Ἐπειδὴ δὲ παρώλισθον εἰς φιλοσαρκίας, καὶ γυναίων ὥραις ἐκσεσοβημένοι πρὸς ἀπόστασιν ἦσαν, «Ἔλαβον γὰρ,» φησὶν, «ἀπὸ πασῶν ὧν ἐξελέξαντο ἐκ τῶν θυγατέρων τῶν ἀνθρώπων·» τουτέστι, τῶν ἀπὸ Κάϊν· καίτοι θεοὶ καὶ θεῶν υἱοὶ, καὶ δυναστευόντων ὀνομαζόμενοι, παρεκομίζοντο λοιπὸν πρὸς τὰ ἐκείνων ἔθη, καὶ εἰς αἰσχράν τε καὶ βέβηλον πολιτείαν καὶ ζωήν. Καὶ ἔτικτον μὲν αἱ γυναῖκες τέρατα. παραχαράττοντος Θεοῦ καὶ αὐτὰ λοιπὸν τῶν ἀνθρωπίνων σωμάτων τὰ κάλλη, διὰ τὸ ἀκρατὲς εἰς ὀρέξεις πορνικὰς τῶν τηνικάδε. Ἦσαν δὲ οἱ τικτόμενοι γίγαντες, τουτέστιν, ἄγριοί τε καὶ εὐσθενεῖς, καὶ πολὺ παθόντες τὸ εἰδεχθὲς, καὶ τοῖς τῶν σωμάτων μεγέθεσι πλεονεκτοῦντες τῶν ἄλλων. Ἰστέον δὲ ὅτι τοὺς ἄγαν εὐρωστάτους, γίγαντας ἀποκαλεῖν κατείθισταί πως τῆς θεοπνεύστου Γραφῆς ὁ λόγος. Καὶ γοῦν ἔφη περί τε Περσῶν καὶ Μήδων διὰ φωνῆς προφητῶν· «Γίγαντες ἔρχονται πληρῶσαι τὸν θυμόν μου χαίροντες ἅμα καὶ ὑβρίζοντες.» Προσκεισόμεθα δὲ οὐδαμῶς ταῖς Ἑλλήνων ψευδοεπίαις. Εἰώθασι γὰρ οἱ παρ᾽ αὐτοῖς λογάδες, ποιηταὶ δὲ μάλιστα, κατὰ τὸ αὐτοῖς εὖ ἔχειν δοκοῦν, τὰς τῶν πραγμάτων ἀφηγεῖσθαί τε καὶ διαπλάττειν φύσεις· αἴρειν τε ὑψοῦ τὰ μικρὰ καὶ κατεῤῥιμμένα, καὶ ταῖς ἅγαν ψευδομυθίαις κατασεμνύνειν οἴεσθαι δεῖν, κἂν εἰ πολὺ τοῦ πρέποντος ἐξοίχοιτο τὸ διήγημα.