νζʹ. Ἐὰν ἐπ’ ὄρους πεδινοῦ τοῦ κόσμου τούτου, καὶ τῆς Ἐκκλησίας Χριστοῦ, γνώσεως καινῆς ἄνωθεν ἄρῃς σημεῖον, καὶ ὑψώσῃς τὴν φωνὴν ἑαυτῷ, κατὰ τὸν εἰρηκότα, τῆς δοθείσης σοι σοφίας ἀπὸ Θεοῦ, παρακαλῶν τῷ λόγῳ καὶ διδάσκων τοὺς σοὺς ἀδελφούς, διανοίγων τὸν νοῦν αὐτοῖς τῆς θείας Γραφῆς, εἰς κατανόησιν τῶν θαυμασίων δωρεῶν τοῦ Θεοῦ, καὶ προβιβάζων αὐτοὺς εἰς τὴν ἐργασίαν τῶν αὐτοῦ ἐντολῶν, μὴ φοβηθῇς ἀπὸ τῶν φθονούντων τῇ δυνάμει τῶν λόγων σου, καὶ διαστρεβλούντων πᾶσαν θείαν Γραφήν, κενῶν ὄντων καὶ σεσαρωμένων, καὶ ἑτοίμων εἰς κατοικίαν τῷ διαβόλῳ. Συντάσσει γὰρ τὰ τῶν χειλέων σου ὁ Θεὸς ἐν τῇ βίβλῳ τῶν ζώντων, καὶ οὐκ ἔσται σοι βλάβη ἐκ τῶν τοιούτων, ὡς οὐδὲ Πέτρῳ ἐκ Σίμωνος. Ἐρεῖς δὲ μᾶλλον καὶ αὐτὸς μετὰ τοῦ προφήτου ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἐν ᾗ κατασκευάζοντας ὁρᾷς κατὰ σοῦ τοὺς τοιούτους σκάνδαλα τρίβου, «Ἰδοὺ ὁ Θεός μου, Σωτήρ μου Κύριος, καὶ πεποιθὼς ἔσομαι ἐπ’ αὐτῷ, καὶ σωθήσομαι ὑπ’ αὐτοῦ, καὶ οὐ φοβηθήσομαι. Διότι ἡ δόξα μου καὶ ἡ αἴνεσίς μου Κύριος, καὶ ἐγένετό μοι Σωτήρ· καὶ οὐ παύσομαι ἀναγγέλλειν τὰ ἔνδοξα αὐτοῦ ἐν πάσῃ τῇ γῇ.» νηʹ. Εἰ ἔγνως ὅτι ἡ φορὰ τῆς τῶν παθῶν ἐνεργείας ἔστιν ἐν σοὶ ἄπρακτος, καὶ ἡ κατάνυξις ἐκ ταπεινοφροσύνης πηγάζει ἀπὸ τῶν ὀφθαλμῶν σου, γνῶθι ὅτι ἦλθεν ἡ βασιλεία τοῦ Θεοῦ ἐπὶ σέ, καὶ ἐγκύμων ἐγένου τοῦ ἁγίου Πνεύματος.