Ὅταν ἴδῃς χορεύοντας, καὶ παίζοντας, καὶ τὰ ᾄσματα τῶν δαιμόνων καταλέγοντας, στέναξον, καὶ δακρύσας ὑπομνήσθητι τοῦ Δαυῒδ λέγοντος· Οὐκ ἔγνωσαν οὐδὲ συνῆκαν, ἐν σκότει διαπορεύονται· καὶ τοῦ προφήτου Ἡσαΐου λέγοντος· Οὐαὶ οἱ ἐγειρόμενοι τὸ πρωῒ, καὶ τὸ σίκερα διώκοντες, οἱ μένοντες ὀψὲ, μετὰ κιθαρῶν, καὶ ψαλτηρίων, καὶ τυμπάνων, καὶ αὐλῶν, τὸν οἶνον πίνοντες· τὰ δὲ ἔργα τοῦ Θεοῦ οὐ βλέπουσι, καὶ τὰ ἔργα τῶν χειρῶν αὐτοῦ οὐ κατανοοῦσι. Καὶ ἁπλῶς πᾶν σκάνδαλον θεωρῶν γινόμενον, ὑπομνήσθητι τοῦ Δεσπότου λέγοντος· Οὐαὶ τῷ κόσμῳ ἀπὸ τῶν σκανδάλων· ἀνένδεκτον δέ ἐστι μὴ ἐλθεῖν τὰ σκάνδαλα· οὐαὶ δὲ δι᾽ οὗ ἔρχεται. Ἀλλὰ τί φασιν οἱ βαρυκάρδιοι, οἱ ζητοῦντες τὸ ψεῦδος; οὐκ ἔστι κακὸν, λέγοντες, τὸ μετεωρίζεσθαι· τί γὰρ βλάπτει ἡ κιθάρα καὶ τὰ λοιπὰ ὄργανα; Ὢ ἐσχάτης ἀνοίας· ὢ τῆς πονηρᾶς ἐπινοίας τοῦ διαβόλου. Γενεὰ πονηρὰ καὶ μοιχαλὶς, ταῦτα Κυρίῳ ἀνταπόδοτε; Ὁ ἄχραντος Δεσπότης πανταχοῦ ἐνετείλατο, μήτε ὅλως μετεωρίζεσθαι Χριστιανὸν, καὶ σὺ λέγεις, τί βλάπτει ταῦτα; Οὐαὶ οἱ λέγοντες τὸ πικρὸν γλυκύ· οὐαὶ οἱ τιθέντες τὸ σκότος φῶς. Εἰπάτωσαν δὲ ἡμῖν οἱ ἀπαίδευτοι, ἐκ ποίας ἱερᾶς Γραφῆς παραστῆσαι δύνανται, ὅτι χρὴ τὸν Χριστιανὸν ποιεῖν ταῦτα τὰ σχήματα; ποία βίβλος τῶν ἁγίων, ποῖα Εὐαγγέλια ἐδίδαξεν οὕτως ἀσχημονεῖν τοὺς Χριστιανούς;