Ἁγία Γραφή
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
ΕΓΕΝΕΤΟ δὲ ἐν τῇ βασιλείᾳ τῇ ᾿Αμαρφὰλ βασιλέως Σενναάρ, καὶ ᾿Αριὼχ βασιλέως ᾿Ελλασάρ, Χοδολλογομὸρ βασιλεὺς ᾿Ελὰμ καὶ Θαργὰλ βασιλεὺς ἐθνῶν
Πατερικές αναφορέςἐποίησαν πόλεμον μετὰ Βαλλὰ βασιλέως Σοδόμων καὶ μετὰ Βαρσὰ βασιλέως Γομόρρας καὶ μετὰ Σενναὰρ βασιλέως ᾿Αδαμὰ καὶ μετὰ Συμοβὸρ βασιλέως Σεβωείμ, καὶ βασιλέως Βαλάκ (αὕτη ἐστὶ Σηγώρ).
Πατερικές αναφορέςδώδεκα ἔτη αὐτοὶ ἐδούλευσαν τῷ Χοδολλογομόρ, τῷ δὲ τρισκαιδεκάτῳ ἔτει ἀπέστησαν.
Πατερικές αναφορέςἐν δὲ τῷ τεσσαρεσκαιδεκάτῳ ἔτει ἦλθε Χοδολλογομὸρ καὶ οἱ βασιλεῖς μετ᾿ αὐτοῦ καὶ κατέκοψαν τοὺς γίγαντας τοὺς ἐν ᾿Ασταρὼθ καὶ Καρναΐν, καὶ ἔθνη ἰσχυρὰ ἅμα αὐτοῖς καὶ τοὺς ᾿Ομμαίους τοὺς ἐν Σαυῇ τῇ πόλει
Πατερικές αναφορέςκαὶ τοὺς Χορραίους τοὺς ἐν τοῖς ὄρεσι Σηείρ, ἕως τῆς τερεβίνθου τῆς Φαράν, ἥ ἐστιν ἐν τῇ ἐρήμῳ.
Πατερικές αναφορέςκαὶ ἀναστρέψαντες ἦλθον ἐπὶ τὴν πηγὴν τῆς κρίσεως (αὕτη ἐστὶ Κάδης) καὶ κατέκοψαν πάντας τοὺς ἄρχοντας ᾿Αμαλὴκ καὶ τοὺς ᾿Αμορραίους τοὺς κατοικοῦντας ἐν ᾿Ασασονθαμάρ.
Πατερικές αναφορέςἐξῆλθε δὲ βασιλεὺς Σοδόμων καὶ βασιλεὺς Γομόρρας καὶ βασιλεὺς ᾿Αδαμὰ καὶ βασιλεὺς Σεβωεὶμ καὶ βασιλεὺς Βαλάκ (αὕτη ἐστὶ Σηγώρ) καὶ παρετάξαντο αὐτοῖς εἰς πόλεμον ἐν τῇ κοιλάδι τῇ ἁλυκῇ,
Πατερικές αναφορέςπρὸς Χοδολλογομὸρ βασιλέα ᾿Ελὰμ καὶ Θαργὰλ βασιλέα ἐθνῶν καὶ ᾿Αμαρφὰλ βασιλέα Σενναὰρ καὶ ᾿Αριὼχ βασιλέα ᾿Ελλασάρ, οἱ τέσσαρες βασιλεῖς πρὸς τοὺς πέντε.
Πατερικές αναφορέςἡ δὲ κοιλὰς ἡ ἁλυκή, φρέατα ἀσφάλτου. ἔφυγε δὲ βασιλεὺς Σοδόμων καὶ βασιλεὺς Γομόρρας καὶ ἐνέπεσαν ἐκεῖ, οἱ δὲ καταλειφθέντες εἰς τὴν ὀρεινὴν ἔφυγον.
Πατερικές αναφορέςἔλαβον δὲ τὴν ἵππον πᾶσαν τὴν Σοδόμων καὶ Γομόρρας καὶ πάντα τὰ βρώματα αὐτῶν καὶ ἀπῆλθον.
Πατερικές αναφορέςἔλαβον δὲ καὶ τὸν Λὼτ τὸν υἱὸν τοῦ ἀδελφοῦ ῞Αβραμ καὶ τὴν ἀποσκευὴν αὐτοῦ καὶ ἀπῴχοντο· ἦν γὰρ κατοικῶν ἐν Σοδόμοις.
