Οἶδα γὰρ, ὅτι πολλοὶ τὴν ἐκ τῶν θρόνων ἔγερσιν νοοῦσι καὶ μόνον· ἐγὼ δὲ πλεῖόν τι ὑπονοῶ ἔχειν βάθος τὸ ῥῆμα, καὶ οὐ μόνον τὴν ἐκ τῶν θρόνων ἀνόρθωσιν, ἀλλὰ καὶ μυστικώτερόν τι σημαίνειν νόημα· τουτέστιν, ὀρθοὶ τῇ πίστει, ὀρθοὶ τῇ καρδίᾳ, ὀρθοὶ τοῖς λογισμοῖς, τῇ ἀγάπῃ, τῇ ὁμολογίᾳ, ὀρθοὶ πρὸς πᾶσαν ἐντολὴν τοῦ Κυρίου, ὀρθοὶ ἄνω πρὸς τὸν οὐρανόν. Ὡς λογικοὶ τὰ ἄνω φρονεῖτε, καὶ μὴ ὡς τὰ κτήνη κάτω νεύοντες. Εἶτα πάντων ἀναστάντων καὶ ἐν φόβῳ ἱσταμένων, ἄκουσαι τί ἄρα Κύριος διηγήσεται ἡμῖν ἐν Γραφῄ, καθὼς προεσήμανεν ὁ προφήτης Δαυῒδ, τί κελεύσει, τί ἐντέλλεται, τί βούλεται ὁ φοβερὸς ἐν βουλαῖς. Εἶτα ἀνυψοῦται καὶ ὁ πολυτίμητος μαργαρίτης καὶ προσδοκία τῶν ἐθνῶν, ἡ φωταγωγία τοῦ κόσμου, ἡ χάρις ἡ ἐκ τῶν χειλέων χυθεῖσα τοῦ Σωτῆρος ἡμῶν Θεοῦ, ἡ ἄνεσις τῶν θλιβομένων, ἡ λύσις τῶν δεδεμένων, ἡ λύτρωσις τῶν ἁμαρτίων, ἡ ἀνόρθωσις τῶν πεπτωκότων, τὸ ἰατρεῖον τῶν νοσούντων, ἡ ἐλπὶς τῶν ἀπηλπισμένων, ἡ βοήθεια τῶν καταπονουμένων, ἡ χαρὰ τῶν μετανοούντων, ἡ καταφυγὴ τῶν διωκομένων, ὁ νόμος τῆς ἐλευθερίας τῶν καταδυναστευομένων ὑπὸ τοῦ ἀλλοτρίου, ἡ σαγήνη ἡ μὴ θανατῶσα, ἀλλὰ ζωοποιοῦσα τοὺς ἐν τῇ ἁλμυρᾷ τοῦ κόσμου θαλάσσῃ βυθιζομένους, αἱ πηγαὶ τῶν ὑδάτων, τὰ θεμέλια τῆς οἰκουμένης, οἱ ἐκ τοῦ παραδείσου τοῦ ἁγίου στόματος τοῦ Χριστοῦ ἐκπορευόμενοι τέσσαρες ποταμοί.