη, φησὶν, ἐδούλευον τῷ Χοδολογομὸρ βασιλεῖ Ἐλάμ· τῷ δὲ τρισκαιδεκάτῳ ἔτει ἀπέστησαν. Ἐν δὲ τῷ τεσσαρεσκαιδεκάτῳ ἦλθε Χοδολογομὸρ, καὶ οἱ βασιλεῖς οἱ μετ᾽ αὐτοῦ, καὶ κατέκοψαν τοὺς γίγαντας τοὺς ἐν Ἀστορὼθ καὶ Καρναεὶμ, καὶ ἔθνη ἰσχυρὰ ἅμα αὐτοῖς, καὶ τοὺς Ὀμμαίους ἐν Σαυῇ τῇ πόλει, καὶ τοὺς Χοῤῥαίους τοὺς ἐν τοῖς ὄρεσι Σηεὶρ, ἕως τῆς τερεβίνθου τῆς Φαρὰν, ἥ ἐστιν ἐν τῇ ἐρήμῳ. Καὶ ἀναστρέψαντες ἦλθον ἐπὶ τὴν πηγὴν τῆς κρίσεως αὕτη ἐστὶ Κάδης· καὶ κατέκοψαν πάντας τοὺς ἄρχοντας Ἀμαλὴκ, καὶ τοὺς Ἀμοῤῥαίους τοὺς κατοικοῦντας ἐν Ἀσασονθαμάρ. Μὴ ἁπλῶς παραδράμωμεν, ἀγαπητοὶ, τὰ εἰρημένα, μηδὲ νομίσωμεν ἀνωφελῆ εἶναι τὴν διήγησιν. Ἐπίτηδες γὰρ ἡ θεία Γραφὴ μετὰ ἀκριβείας ἅπαντα ἡμῖν διηγήσατο, ἵνα μάθωμεν τῶν βαρβάρων τούτων τὴν ἰσχὺν, καὶ ὅσην τὴν ἀνδρείαν ἐπεδείξαντο, καὶ μετὰ πόσης σφοδρότητος πρὸς τὸν πόλεμον ὥρμησαν, ὡς καὶ τοὺς γίγαντας, τοῦτ᾽ ἔστι τοὺς ἰσχυροὺς κατὰ τὴν τοῦ σώματος ἕξιν, καταγωνίσασθαι, καὶ πάντα τὰ ἐκεῖσε οἰκοῦντα ἔθνη τροπώσασθαι. Καθάπερ γὰρ χειμάῤῥους σφοδρῶς ἐπελθὼν ἅπαντα παρασύρει καὶ ἀπόλλυσι, τὸν αὐτὸν δὴ τρόπον καὶ οὗτοι οἱ βάρβαροι πᾶσι τούτοις τοῖς ἔθνεσιν ἐπελθόντες, πάντας ἄρδην ἀπώλεσαν, ὡς καὶ τοὺς ἄρχοντας τῶν Ἀμαληκιτῶν, καὶ τοὺς ἄλλους ἅπαντας τροπώσασθαι.