Πατερικές αναφορέςΠαραγενόμενος δὲ τῶν ἀνασωθέντων τις ἀπήγγειλεν ῞Αβραμ τῷ περάτῃ· αὐτὸς δὲ κατῴκει παρὰ τῇ δρυΐ τῇ Μαμβρῇ ᾿Αμορραίου τοῦ ἀδελφοῦ ᾿Εσχὼλ καὶ τοῦ ἀδελφοῦ Αὐνάν, οἳ ἦσαν συνωμόται τοῦ ῞Αβραμ.
Πατερικές αναφορέςἀκούσας δὲ ῞Αβραμ ὅτι ᾐχμαλώτευται Λὼτ ὁ ἀδελφιδοῦς αὐτοῦ, ἠρίθμησε τοὺς ἰδίους οἰκογενεῖς αὐτοῦ, τριακοσίους δέκα καὶ ὀκτώ, καὶ κατεδίωξεν ὀπίσω αὐτῶν ἕως Δάν.
Πατερικές αναφορέςκαὶ ἐπέπεσεν ἐπ᾿ αὐτοὺς τὴν νύκτα αὐτὸς καὶ οἱ παῖδες αὐτοῦ, καὶ ἐπάταξεν αὐτοὺς καὶ κατεδίωξεν αὐτοὺς ἕως Χοβά, ἥ ἐστιν ἐν ἀριστερᾷ Δαμασκοῦ.
Πατερικές αναφορέςκαὶ ἀπέστρεψε πᾶσαν τὴν ἵππον Σοδόμων, καὶ Λὼτ τὸν ἀδελφιδοῦν αὐτοῦ ἀπέστρεψε καὶ πάντα τὰ ὑπάρχοντα αὐτοῦ καὶ τὰς γυναῖκας καὶ τὸν λαόν.
Πατερικές αναφορές᾿Εξῆλθε δὲ βασιλεὺς Σοδόμων εἰς συνάντησιν αὐτῷ, μετὰ τὸ ὑποστρέψαι αὐτὸν ἀπὸ τῆς κοπῆς τοῦ Χοδολλογομὸρ καὶ τῶν βασιλέων τῶν μετ᾿ αὐτοῦ, εἰς τὴν κοιλάδα τοῦ Σαβύ (τοῦτο ἦν τὸ πεδίον τῶν βασιλέων).
Πατερικές αναφορέςκαὶ Μελχισεδὲκ βασιλεὺς Σαλὴμ ἐξήνεγκεν ἄρτους καὶ οἶνον· ἦν δὲ ἱερεὺς τοῦ Θεοῦ τοῦ ὑψίστου.
Πατερικές αναφορέςκαὶ εὐλόγησε τὸν ῞Αβραμ καὶ εἶπεν· εὐλογημένος ῞Αβραμ τῷ Θεῷ τῷ ὑψίστῳ, ὃς ἔκτισε τὸν οὐρανὸν καὶ τὴν γῆν.
Πατερικές αναφορέςκαὶ εὐλογητὸς ὁ Θεὸς ὁ ὕψιστος, ὃς παρέδωκε τοὺς ἐχθρούς σου ὑποχειρίους σοι. καὶ ἔδωκεν αὐτῷ ῞Αβραμ δεκάτην ἀπὸ πάντων.
Πατερικές αναφορέςεἶπε δὲ βασιλεὺς Σοδόμων πρὸς ῞Αβραμ· δός μοι τοὺς ἄνδρας, τὴν δὲ ἵππον λάβε σεαυτῷ.
Πατερικές αναφορέςεἶπε δὲ ῞Αβραμ πρὸς τὸν βασιλέα Σοδόμων· ἐκτενῶ τὴν χεῖρά μου πρὸς Κύριον τὸν Θεὸν τὸν ὕψιστον, ὃς ἔκτισε τὸν οὐρανὸν καὶ τὴν γῆν,
Πατερικές αναφορέςεἰ ἀπὸ σπαρτίου ἕως σφυρωτῆρος ὑποδήματος λήψομαι ἀπὸ πάντων τῶν σῶν, ἵνα μὴ εἴπῃς, ὅτι ἐγὼ ἐπλούτισα τὸν ῞Αβραμ·
Πατερικές αναφορέςπλὴν ὧν ἔφαγον οἱ νεανίσκοι καὶ τῆς μερίδος τῶν ἀνδρῶν τῶν συμπορευθέντων μετ᾿ ἐμοῦ, ᾿Εσχώλ, Αὐνάν, Μαμβρῆ, οὗτοι λήψονται μερίδα.
Πατερικές αναφορές