Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἁγία Γραφή

ΗΣΑΪΑΣ 13

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Αγία Γραφή

—

Κεφάλαιο 13, Εδάφιο 1

2

ἐπ᾿ ὄρους πεδινοῦ ἄρατε σημεῖον, ὑψώσατε τὴν φωνὴν αὐτοῖς, μὴ φοβεῖσθε, παρακαλεῖτε τῇ χειρί· ἀνοίξατε, οἱ ἄρχοντες.

Πατερικές αναφορές
3

ἐγὼ συντάσσω καὶ ἐγὼ ἄγω αὐτούς· ἡγιασμένοι εἰσί, καὶ ἐγὼ ἄγω αὐτούς. γίγαντες ἔρχονται πληρῶσαι τὸν θυμόν μου χαίροντες ἅμα καὶ ὑβρίζοντες.

Πατερικές αναφορές
4

φωνὴ ἐθνῶν πολλῶν ἐπὶ τῶν ὀρέων, ὁμοία ἐθνῶν πολλῶν, φωνὴ βασιλέων καὶ ἐθνῶν συνηγμένων. Κύριος σαβαὼθ ἐντέταλται ἔθνει ὁπλομάχῳ

Πατερικές αναφορές
5

ἔρχεσθαι ἐκ γῆς πόρρωθεν ἀπ᾿ ἄκρου θεμελίου τοῦ οὐρανοῦ, Κύριος καὶ οἱ ὁπλομάχοι αὐτοῦ, τοῦ καταφθεῖραι πᾶσαν τὴν οἰκουμένην.

Πατερικές αναφορές
6

ὀλολύζετε, ἐγγὺς γὰρ ἡμέρα Κυρίου, καὶ συντριβὴ παρὰ τοῦ Θεοῦ ἥξει·

Πατερικές αναφορές
8

καὶ ταραχθήσονται οἱ πρέσβεις καὶ ὠδῖνες αὐτοὺς ἕξουσιν, ὡς γυναικὸς τικτούσης· καὶ συμφοράσουσιν ἕτερος πρὸς τὸν ἕτερον καὶ ἐκστήσονται καὶ τὸ πρόσωπον αὐτῶν ὡς φλὸξ μεταβαλοῦσιν.

Πατερικές αναφορές
9

ἰδοὺ γὰρ ἡμέρα Κυρίου ἔρχεται ἀνίατος θυμοῦ καὶ ὀργῆς θεῖναι τὴν οἰκουμένην ἔρημον καὶ τοὺς ἁμαρτωλοὺς ἀπολέσαι ἐξ αὐτῆς.

Πατερικές αναφορές
10

οἱ γὰρ ἀστέρες τοῦ οὐρανοῦ καὶ ὁ ᾿Ωρίων καὶ πᾶς ὁ κόσμος τοῦ οὐρανοῦ τὸ φῶς οὐ δώσουσι, καὶ σκοτισθήσεται τοῦ ἡλίου ἀνατέλλοντος, καὶ ἡ σελήνη οὐ δώσει τὸ φῶς αὐτῆς.

Πατερικές αναφορές
11

καὶ ἐντελοῦμαι τῇ οἰκουμένῃ ὅλῃ κακὰ καὶ τοῖς ἀσεβέσι τὰς ἁμαρτίας αὐτῶν· καὶ ἀπολῶ ὕβριν ἀνόμων, καὶ ὕβριν ὑπερηφάνων ταπεινώσω.

Πατερικές αναφορές
12

καὶ ἔσονται οἱ καταλελειμμένοι ἔντιμοι μᾶλλον ἢ τὸ χρυσίον τὸ ἄπυρον, καὶ ὁ ἄνθρωπος μᾶλλον ἔντιμος ἔσται ἢ ὁ λίθος ὁ ἐκ Σουφίρ.

Πατερικές αναφορές
13

ὁ γὰρ οὐρανὸς θυμωθήσεται καὶ ἡ γῆ σεισθήσεται ἐκ τῶν θεμελίων σαβαὼθ ἐν τῇ ἡμέρᾳ, ᾗ ἂν ἐπέλθῃ ὁ θυμὸς αὐτοῦ.

Πατερικές αναφορές
14

καὶ ἔσονται οἱ καταλελειμμένοι ὡς δορκάδιον φεῦγον καὶ ὡς πρόβατον πλανώμενον, καὶ οὐκ ἔσται ὁ συνάγων, ὥστε ἄνθρωπον εἰς τὸν λαὸν αὐτοῦ ἀποστραφῆναι καὶ ἄνθρωπον εἰς τὴν χώραν ἑαυτοῦ διώξεται.

Πατερικές αναφορές
15

ὃς γὰρ ἂν ἁλῷ, ἡττηθήσεται, καὶ οἵτινες συνηγμένοι εἰσί, μαχαίρᾳ πεσοῦνται·

Πατερικές αναφορές
16

καὶ τὰ τέκνα αὐτῶν ἐνώπιον αὐτῶν ράξουσι καὶ τὰς οἰκίας αὐτῶν προνομεύσουσι καὶ τὰς γυναῖκας αὐτῶν ἕξουσιν.

Πατερικές αναφορές
17

ἰδοὺ ἐπεγείρω ὑμῖν τοὺς Μήδους, οἳ ἀργύριον οὐ λογίζονται, οὐδὲ χρυσίου χρείαν ἔχουσι.

Πατερικές αναφορές
18

τοξεύματα νεανίσκων συντρίψουσι καὶ τὰ τέκνα ὑμῶν οὐ μὴ ἐλεήσωσιν, οὐδὲ ἐπὶ τοῖς τέκνοις σου φείσονται οἱ ὀφθαλμοὶ αὐτῶν.

Πατερικές αναφορές
19

καὶ ἔσται Βαβυλών, ἣ καλεῖται ἔνδοξος ἀπὸ βασιλέως Χαλδαίων, ὃν τρόπον κατέστρεψεν ὁ Θεὸς Σόδομα καὶ Γόμορρα·

Πατερικές αναφορές
20

οὐ κατοικηθήσεται εἰς τὸν αἰῶνα χρόνον, οὐδὲ μὴ εἰσέλθωσιν εἰς αὐτὴν διὰ πολλῶν γενεῶν, οὐδὲ μὴ διέλθωσιν αὐτὴν ῎Αραβες, οὐδὲ ποιμένες οὐ μὴ ἀναπαύσονται ἐν αὐτῇ·

Πατερικές αναφορές
21

καὶ ἀναπαύσονται ἐκεῖ θηρία καὶ ἐμπλησθήσονται αἱ οἰκίαι ἤχου, καὶ ἀναπαύσονται ἐκεῖ σειρῆνες, καὶ δαιμόνια ἐκεῖ ὀρχήσονται,

Πατερικές αναφορές
22

καὶ ὀνοκένταυροι ἐκεῖ κατοικήσουσι, καὶ νοσσοποιήσουσιν ἐχῖνοι ἐν τοῖς οἴκοις αὐτῶν· ταχὺ ἔρχεται καὶ οὐ χρονιεῖ.

Πατερικές αναφορές