Εἰ δὲ δὴ ταῦτα λέγοι Χριστὸς, καὶ καταιτιῷτο τοὺς Ἰουδαίους, ἐννοήσεις ὅσα πεπράχασιν ἐμπαροινοῦντες αὐτῷ, καὶ παγίδα ἱστάντες, καὶ διορύττοντες βόθρους. Καὶ τό γε ἧκον εἰς αὐτοὺς, καὶ εἰς δύναμιν ἐπιχειρημάτων πᾶν εἶδος σκαιότητος ἀρτύοντες ἐπ᾽ αὐτῷ. Ποτὲ μὲν γὰρ ἀπεστάλκασί τινας τῶν ἰδίων μαθητῶν, μετὰ τῶν καλουμένων Ἡρωδιανῶν, ἐρομένους τε καὶ λέγοντας· «Ἔξεστι δοῦναι φόρους Καίσαρι, ἢ οὔ;» Ποτὲ δὲ πάλιν προσίεσαν λέγοντες, «Εἰ ἔξεστι τῷ Σαββάτῳ θεραπεῦσαι; Ἵνα κατηγορήσωσιν αὐτοῦ.» Ἀκουέτωσαν τοίνυν λέγοντος, «Ἀφέλεσθε τὰς πονηρίας ἀπὸ τῶν ψυχῶν ὑμῶν ἀπέναντι τῶν ὀφθαλμῶν μου. Παύσασθε ἀπὸ τῶν πονηριῶν ὑμῶν.» <Μάθετε καλὸν ποιεῖν, ἐκζητήσατε κρίσιν, ῥύσασθε ἀδικούμενον, κρίνατε ὀρφανῷ, καὶ δικαιώσατε χήραν, καὶ δεῦτε, καὶ διελεγχθῶμεν, λέγει Κύριος. Καὶ ἐὰν ὦσιν αἱ ἁμαρτίαι ὑμῶν ὡς φοινικοῦν, ὡς χιόνα λευκανῶ. Ἐὰν δὲ ὦσιν ὡς κόκκινον, ὡσεὶ ἔριον λευκανῶ.> Τῆς ἐν νόμῳ λατρείας τὸ ἀδρανὲς καθορίσας, διά τε τοῦ φάναι, «Τί μοὶ πλῆθος τῶν θυσιῶν ὑμῶν, λέγει Κύριος; Πλήρης εἰμί.» Καὶ τούτοις ἐπενεγκὼν, «Τίς γὰρ ἐξεζήτησε ταῦτα ἐκ τῶν χειρῶν ὑμῶν;» Ἐπὶ καιροῦ πάλιν τῆς εὐαγγελικῆς πολιτείας ἐξηγεῖται τὴν ἀστειότητα, καὶ τῆς ἀληθῶς ἁγίας ζωῆς καταδείκνυσι τὴν ὁδὸν, οὐκ ἐν τύποις ἔτι καὶ σκιαῖς, ἀλλ᾽ ἐν αὐτοῖς πράγμασι, καὶ τοῖς κατ᾽ ἀρετὴν νοουμένοις αὐχήμασιν ἔχουσι τὸ εὐδόκιμον.