Ἁγία Γραφή
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
ΜΕΤΑ δὲ τὰ ρήματα ταῦτα ἐγενήθη ρῆμα Κυρίου πρὸς ῞Αβραμ ἐν ὁράματι, λέγων· μὴ φοβοῦ ῞Αβραμ, ἐγὼ ὑπερασπίζω σου· ὁ μισθός σου πολὺς ἔσται σφόδρα.
Πατερικές αναφορέςλέγει δὲ ῞Αβραμ· δέσποτα Κύριε, τί μοι δώσεις; ἐγὼ δὲ ἀπολύομαι ἄτεκνος· ὁ δὲ υἱὸς Μασὲκ τῆς οἰκογενοῦς μου, οὗτος Δαμασκὸς ᾿Ελιέζερ.
Πατερικές αναφορέςκαὶ εἶπεν ῞Αβραμ· ἐπειδὴ ἐμοὶ οὐκ ἔδωκας σπέρμα, ὁ δὲ οἰκογενής μου κληρονομήσει μοι.
Πατερικές αναφορέςκαὶ εὐθὺς φωνὴ Κυρίου ἐγένετο πρὸς αὐτὸν λέγουσα· οὐ κληρονομήσει σε οὗτος, ἀλλ᾿ ὃς ἐξελεύσεται ἐκ σοῦ, οὗτος κληρονομήσει σε.
Πατερικές αναφορέςἐξήγαγε δὲ αὐτὸν ἔξω καὶ εἶπεν αὐτῷ· ἀνάβλεψον δὴ εἰς τὸν οὐρανὸν καὶ ἀρίθμησον τοὺς ἀστέρας, εἰ δυνήσῃ ἐξαριθμῆσαι αὐτούς. καὶ εἶπεν· οὕτως ἔσται τὸ σπέρμα σου.
Πατερικές αναφορέςεἶπε δὲ πρὸς αὐτόν· ἐγὼ ὁ Θεὸς ὁ ἐξαγαγών σε ἐκ χώρας Χαλδαίων, ὥστε δοῦναί σοι τὴν γῆν ταύτην κληρονομῆσαι.
Πατερικές αναφορέςεἶπε δὲ αὐτῷ· λάβε μοι δάμαλιν τριετίζουσαν καὶ αἶγα τριετίζουσαν καὶ κριὸν τριετίζοντα καὶ τρυγόνα καὶ περιστεράν.
Πατερικές αναφορέςἔλαβε δὲ αὐτῷ πάντα ταῦτα καὶ διεῖλεν αὐτὰ μέσα καὶ ἔθηκεν αὐτὰ ἀντιπρόσωπα ἀλλήλοις, τὰ δὲ ὄρνεα οὐ διεῖλε.
Πατερικές αναφορέςκατέβη δὲ ὄρνεα ἐπὶ τὰ σώματα, ἐπὶ τὰ διχοτομήματα αὐτῶν, καὶ συνεκάθησεν αὐτοῖς ῞Αβραμ.
Πατερικές αναφορέςπερὶ δὲ ἡλίου δυσμὰς ἔκστασις ἐπέπεσε τῷ ῞Αβραμ, καὶ ἰδοὺ φόβος σκοτεινὸς μέγας ἐπιπίπτει αὐτῷ.
Πατερικές αναφορέςκαὶ ἐρρέθη πρὸς ῞Αβραμ· γινώσκων γνώσῃ ὅτι πάροικον ἔσται τὸ σπέρμα σου ἐν γῇ οὐκ ἰδίᾳ, καὶ δουλώσουσιν αὐτοὺς καὶ κακώσουσιν αὐτοὺς καὶ ταπεινώσουσιν αὐτοὺς τετρακόσια ἔτη.
Πατερικές αναφορέςτὸ δὲ ἔθνος, ᾧ ἐὰν δουλεύσωσι, κρινῶ ἐγώ· μετὰ δὲ ταῦτα ἐξελεύσονται ὧδε μετὰ ἀποσκευῆς πολλῆς.
Πατερικές αναφορέςτετάρτῃ δὲ γενεᾷ ἀποστραφήσονται ὧδε· οὔπω γὰρ ἀναπεπλήρωνται αἱ ἁμαρτίαι τῶν ᾿Αμορραίων ἕως τοῦ νῦν.
Πατερικές αναφορέςἐπεὶ δὲ ὁ ἥλιος ἐγένετο πρὸς δυσμάς, φλὸξ ἐγένετο, καὶ ἰδοὺ κλίβανος καπνιζόμενος καὶ λαμπάδες πυρός, αἳ διῆλθον ἀνὰ μέσον τῶν διχοτομημάτων τούτων.
Πατερικές αναφορέςἐν τῇ ἡμέρᾳ ἐκείνῃ διέθετο Κύριος τῷ ῞Αβραμ διαθήκην λέγων· τῷ σπέρματί σου δώσω τὴν γῆν ταύτην, ἀπὸ τοῦ ποταμοῦ Αἰγύπτου ἕως τοῦ ποταμοῦ τοῦ μεγάλου, ποταμοῦ Εὐφράτου,
Πατερικές αναφορέςκαὶ τοὺς Χετταίους καὶ τοὺς Φερεζαίους καὶ Ραφαεὶν καὶ τοὺς ᾿Αμορραίους καὶ τοὺς Χαναναίους καὶ τοὺς Εὐαίους καὶ τοὺς Γεργεσαίους καὶ τοὺς ᾿Ιεβουσαίους.
Πατερικές αναφορές